Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Παρνησοῖο] Τὰ κρείττονα τῶν ἀντιγράφων ἢ Παρπάνισαον γράφουσι προπαροξυτόνως, ὄρος ὂν Ἰνδικὸν, ἦ Παρπαμισσόν ὀξυτόνως διὰ τοῦ μ.
Ἀριηνούς] οὕτω καλουμένους πάντας ὁμοίως Ἀριηνούς· εἶπε γὰρ ἄνω Ἐρυθραίων Ἀριηνῶν· πάντας τοὺς Ἀριηνοὺς καλουμένους ὁμοιῶς· ἀλλ᾿ ὅμως ἀφορμαὶ καὶ ὁδοὶ τοῦ βίου πολλαί εἰσι τοῖς ἀνθρώποις.
Σαπφείροιο] Γένη δύο φησὶ σαπφείρων, τῆς τε χρυσιζούσης καὶ τῆς κυανῆς.
Ψάμμον] τὴν λεγομένην χρυσῖτιν, ἀφ᾿ ἧς ἑψοῦται ὁ χρυσός.
Καὶ τοὺς σπειρομένους τόπους εὐθαλεῖς λειμῶναςλέγει.
Κγχρος] Ειδος ἀρώματος ἡ κέγχρος. Ἐρυθραίου] Ἐρυθρὰν φύεται.
Ῥόμβος ἐνταῦθα μὲν σχῆμα γεωμετρικὸν, τέσσαρας πλευρὰς διαμέτρους ἔχων, καθὰ ξύλινόν τι θέσεως τῶν πλευρῶν, τοιοῦτόν τι σχῆμα ῥόμβου ἀποτελεῖ. Ἔστι καὶ ἰχθὺς ῥόμβος λεγόμενος· ἔστι καί τις τροχὸς ῥόμβος λεγόμενος, ὃν στρέφοντες καὶ ἱμαντίῳ τύπτοντες ἐκτύπουν. Ἔστι ῥόμβος καὶ φαρμακίδων τροχὸς παρὰ Θεοκρίτῳ, καταγοητευόμενος ἐν τῷ στρέφεσθαι.
1139. Ὑδέσπου Χρυσίππη διὰ [μῆνιν] τῆς Ἀφροδίτης εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ γεννήσαντος Ὑδάσπου καὶ μὴ στέγουσα τοὺς παρὰ φύσιν ἔρωτας, νυκτὸς βαθείας τῷ προειρημένῳ συνῆλθε, τῆς τροφοῦ συνεργούσης. Περὶ τῶν συμβεβηκότων οὖν ὁ βασιλεὺς ἀθυμήσας τὴν μὲν ἐνεδρεύσασαν αὐτὸν γραῦν ζῶσαν κατέχωσε, τὴν δὲ θυγατέρα σταυρώσας διὰ λυπῆς ὑπερβολὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἰνδὸν, ὃς ἀπʼ αὐτοῦ Ὑδέσπης μετωνομάσθη· τωνομάσθη· ἔστι δὲ τῆς Ἰνδίας καταφερόμενος εἰς τὸν Σαρωνικὴν Ἀρότην. Γεννᾶ δὲ ἐν αὑτῷ λίθους λύχνους καλουμένους· ἐλαιώδης δέ ἐστι τὴν χροιὰν καὶ ξεστὸς πάνυ· σελήνης δὲ αὐξανομένης πρὸς μελῳδίαν αὐλῶν εὑρίσκεται. Χρῶνται δὲ αὐτῷ οἱ ἐν ἐξοχῇ τυγχάνοντας. Εὑρίσκεται δὲ αὐτοῦ παρὰ τὰς καλουμένας Πύλας βοτάνη παρόμοιος ἡλιοτροπίῳ· ταύτην λειοτριβοῦντες τῶ χυλῷ τοῖς καύμασιν (εὑρίσκονται καὶ) ἀλείφονται καὶ φέρουσιν ἀκινδύνως καὶ εὐγενῶς τῆς περισσοτέρας θερμασίας τὴν ἀναθυμίασιν. Οἱ δὲ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας πόρνας σταυροῖς προσηλώσαντες εἰς αὐτὸν βάλλουσι, τὸν Ἀφροδίτης ὑμνὸν ᾄσαντες. Κατορύσσουσι δὲ κατ᾿ ἐνιαυτὸν γραῦν κατάκριτον παρὰ τὸν Θηρογόνον ὀνομαζόμενον λόφον· ἅμα γὰρ τῷ τὴν πρεσβῦτιν κατορυχθῆναι ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ρείας ἐξέρχεται καὶ τὰ περιιστάμενα τῶν ἀλόγων ζώων κατεσθίει.
Ἄορνιν] διὰ τὸ μὴ δέχεσθαι ὄρνιν ἐκ τοῦ πολλοῦ ὕψους ἢ διὰ τὴν θέρμην τοῦ ἡλίου, ἐπειδὴ ἐκεῖ πρῶτον ἀνατέλλει, καὶ οὐ φέρουσι τὴν θερμασίαν αὐτοῦ.
Ἠλάσσοντο] αἱ νεβρῖδες τῶν Βακχῶν, εἰς ὄφεις ἢ ἀσπίδας. Αἱδὲ ζῶναιαὐτῶν, αἵτινες ἥλικες καὶ κληματίδες ἀμπέλου ἦσαν, ἢ τὸ διάζωμα, εἰς δράκοντας
Ἰσμηνοῖο] Ἰσμηνὸς ποταμὸς Βοιωτίας ἐν πόλει Θηβῶν. Ἀμφίονος γὰρ καὶ Νιόβης παῖς ὢν ὑπὸ Ἀπόλλωνος τοξευθεὶς καὶ ἀλγηδόνι συνεχόμενος ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμὸν, ὃς ἀπ᾿ αὐτοῦ Ἰσμηνὸς ὠνομάσθη.
Ἰστέον δὲ ὅτι ἄνεμοι εἰσὶ δώδεκα· ἐγείρονται δὲ ἐκ τῶν τεσσαρῶν περάτων, ἀνατολῶν, δυσμῶν, ἄρκτου καὶ μεσημβρίας. Πρῶτος ἀπηλιώτης, δεύτερος καικίας, τρίτος βορρᾶς ὁ καὶ θρᾷξ, τέταρτος ἀπαρκτίας, πέμπτος θρασκίας, ἕκτος ἰάπυξ, ἕβδομος ζέφυρος, ὄγδοος λίψ, ἔνατος λιβόνοτος, δέκατος νότος, ἑνδέκατος εὐρόνοτος, δωδέκατος εὖρος.
Ἔως τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἤτοι τοῦ στόματος τοῦ Πόντου ἀπὸ τοῦ Ἱεροῦ λεγομένου πενταστομίου τοῦ Ἱστρου ποταμοῦ τοῦ Πόντου στάδια γχμ΄, γινόμενα μίλια υπε΄.
Ἀπὸ δὲ Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου ἕως Ἱεροῦ Διὸς Οὐρίου, στάδια εχι΄, μίλια ψμϚ΄∠.
Ἀπὸ δὲ Χερσῶνος ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου στάδια ζ Ϡ΄, μίλια αρπϚ΄∠΄.
Ἀπὸ δὲ τῆς Πορθμίας κώμης τῆς ἐν τῷ τέλει τῶν τῆς Εὐρώπης τοῦ Πόντου μερῶν καὶ ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης, ἤτοι Βοσπόρου τοῦ Κιμμερίου, ἔως τοῦ Ἱεροῦ Διὸς Διὸς Οὐρίου στάδια μυρία καὶ αρ΄, μίλια αυπ΄.
Ἀκαὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως πόλεως Ἀμισοῦ, στάδια δυξ΄, μίλια χκα∠. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσιδος ποταμοῦ στάδια γωβ΄, μίλια φζ΄. Ἀπὸ δὲ τοῦ Φάσιδος ποταμοῦ ἕως τοῦ στομίου τῆς Μαιώτιδος λίμνης στάδια δρν΄, μίλια φνγ∠ Γίνεται δὶ ὁ πᾶς περίπλους Εὐξιίνου Πόντου τῶν δεξιῶν τῆς Ἀσίας μερῶν τοῦ Πόντου (τῶν τελευταίων) τῶν τε εὐωνύμων τῆς Εὐρώπης ἕως τοῦ Ἱεροῦ στάδια δισμύρια φπζ΄, μίλια γρμε΄. Ὁ δὲ περίπλους τῆς Μαιώτιδος λίμνης, εἰς ἣν τρέχει ὁ Τάναϊς ποταμὸς, στάδια θ, μίλια ασ΄.
Ἔστι δὲ τὸ στάδιον ἔχον μῆκος ὁποῖον ἐστὶ τὸ τοῦ ἱπποδρομίου. Τοιαῦτα δὲ ἑπτὰ καὶ ἥμισυ ποιοῦσι μίλιον ἕν.
Ὅτι κε μυριάδων καὶ δισχιλίων? σταδίων ἐστὶν ἡ περιήγησις τῆς γῆς, ὡς τῷ Ἐρατοσθένει δοκεῖ.
Ὅτι, ὁ ὠκεανὸς εἰς τέσσαρα πελάγη μερίζεται· εἰς τὸ Ἀτλαντικὸν, Κρόνιον τὸ καὶ νεκρὸν, Ἰνδικὸν Ἐρυθραῖόν τε ἢ Αἰθιοπικόν.
Ὅτι ιδ΄ κόλποι ἀπὸ τῆς δυτικῆς θαλάσσης ἕως τῆς Παμφυλίας· ἀπὸ δὲ τῆς Κρονίας θαλάσσης εἰς τὴν Κασπίαν τὴν καὶ Ὑρκανίαν ὁ Περσικὸς κόλπος κατέναντι τῆς Κασπίας καὶ ὁ Ἀρραβικός.
Πρῶτος ἀπὸ τῆς δύσεως ἀρχόμενος πόντος ὁ Ἰβηρικός· δεύτερος, ἐχόμενος τούτου, ὁ Γαλατικός· τρίτος ἐφεξῆς ὁ Λιγυστικός· δ΄ ἐφεξῆς τούτου πρὸς νότον ὁ Κυρνικός· ε΄ τούτου νοτιώτερος ὁ Σαρδῷος· Ϛ΄ ἐχόμενος τούτου πρὸς νότον ὁ Τυρρηνικός· ζ΄ ἀνατολικώτερος τούτου κυρτὸν ἐπιστρεφόμενος ὁ Ἰσσικός· η΄ ὁ Κρητικός· θ΄ ὁ Εὔξεινος πόντος.
Ἡ Λιβύη ἔρχεται ἀπὸ Γαδείρων καὶ λήγει εἰς Αἰθιοπίαν γῆν τῶν Ἐρεμβῶν.
Ὅτι Νεαπόλεις δ΄· α΄ τῆς Ἀφρικῆς, β΄ τῆς Καμπαίας, γ΄ τῆς Συρίας, δ΄ τῆς Αἰτωλίας.
Ὅτι αἱ Κυκλάδες νῆσοι ἑπτά· Σίφνος, Κύθνος, Πάρος, Σέριφος, Νέξος, Ἀμουργὸς, Δῆλος.
Ὅτι οἱ Σποράδες νῆσοι εἰσὶ δεκαέξ.
Ὅτι διὰ τριῶν μηνῶν φασι περαιοῦσθαι τὴν Ὑρκανίαν.
Ὅτι στενὰ τῆς Ἀσίας τὸ μεταδὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Περσικοῦ κόλπου.
Ὅτι αἱ Κασπίαι πύλαι πέτραι δύο εἰσὶ δίκηνπυλῶν, ἢ δύο ὄρη.
Ὅτιἡ Σινώπη τῶν Ἀσσυρίων ἐστὶν ἤτοι Παφλαγόνων.
Ὅτι τὸ μῆκος τοῦ Πόντου σταδίων ἐστὶ αρ΄ (sic), τὸ δὲ πλάτος γπ΄.
Τῆς Προποντίδος τὸ πλάτος σταδίων φ΄, τὸ δὲ μῆκος σταδίων αυ΄.
Ὅτι οἱ Φοίνικες πρῶτοι τὰ γράμματα ἐξευρόντες εἰς Ἕλληνας μετήγαγον.
Ὅτι ἄνεμοι γενικοὶ πνέουσι τέσσαρες· πρῶτος ἀπὸ τῆς ἄρκτου ὁ βορρᾶς, β΄ ἀπὸ τῆς μεσημβρίας ὁ νότος, τρίτος ἀπὸ τῆς ἀνατολῆς ὁ ἀπηλιώτης, τέταρτος ἀπὸ τῆς δύσεως ὁ ζέφυρος. Ἑκάστῳ δὲ τούτων δύο παράκεινται, ὡς εἶναι τοὺς πάντας δώδεκα.
Ἡ μὲν Αἴγυπτος ἔοικε δέλτα τριγώνῳ, ἡ δὲ Ἀλεξάνδρεια χλαμύδι στρατιωτικῇ, ἡ δὲ Ἰταλία κίσσῳ, ἡ μέντοι Νάξος φύλλῳ ἀμπέλου.