Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Σόλοι, πόλις Κιλικίας. Τὲ ἐνικὸν Σολεύς. Ἔστι δὶ καὶ πόλις Κύπρου Σόλοι, καὶ τὸ ἐθνικόν ἐστι Σόλειος. Ἡ δὲ Λυρνησσὸς κατὰ Πτολεμαῖον οὐ κεῖται ἐν Κιλικίᾳ, ἀλλ᾿ ἐν Παμφυλίᾳ.
Καλεῖ δὲ κᾶσαν Κοίλην ἀπὸ μέρους, ἣν καὶ μέχρι νῦν Κοίλην ὀνομάζουσι. Τὰς τρεῖς δὲ Συρίας λέγει, καὶ περὶ τῶν τριῶν τὸ συμβεβηκὸς ἐκτίθεται. Κοίλην δὲ Συρίαν καλοῦσι τὰ πέραν Ἀντιοχείας καὶ Ἀπαμείας· Ἀσσυρίους δὲ τοὺς πέραν Καππαδοκίας καὶ Μεσοποταμίας· Συρία δὲ ἐκλήθη ἀπὸ Σύρου τοῦ Αἰθίοπος, οἱ δὲ ἀπὸ Σύρου Χαλδαίου· οἱ δὶ τὴν παράλιον Συρίαν ἀπὸ Κιλικίας μέχρι Πηλουσίου πρώην Κιλικίαν λεγομένην· οἱ δὲ Ἀσσυρίους φασὶ τοὺς περὶ Βαβυλῶνα. — Φοίνικες καλοῦνται διὰ τὸ Ἐρυθραίων εἶναι ἀπόγονοι· μέτοικοι γὰρ οὗτοι τῶν Ἐρυθραίων. Οἱ δὲ ὕτι τῶν Ἀράβων εἰσὶν ἀπόγονοι τῶν πλησίον τῆς Ἐρυθρᾶς, τῶν ἔξω πρὸς Συρίαν καὶ οὐ τῶν Εὐδαιμόνων.
Πῶς οὖν ἀνωτέρω εἶπε περὶ τῶν Αἰγυπτίων, οἳ πρῶτοι γραμμῇσι πόλον διεμετρήσαντο; καὶ λέγομεν, ὅτι οἱ μὲν πρὸς ἀστρονομίαν, οἱ δὲ πρὸς ἐμπορίαν, καὶ οἱ μὲν τοῖς κύκλοις κατέτεμνον, οἱ δὲ μόνῃ τῆ κινήσει τῶν ἄστρων προσεῖχον.
Ἐλαία, πόλις τῆς Ἀσίας Αἰολικὴ Περγαμηνῶν ἐπίνειον, ἡ καὶ Δανοῒς ὠνομάζετο, Μενεσθέως κτίσμα. Ἔστι καὶ ἑτέρα Ἰταλίας διὰ τοῦ ε ψιλοῦ, ἐξ ἧς Ἐλεᾶται, τῆς δὲ προτέρας Ἐλαἵται. Ἐστι καὶ πόλις Φοινίκη Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων· καὶ Βιθυνίας ἐπίνειον, πλησίον Μυσίας· ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς.
Οὕτως ὁ Ἑλλάδιος· βήρ γὰρ τὸ φρέαρ παῤ Ἀσσυρίοις. Οἱ δὲ ὅτι βηρύτου τήν ἰσχύν φασι. — Bοστρηνὸς ποταμὸς Σιδῶνος, ἀφ᾿ οὗ καὶ πόλις Βόστρα ἐκλήθη.
Βύβκις ἀρχαιοτάτη πόλις εἴρηται, καὶ ὅτι τὰ ἐν αὐτῇ ἀποτιθέμενα βιβλία ἄσηπτα διεφύλαττε, καὶ ἐπὶ τούτῳ ---ἀπένειμον αὐτῷ Φοίνικες ἐφ᾿ ᾧ τὰς παῤ αὐτοῖς βίβλους φυλάνειμον· οἱ δέ φασιν ὅτι ἡ Ἶσις ἀπὸ τῆς Αἰγύπτου παραγενομένη ἐκεῖ καὶ κλαίδυσα τὸν Ὄσιριν τὸ διάδημα τῆς κεφαλῆς ἀπέθετο, βύβλινον ὑπάρχον ἀπὸ τῆς ἐν τῷ Νείλῳ φυομένης βύβλου· ἢ ὅτι πολλή βύβλος ἐκεῖσε φύεται, ἤτοι πάπυρος.
Τέμμεαμ ἤτοι τὰ μεγάλα στενώματα. Κυρίως γὰρ τὰς διόδους καὶ τὰ στενώματα λέγει τῶν δρῶν. Δάφνην δὲ οἱ μέν τὴν Λαοδίκειαν λέγουσιν εἶναι, οἱ δὲ προάστειον εἶναι Ἀντιοχείας.
Δύο δέ εἰσιν Ἀραβίαι, ἡ μὲν ἑῴα ἀρωματοφόροε, μεταξὺ Περσικῆς καὶ Ἀραβικῆς θαλάσσης, ἡ δὲ μᾶλλον δυτικὴ, συνάπτουσα πρὸς μέν τὴν δύσιν Αἰγύπτῳ, πρὸς δὲ ἄρκτον Συρία.
Ἡ δὲ Ἔλανα πόλις ἐστὶν ἐν τῷ ἐνδοτάτῳ τόπῳ τοῦ Ἀραβικοῦ κόλπου. Καλοῦνται δὲ οἱ ἐνοικοῦντες Ἐλάσιοι.
Τὸ ἐτάνυσεν οὐκ ἀντὶ τοῦ ἐνεδύσατο νοητέον, ἀλλ᾿ ἀντὶ τοὐ ἐξεκρέμασε.