Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὑδ ατόισσαν γὰρ τὴν πρασίζουσάν φησιν, ὡς ἠερόεσσαν τὴν σκοτεινήν, τῷ δὲ διαφόρῳ ἐπιθέτῳ τὴν διάφορον φύσιν τοῦ λίθου παρέστησεν.

Σιαλώδεα] Ὁ γὰρ Κέρβερος ἀναγόμενος ἐξ ᾍ ὑπὸ τοῦ Ἡρακλέος θεασάμενος τὸ φῶς ἤμεσεν, ὡς μέν τιθές φασι, ἀφρόν τινα, ὅστις ἐβλάστησε τὴν ἀκόνιτον βοτάνην δηλητηριώδη τυγχάνουσαν ἐν τῇ χώρᾳ τῶν Μαριανδυνῶν· τρεῖς γὰρ κάθοδοι πρὸς ᾅδην· ἐκ γὰρ τοῦ Ταινάρου κατῆλθεν ὁ Ἡρακλῆς εἰς τὸν ᾅδην καὶ ἀνῆλθεν ἐκ τῆς Μαριανδυνῶν καθόδου.

Μυσίδοςαἴης] Μυσίδα δὲ τὴν μικρὰν Βιθυνίαν λέγει. Ἐνταῦθα καὶ ἴρη αὐτῆς τὰ νῦν καλούμενα Ὀλύμπια. Ὁ δὲ Κίος ποταμὸς Μυσίας, ἤτοι μικρᾶς Βιθυνίας.

Αἰολίδος ἤθεα γαίης] Οὗτοι μὲν πρώην ᾤκησαν τὴν Θεσσαλικήν, ἐδέξαντο δὲ καὶ τοὺς ἀπὸ τῶν Ἐπιγόνων ἐκβληθέντας Καδμείους, οἳ τῶν πλησιοχώρων Θετταλῶν οὐχ ὑποφέροντες τὸν πόλεμον ἥκουσι πάλιν εἰς Θήβας. Ἀφʼ ὧν τινες εἰς Λέσβον διέβησαν. Εἰσὶ δὲ Αἰολεῖς οὗτοι· Σαγγαρεῖς, Ἀντάνδριοι, Τενέδιοι, Μολοσσοὶ, Περραιβοὶ, Αἰνιανοὶ, Αἴθικες. Αἰολεῖς δὲ λέγονται, ὅτι μετὰ διαφόρων γλωσσῶν ἐστράτευσεν Ὀρέστης Ἀγαμέμνονος κατʼ αὐτῶν---.

Μετὰ τὴν Αἰολίδα οἱ Κᾶρες, οὓς Ἴωνας λέγει. Οὗτοι οἰκοῦσιν ἐν Καρίᾳ, οἱ νῦν Θρᾳκήσιοι. Οἰκοῦσι δὲ ἐν μὲν τῇ Καρίᾳ γ΄, Μίλητον, Πριήνην, Μυοῦντα· ἐν Λυδία ς΄, Ἔφεσον, Λέβεδον, Κολοφῶνα, Φώκαιαν, Τέων, Κλαζομενάς.

Μίλητος δὲ τῶν ἐπιφανῶν τις ἦν ἐν Κρήτῃ, ἀφʼ οὗ καὶ πόλις ἐκεῖ Μίλητος, ὃς Μίνωος ἐπιστρατεύσαντος ἀπάρας τῆς Κρήτης κατάγεται εἰς Λυδίαν τῆς Ἀσίασ, οὖ οἰκήσας Οἰκοῦντα τὸν τόπον ὠνόμασι, καὶ ἱεπὸν Ἀφροδίτης ἱδρύσατο. Γαμςῖ δὲ Δοίην τὴν Μαιάωδρου, ἀφ᾿ οὖ ποταμὸς ἐν Καρίᾳ, καὶ ποιςῖ Κελάδωνα, δὲ ἄρξας Οἰκοῦντος τὸν πατέρα εἰς τὴν πλησίον νῆσον ἔθαψεν, οὗ καὶ αὐτὸς μετῳκίσθη κατὰ χρησμὸν, καὶ Μίλητον αὐτὴν ὠνόμασεν. Γέφυρα δὲ διορίζει τὰ νῦν Οἰκοῦντα καὶ Μίλητον.

Ὅτι δὲ ἐν Ἐφέσῳ Ἀρτέμιδι ἱερὸν ἐποίησαν αἱ Ἀμαζόνες, σὺν πολλοῖς ἄλλοις καὶ Καλλίμαχος (in Dian. 237) ἱστορεῖ. — Ἔφεσος δὲ ὠνόμασται ἀπό τινος Ἐφέσου ἐκεῖσε καπηλεύοντος καὶ φιλοξενοῦντος τοὺς παριόντας καὶ πάντα λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι· ἢ ἀπὸ Ἐφέσου Λυδῆς Ἀμαζόνος, ἢ πρώτη Ἄρτεμιν ἐτίμησε καὶ ὠνόμασεν Ἐφεσίαν ἢ ὅτι Θησεὺς συστρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱππολύτης ζωστῆρα, ἐδίωξε τὰς Ἀμαζόνας ἄχρι Λυδίας κἀκεῖ καταφυγούσας ἐπί τινα βωμὸν Ἀρτέμιδος τυχεῖν τῆς ἐφέσεως.

Κάλχας δὲ καὶ Λεοντεὺς καὶ Πολυποίτης ἀποχωροῦντες τῆς Τροίας ἦλθον εἰς Κολοφῶνα. Ὁ δὲ Κάλχας μαντικῇ νικηθεὶς ὑπὸ Μόψου τοῦ Ἀπόλλωνος τελευτᾷ. Ἡγούμενος δὲ αὐτῶν Μόψος ἀφικνεῖται εἰς Κιλικίαν, καὶ γήμας Παμφύλην τήν Καβδήρου θυγατέρα καὶ βασιλεύσας τὴν χώραν ἐκάλεσε Παμφυλίκν, καὶ πόλιν ἔκτισε Μόψου ἑστίαν καλουμένην.

Παραδόξως ἐν Ἀσπένδῳ συοκτονίαις τιμῶσι τὴν Ἀφροδίτην Ἢ διὰ τὸν Ἄδωνιν θύουσιν αὐτῇ χοῖρον· συῒ γὰρ ὁμοιωθεὶς Ἄρης αὐτὸν ἀπέκτεινεν. Ἢ ὅτι τοῦ Μόψου ἐξιόντος ἐπὶ θήραν ηὔξατο τὸ πρωτάγριον αὐτῇ θῦσαι, χοῖρον δʼ ἀγρεύσας ἔθυσεν αὐτῇ.

Μυθεύεται γὰρ ὅτι Βελλεροφόντης ποτὲ τοῦ ἐπίκλην λεγομένου Πηγάσου ἐπιβὰς ἵππου, ὃς ἐκ τῆς ἀγέλης τοῦ Ἡλίου ἐτύγχανε, θελήσας εἰς τὸν οὐρανὸν ἀνελθεῖν διὰ τὴν ἀλαζονείαν αὐτοῦ, καταβληθεὶς ὑπὸ τοῦ θεοῦ ἐν τῇ γῇ σὺν τῷ ἵππῳ ἔπεσεν, ὡς τοῦ ἵππου

455
πτερορρυήσαντος. Διὸ καὶ ὡς πρῶτος πατήσας ἐκείνην τὴν γῆν, τοιοῦτον ὄνομα κατέλιπεν ἐν αὐτῇ, ὅπου ταφῆναι καὶ τὸν Σαρδανάπαλον λέγουσιν. Ἐκεῖσε δέ ἐστι καὶ τὸ Ἀλήϊον πεδίον, οὖ καὶ ὁ Ποιητὴς ἐμνημόνευσε. Λέγεται δὲ ὡς Ταρσὸν καὶ Ἀγχιάλειαν ἐν μιᾷ ἡμέρᾳ Σαρδανάπαλος ἔκτισεν. Ἄλλως. Μεδούσῃ μιᾷ τῶν Γοργόνων Ποσειδῶν ἐμίγη. Αὕτη περὶ κάλλους ἐφιλονείκησε τῇ Ἀθηνᾷ. Ἡ δὲ δεδωκυῖα Περσεῖ τὰ ὑποδήματα τοῦ Ἑρμοῦ τὰ πτερωτὰ καὶ τὴν τοῦ Ἀϊδωνέως κυνέην ἐποίησεν αὐτὸν ἀποτεμεῖν τὴν αὐτῆς κεφαλήν. Καὶ ἐξῆλθεν ἐκ τοῦ αἵματος αὐτῆς ὁ Πήγασος, ὃν λαβὼν Βελλεροφόντης ἐθέλησεν εἰς τὸν οὐρανὸν ἀνελθεῖν, καὶ κατενεχθεὶς κατεάγη, καὶ ἐπλανᾶτο ὕστερον μαινόμενος.