Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Αὕτη ἀπὸ Λιβάνου μέχρι τῆς Σινώπης τῆς Ποντικῆς παρατείνει διὰ Καππαδοκίας εἰς τὸ μεσόγειον. Τὰ δὲ παράλια καὶ μᾶλλον δυτικώτερα Ἀσσύριοι, τὰ δὲ πρὸς ἕω Ἀρμένιοι μέχρι Πόντου. Ἀρμενία γὰρ καὶ Μεσοποταμία καὶ Μηδία, ταῦτα ὅλα τῆς Ἀσσυρίας εἰσίν.

Θωντις] Αὕτη νιτρώδης ἐστὶν, εἰς ὅν φέρεται ὁ Τίγρις ἀπὸ τοῦ Νιφάτου ὄρους, ἄμικτον σώζων τὸ ῥεῦμα διὰ τὴν ὀξύτητα, ὅθεν καὶ ὠνόμασται, Mήδων Τίγριν καλούντων τὸ τόξευμα. Κατὰ δὶ τὸν μυχὸν τῆς λίμνης εἰς βέρεθρον ἐμπεσὼν, ἐκ πολλοῦ ἐνεχθεὶς ὑπόγειος ἀνατέλλει κατὰ τὴν Χαλωνῖτιν. Ἐκεῖθεν δὲ κάτεισιν ἐπὶ τὸ Σεμιράμιδος σῆμα, καὶ ἐν δεξιᾷ ἔχων τὴν Μεσοποταμίαν ἐξίησι διὰ Σελευκείας εἰς τὸν Περσικὸν κόλπον. Ἡ δὲ τῶν ἑπτὰ ἡμερῶν ὁδὸς ἀπὸ Εὐφράτου ἕως Τίγριδος γίνονται μίλια σπ΄.

Κερώνυχα] οἱ μέν νοοῦσι τὸν κέρασι καὶ ὄνυξι χρώμενον, οἱ δὲ τὸν ὀξύκερών φασιν, ὡς τοῦ ὅνυχος ἐνταῦθα τὴν ὀξύτητα δηλοῦντος καθὰ ὥστε ἀκρωνυχίαν ὄρους φαμέν.

Ὁ Βῆλος ἐκ τοῦ Διὸς λέγεται εἶναι καὶ τῆς Ἰοῦς. Μέμνηται δὲ αὐτοῦ ἡ θεία γραφὴ ὀνομάζουσα αὐτὸν Βῆλα. Ἢ αὐτός ἐστιν ὁ Ζεὺς (οὗτος γὰρ παρὰ Πέρσαις ὁ Ζεὺς), ἦ ὁ αὐτὸς τῷ Ἀγήνορος ἀδελφῷ, περὶ οὗ ἐχρήσθη αὐτοῖς, ὡς καταβληθήσονται, ὅταν τὸ μνῆμα αὐτοῦ ἀνασκαφῇ. Τὸ δὲ ἀργύρῳ ἀσκήσασαἢ

456
ταῖς εἰσόδοις ἢ τοῖς εἰδώλοις ἢ τοῖς προβιβλη· ἢ ὅτι ξανθὴν ἔχει χροιὰν ἢ ὅτι πρὸς τὴν μένοις τῶν μετάλλων.

Ὀφιήτιδα δὲ πέτραν φησὶν ἢ τὸν τάφον τοῦ Βήλου, ὃν ἱδρύσαντο ὄφιν ἐν τῇ δεξιᾷ ἔχοντα, ἢ πέτραν οδτω καλουμένην διὰ τὸ ποικίλον, κλωβίον παρασαλευθὲν τῆς κατὰ φύσιν παραλλήλοω ὅθεν καὶ ὀφῖται κίονες λατομοῦνται.

Αὐσονίου] τοῦ Νέρωνος. Ἐπὶ τούτου γὰρ ἤκμαζεν ὁ Διονύσιος. Κράσσον γὰρ Ῥωμαίων στρατηγὸν ἀνεῖλον, ὃν ἐξεδίκησεν Αὔγουστος ὑποτάξας αὐτοὺς, ὡς μηδὲ δίχα Ῥωμαίων βασιλέα ἵσταντο. Χρόνῳ δὲ πολλῷ ὁ νόμος λέλυται.

Πέρση ἐξ Ἀνδρομέδας γίνεται υἱὸς, ὃν ὁ πάπτπος Κηφεὺς παῤ ἑαυτῷ τρέφων Πέρσην ὠνόμασε, καὶ τελευτῶν αὐτῶ κατέλιπε τὴν τῶν Κηφήνων ἀρχήν. Χαλδαῖοι δὲ ἐπιθέμενοι αὐτῷ ἐξήλασαν τῆς χώρας. Ὁ δὲ τῶν Κηφήνων οὐκ ὀλίγους ἐπαγαγόμενος ἀπῆλθεν εἰς τὸ Ἀργείων ἔθνος, καὶ στασιάζοντας εὑρὼν προσθέμενός τε θατέροις κρατεῖ, καὶ Πέρσας ἀφ᾿ ἑαυτοῦ ὀνομάζει. Καὶ ἔσχεν υἱὸν Ἀχαιμένεα, ἀφ᾿ οὗ Ἀχαιμενίδαι οἱ Πέρσαι ἐκλήθησαν.

Ἕλκων Ἰνδὸν ὕδωρ ἀπὸ Ἰνδῶν ἐξιῶν ἐπὶ Σοῦσα δι᾿ ἀδήλων. Οὐδεὶς δὲ πίνει έξ αὐτοῦ πλὴν τοῦ βασιλέως.

Τινὲς μέχρι τὸ Περσικὸν ἀναγινώσκουσι, μέσην ἐκεῖ στίζοντες, καὶ οὕτω φασὶ τὸ ἐξῆς· παρὰ τὸ χεῦμα τὸ Περσικὸν, τὸ εἰς τὸν ὠκεανὸν ὂν, ἐπειδὴ ἡ Ἐρυθρὰ θάλασσα ἀνατολικωτάτη οὖσα πλησίον ὠκεανοῦ ἐστιν· ὡς πρὸς τὸ χεῦμα δὲ τῆς Περσικῆς θαλέσσης οἰκοῦσιν οἱ Καρμανοί.

Πσταλήνην ὡς τὸ Πριήνην· τινὲς δὲ ὀξυτόνως Παταληνὴν φασιν.