Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Μεγέθει τὰς ἄλλας ὑπερβάλλουσαι. Διὸ τὰς πλησίον αὐτῶν οὐ νήσους, ἀλλὰ νησιάδας καλεῖ ὑποκοριστικῶς. Καλοῦνται δὲ οὕτως οἱ μὲν τῆς Βρετανίας, Ἰουερνία καὶ Ἀλουίων, αἱ δὲ νησιάδες ἀνωνύμως εἴρηνται.
Ἐρίβρομον διὰ τὸν ἐν τοῖς μυστηρίοις αὐτῶν γινόμενον ἦχον. Ὡσαύτως δὲ καὶ Πρίαπος παρὰ Θεοκρίτῳ (Ι, 2) ὁ αὐτὸς εἶναι λέγεται.
Εὐαν λέγουσιν ἐπίφθεγμα ὕμνου εἰς τὰ Διονύσια τελούμενον. Εἰραφιώτην τὸν Διόνυσόν φησι, διὰ τὸ ἐρράφθαι τῷ μηρῷ τοῦ Διός. Οἱ δὲ ἀπό τινος πόλεως οὕτω καλουμένης Εἰραφίας.
Ἐκ τῶν Βρεττανίων ἐπὶ τὰ βορειότερα μέρη μᾶλλον ἔνεισι καὶ Θούλην, ὅπου φασὶ τὸν ἥλιον ἐπὶ τὰς ἄρκτους ἥκοντα παρατείνειν ἐπὶ πολὺ τὴν θερινήν ἡμέραν. Εἴκοσι γὰρ ὡρῶν ἰσημερινῶν αὐτὴν ποιεῖ ἐκεῖ καὶ τεττάρων τὴν νύκτα, χειμῶνος δὲ τὰ ἀνάπαλιν. Ἐκεῖθεν δὲ κατὰ προσθήκην αὔξει καὶ γίνεται μείζων ἑαυτοῦ τῆς ἡμέρας ὁ χρόνος, ἕως ἂν κατὰ κορυφῆς γενόμενος ὁ βόρειος πόλος ἀποτελέσῃ τὴν ἑξάμηνον ἡμέραν τε καὶ νύκτα.
Ἔνθα μὲν ἠέλ.] Θέρους γὰρ ὁδεύει τὰ ἀρκτῶα μέρη ὁ ἥλιος· διὸ τὸ ἐπίμηκες τῶν ἡμερῶν, πρὸς ἐκεῖνα γὰρ τὸ κλίμα οὕτω φαίνει ὁ ἥλιος. Οὕτως δέ τινες καὶ τὸ παῤ Ὁμήρῳ ἀμφίβολον ἐξηγήσαντο (Od. λ, 19)· « ἀλλʼ ἐκὶ νὺξ ὀλοὴ τέταται ». καὶ τό (Od.
Αοξόν, ὥστε μή καταδύεσθαι, ὅτι περὶ τοῦτο κυκλοτερὴς στρεφόμενος οὐ δύεται.
Ἀειφανὲς δὲ διὰ τὸ ἀφανῆ εἶναι τὰ βόρεια. Ἀνατέλλων, φησὶν, ὁ ἥλιος ἀπὸ τῶν βορειοτέρων κάμπτει ἕως τὸ μεσουράνιον, καὶ πάλιν ἔρχεται ἐπὶ τὰ βόρεια δύων. Καὶ οὕτω συμβαίνει αὐτὸν περικάμπτειν τὸν οὐρανόν. Καὶ ὅτε ἐστι, φησὶν, εἰς τὸν θερινὸν τροπικὸν ὁ ἥλιος, ὅλος ὁ κόων ἄνω ἐστὶ, καὶ γάνεται τοῖς ἐκεῖσε ἑξαμήνου φῶς τὰς νύκτας καὶ τὰς ἡμέρας.
Ἕως οὗ ἔλθῃ, φησὶ, πρὸς τοὺς Αἰθίοπας, ἀντὶ τοῦ ἕως ἂν ἔλθη εἰς τὸν ἰσημερινὸν κύκλον, ὃ ἔστιν εἰς τὴν ἀρχὴν τοῦ ζυγοῦ. Νεύων γὰρ ἐκεῖθεν ὡς ἐπὶ τοὺς Aἰθίοπας ἀποτελεῖ τοῖς ἐπὶ τὸν βόρειον ὠκεανὸν--- πόλον τείνων ἐπιμήκη τὴν νύκτα. Ἴσως οὖν Αἰθίοπας λέγιι τὸ νότιον ἡμικύκλιον. Τὸ γὰρ ἐπικείμενόν ἐστὶ τὸ βόρειον.
Κωλιάδος] Ἀφροδίτης. Τορρηνοὺς νικήσαντες Ἀθηναῖοιἔλαβον αἰχμαλωσίαν· μία δὲ γυνὴ τῶν Τυρρηνῶν ἐφίλησεν ἕνα καὶ φυγὼν ἔκτισε ἱερὰ τῇ Ἀφροδίτῃ ὀνομάσασα Κωλιάδα ἀπὸ τοῦ λυθῆναι τὰ κῶλα, ἢ ὅτι ἄλλου θύοντος, ἥρπασενὄρνεον τὸ κῶλον καὶ ἐκεῖσε ἀπέθετο.
Ἡ δὲ Ταπροβάνη τῆς Ἀφρικῆς νῆσος ἱερά χρυσῆ δὲ ἐντὶ τοῦ ἐρυθρά. Ταύτην δὲ Χρυσῆν χερσόνησον ὁ Πτολεμαῖος φησί· κεῖται δὲ ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν.
Φησὶ δὲ ὅτι ἐκεῖ κεῖται ὁ καρκίνος κατὰ τὸ ἑαυτοῦ κλίμα. Αἴθωνα δὲ αὐτὸν εἶπεν, ἤτοι διὰ τὸ τοῦ θηρίου διάπυρον, ἢ ὅτι ὁ ἥλιος ἐν αὐτῷ γινόμενος σφοδρῶς καίει. Κατὰ κύκλον δὲ, ἢ διὰ τὴν περι φέρειαν ἢ τὴν θερινήν τροπήν.
Ὤγυρις] νῆσός ἐστιν οὕτω καλουμένη. Μέμνηται δὲ αὐτῆς Ἀλέξανδρος ἐν Ἀσίᾳ λέγων·
Ἐρύθρας δ βασιλεὺς, ἀφ᾿ οὑ τὸ πέλαγος, ἦν τοῦ Δηριάδου, ὃς ἀντετάξατο Διονύσῳ ὑπὲρ Ἰνδῶν.
609 ]sq. Ἴκαρός ἐστιν ἱερὸν Διονύσου ἢ Ἀρτέμιδος ἢ Σαράπιδος διὰ τὸν Ἆπιν, περὶ τὴν Περσικὴν θάλασσαν. Ταυροπόλοιο] ἀπὸ Ταυροπόλεως οὕτω καλουμένης πόλεως. Φασὶ δὲ οὕτω τὴν Ἀφροδίτην, οἱ δὲ τὸν Διόνυσον, οἱ δὲ τὴν Ἀρτέμιδα, οἱ δὲ τὸν Ἀλέξανδρον, διὰ τῷ Βουκεφάλῳ ἵππῳ ἐποχεῖσθαι. — Ἰστέον δὲ ὅτι ἐν Ἰκαρίῳ Ταυροπόλου Ἀπόλλωνος μαντεῖον, ὥς φησι Στράβων (p. 766).
Ἀσία εἶρηται ἀπὸ τοῦ ἔσιν πολλὴν ἔχειν. Οἱ δὲ ἀπὸ Ἀσίας, μητρὸς Προμηθέως, καὶ ἡ Ἀττικὴ δέ Ἀσία πρώην ἐκαλεῖτο, ὡς ἱστορεῖ ὁ Διονύσιος ὁ Κυζικηνός. Οὐ μὴν ἀλλὰ καὶ Ποσειδωνία ἐκαλεῖτο, ὡς Εὐφορίων φησιν·
Ἀλλʼ ὥσπερ τὴν Εὐρώπην συνάπτων τῇ Λιβύῃ ἔλεγε τὸ σχῆμα κωνοειδὲς, οὕτω πάλιν καὶ τὴν Ἀσίαν φησὶν ἐσχηματίσθαι, εἴγε πρὸς τὰ δύο αὕτη διαιρεῖται. Τὸ δὶ ἑλκόμενον ἀντὶ τοῦ ἀποξυνόμενον· ὡς καὶ ἐπ᾿ ἐκείνων ἔλεγεν (vs. 278), « ὀξὺ μὲν ἑσπερίην, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσην »· ὅθεν καὶ ἐν ἀρχῇ ἔλεγεν (vs. 5)· « οὐ μὲν πᾶσα διαπρὸ περίδρομοι, ἀλλὰ διαμφὶς ὀξυτέρα βεβαυῖα ». — Ἄχρι γὰρ τῶν Διονύσου στηλῶν ἀπήρτισται ἡ Ἀσία. τοῦτο τὸ σχῆμα, καθὼς κἶπεν, ἀποτελοῦσα. Διὸ καὶ τὸ ἑξῆς οὕτως εἶπε· πυμάτοιο παρὰ ῥόον ὠκεανοῖο. Καίτοι οὐκ ἔχει ὁ ὠκεανὸς τέλος, ὅσπερ κύκλος ἐστίν. Ὁποῖον γάρ ἐστι τοῦ κύκλου τὸ τέλος, τοῦτο καὶ ἡ ἀρχή. Λεκτέον οὖν ὅτι πρὸς τὰ τῆς χώρας ἔσχατα καὶ τὸν ὠκεανὸν ληπτέον. Ὅπου γὰρ μέσος ἐστί τις τόπος, μέσος ὠκεανὸς λέγεται, ὅπου δὲ παρὰ τοῦτο, τελευταῖος.
Πλαταμὼν κυρίως λέγεται ἐπὶ θαλάσσης πέτρας ὑπομεικένας ἐχούσης.
Ἰστέον δὲ ὅτι ὁ Πτολεμαῖος οὐχ ὑποτίθεται περιέχεσθαι πᾶσαν τὴν Εὐρώπην καὶ Αιβύην ὑπὸ ὑδάτων, τὴν μέντοιγε Ἀσίαν πᾶσαν, χωρὶς τῶν ἀνατολικῶν μερῶν.
Μοῦσαι] Ὅμοιον εἰς τὰ τοῦ Ἀπολλωνίου (I, 22)· « Μοῦσαι δ᾿ ὑποφήτορες εἶεν ἀοιδῆς.»
Τινὲς δὲ τὸ κυμαίνοντος ἐπὶ τοῦ Καυκάσου νοοῦσιν ὡς ἐπιδεχομένου πολλὴν χιόνα, ἤτοι ὅτι ταῦ Καυκάσου καταπνεομένου ἐκ τοῦ βορρᾶ πήγνυται οὗτος ὁ ποταμός.
Τὸν Καύκασον περὶ τὴν Κρονίαν θάλασσαν ὑποτίθεται, καὶ μέρη αὐτοῦ τὰ Ῥιπαῖα βούλεται εἶναι, καὶ τὸν Καύκασον τμῆμα εἶναι τοῦ Ταύρου.
Ἀγραύλων γένος ὀΐων] Τὸ δὲ ὑπερβάλλον κρύος τοῦ τόπου ἐκείνου δηλῶσαι βουλόμενος εἶπεν αὐλιζομένων προβάτων· οὐδὲ γὰρ κρύος εἰς αὐτὰ ἐπέρχεται μὴ πολλοῦ γινομένου χειμῶνος, ὥς φησι Ἡσίοδος (Op. 516):« πώεα δʼ οὔτι, σὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν ἲς ἀνέμου βορέου. »
Εἰσὶ περὶ τὸν Ἵστρον οἱ Σινδοὶ, ὥς φησι Ἀπολλώνιος (4, 322).
Ἀρητιάδῃ] ἢ τῷ ἀπʼ Ἄρεος καταγομένῳ. Λέγει δὲ τῷ Ἀγαμέμνονι. Εἶχε γὰρ τὸ γένος ἀπὸ Πέλοπος καὶ Ἱπποδαμείας τῆς Οἰνομάου· ὁ δὲ Οἰνόμαος παῖς ἦν Ἄρεος. Λέγει δὲ τῷ πολεμικωτάτῳ Ἀγαμέμνονι Ἄρεος υἱῷ. Ἀσπληδόνιοι χειμασθέντες ἅμα Ἰαλμένῳ τοὺς τόπους ᾤκησαν, ὡς Φερεκύδης. Οἱ δὲ Μυρμιδόνας εἶναί φασιν ἀποπλανηθέντας ἀπὸ Τροίας μετʼ Ἀχιλλέως ἐκεῖ κατοικῆσαι.
Χάραξ δέ φησι πολλαῖς ναυσὶν ἐκπλεῦσαι τοὺς Ἀργοναύτας, ὧν ἀποπλανηθεῖσα μία ναῦς προσηράχθη τῇ Μαιώτιδι. Οἱ δὲ ἐμπλέοντες Τέλχις καὶ Ἄμφιτος ἡνίοχοι τῶν Διοσκούρων ὄντες αὐτόθι μείναντες ἦρξαν, ἀφʼ ὧν συνέβη τοὺς ἐνοικοῦντας ἐκεῖσε Ἡνιόχους καλεῖσθαι, Ὅθεν καὶ Διοσκουριὰς ἦν ἐκεῖσα λεγογένη ἡ πόλις, περὶ ἦς αὐτός φησι· μετὰ χθόνα Τυνδαριδάων.
Τὸ συμβαῖνον εἰς αἴτιον ἔγραψεν. Ἐπειδὴ γὰρ συμβαίνει τοὺς μετοικιζομένους μάχεσθαι τοῖς ἐντοπίοις, τοπίοις, μέχρι κατάσχωσι τὸν τόπον, διὰ τοῦτό φησι τὸ δῆριν ἔχοντες.