Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ἰστέον δὲ ὅτι Καμαρῖται ἐλέγοντο ἀπὸ πλοίων στρογγύλων, καμαρῶν λεγομένων, ἐφ’ ὧν ἐλῄστευον.

Ἀριανοὶ ἔθνος εἰσὶν οἱ παροικοῦντες τῇ Ἐρυθρᾷ, οὖς φασιν οἰκῆσαι πρὸς τὰ περὶ τὸν Καύκασον πεδία. Βέλτιον δὲ γράφεσθαι Ἀραβίησκνημῖδας· παρὰ γὰρ τῷ Ἀραβικῷ ὄντες τῆς Ἐρυθρᾶς οἰκοῦσιν. Ἐρυθραίων δὲ τῶν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης μετοικησάντων. Γίνεται δὲ παῤ αὐτοῖς σάπφειρος, ὡς φησιν ἐν τοῖς Λιθικοῖς·

  • καὶ γὰρ κυανέην πλάκα σαπφείροιο
  • ἐξεδάη περὶ κόλπον Ἐρυθραίων Ἀριηνῶν.
  • Οὗτος μὲν περίτροχον αὐτὴν λέγει εἶναι, ὁ δὲ Πτολεμαῖος (ποσειδώνιος? σφενδόνῃ ἐοικυῖαν. — Ταύτην δὲ τὴν Ὑρκανίαν θάλασσαν καὶ Πτολεμαῖος καὶ Ἀριστοτέλης ἐν τοῖς Μετεώροις νῆσον ὑποτίθενται εἶναι καὶ περιέχεσθαι ὑπὸ γῆς.

    Ἠερόεσσαν. δὲ αὐτὴν εἶπε πρὸς ἀντιδιαστολὴν τῆς ἑσπερίας, ἥτις ἐστὶ διαυγής.

    Ῥυτῆρας δὲ οἱ τοξόται λέγονται ἢ καὶ οἱ φύλακες παρὰ τὸ ῥύεσθαι, ὂ ἔστι φυλάττειν καὶ σώζειν.

    Γάλα δὲ εἶπεν λευκὸν διὰ τὸ πηκτῶδες· ἐν ἐκείνῳ γὰρ οὐχ ὁρᾶται σκιά.

    Οἱ δὲ Σῆρες οὗτοι τὸ σηρικὸν πωλοῦντες ἀποκρούονται τὸ τίμημα ἐπιγράψαντες τοῖς σακκίοις, καὶ ὁ ἔμπορος ἐξ ἐπιγραφῆς ποιεῖται τὰς ὑποκρίσεις.

    Ἔστι οὖν αὕτη πρόχυσις τοῦ Ἄλυος, ὡς καὶ ἡ Αἴγυπτος τοῦ Νείλου.

    Γράφεται θερμὸν ὕδωρ· ἀκαίρως. Ψυχρὸν γὰρ ὡς ἐπὶ τὰ ἀρκτῶα μέρη, ὥς που καὶ αὐτός φησιν ὑποκατιών.

    Ἐκλήθη Σινώπη διὰ τὸ ἐκεῖσε τὴν Σινώπην οἰκῆσαι καὶ κτίσαι πόλιν. Ἱστορεῖ γὰρ Ἀπολλώνιος (2, 946), ὅτι τὸν Δία ἡ Σινώπη ἐρῶντα ἠπάτησεν, μεθʼ ὃν καὶ Ἀπόλλωνα καὶ Ἅλυν ποταμὸν, παῤ ἐλπίδα αὐτοὺς τὴν παρθενίαν αἰτήσασα κατʼ ἐπαγγελίαν μισθοῦ τῆς συνουσίας. Ζεὺς δὲ, ἐπεὶ βουλόμενον αὐτῇ συνελθεῖν ἠπάτησεν, ἐποίησε πλανᾶσθαι αὐτήν. Ἐδέξατο δὲ ὁ Θερμώδων, κελεύσαντος τοῦ Διός. — Περὶ ταύτης δὲ τῆς Σινώπης εἶπον, ὅτι Ζεὺς καὶ Ἀπόλλων καὶ Ποσειδῶν ἤρων αὐτῆς. Ὡρίσθη γοῦν αἰτῆσαι ὅτι ἂν ἐθέλῃ. Ἐκείνη δὲ τὴν παρθενίαν αἰτήσασα, ὁ.

    454
    Ζεὺς---ταύτην μεταναστῆναι τῆς οἰκείας γῆς καὶ οἰκῆσαι Ἀσίας, οὗ οἰκήσας Οἰκοῦντα τὸν τόπον ὠνόμασε, καὶ ἐκεῖ. Κατʼ ἐπαγγελίαν δὲ τῆς συνουσίας αἰτῆσαι ἱερὸν Ἀφροδίτης ἱδρύσατο. Γαμεῖ δὲ Δοίην τὴν τοῦτο ἠθέλησεν. Ἐκέλευσεν οὖν τὸν Θερμώδοντα Μαιάνδρου, ἀφʼ οὖ ποταμὸς ἐν Καρίᾳ, καὶ ποιεῖ Κελάδνα, Καῦνον, Βυβλίδα. Ὧν ὁ Καῦνος οὐ φέρων ταύτην δέξασθαι.

    Ὑδ ατόισσαν γὰρ τὴν πρασίζουσάν φησιν, ὡς ἠερόεσσαν τὴν σκοτεινήν, τῷ δὲ διαφόρῳ ἐπιθέτῳ τὴν διάφορον φύσιν τοῦ λίθου παρέστησεν.

    Σιαλώδεα] Ὁ γὰρ Κέρβερος ἀναγόμενος ἐξ ᾍ ὑπὸ τοῦ Ἡρακλέος θεασάμενος τὸ φῶς ἤμεσεν, ὡς μέν τιθές φασι, ἀφρόν τινα, ὅστις ἐβλάστησε τὴν ἀκόνιτον βοτάνην δηλητηριώδη τυγχάνουσαν ἐν τῇ χώρᾳ τῶν Μαριανδυνῶν· τρεῖς γὰρ κάθοδοι πρὸς ᾅδην· ἐκ γὰρ τοῦ Ταινάρου κατῆλθεν ὁ Ἡρακλῆς εἰς τὸν ᾅδην καὶ ἀνῆλθεν ἐκ τῆς Μαριανδυνῶν καθόδου.

    Μυσίδοςαἴης] Μυσίδα δὲ τὴν μικρὰν Βιθυνίαν λέγει. Ἐνταῦθα καὶ ἴρη αὐτῆς τὰ νῦν καλούμενα Ὀλύμπια. Ὁ δὲ Κίος ποταμὸς Μυσίας, ἤτοι μικρᾶς Βιθυνίας.

    Αἰολίδος ἤθεα γαίης] Οὗτοι μὲν πρώην ᾤκησαν τὴν Θεσσαλικήν, ἐδέξαντο δὲ καὶ τοὺς ἀπὸ τῶν Ἐπιγόνων ἐκβληθέντας Καδμείους, οἳ τῶν πλησιοχώρων Θετταλῶν οὐχ ὑποφέροντες τὸν πόλεμον ἥκουσι πάλιν εἰς Θήβας. Ἀφʼ ὧν τινες εἰς Λέσβον διέβησαν. Εἰσὶ δὲ Αἰολεῖς οὗτοι· Σαγγαρεῖς, Ἀντάνδριοι, Τενέδιοι, Μολοσσοὶ, Περραιβοὶ, Αἰνιανοὶ, Αἴθικες. Αἰολεῖς δὲ λέγονται, ὅτι μετὰ διαφόρων γλωσσῶν ἐστράτευσεν Ὀρέστης Ἀγαμέμνονος κατʼ αὐτῶν---.

    Μετὰ τὴν Αἰολίδα οἱ Κᾶρες, οὓς Ἴωνας λέγει. Οὗτοι οἰκοῦσιν ἐν Καρίᾳ, οἱ νῦν Θρᾳκήσιοι. Οἰκοῦσι δὲ ἐν μὲν τῇ Καρίᾳ γ΄, Μίλητον, Πριήνην, Μυοῦντα· ἐν Λυδία ς΄, Ἔφεσον, Λέβεδον, Κολοφῶνα, Φώκαιαν, Τέων, Κλαζομενάς.

    Μίλητος δὲ τῶν ἐπιφανῶν τις ἦν ἐν Κρήτῃ, ἀφʼ οὗ καὶ πόλις ἐκεῖ Μίλητος, ὃς Μίνωος ἐπιστρατεύσαντος ἀπάρας τῆς Κρήτης κατάγεται εἰς Λυδίαν τῆς Ἀσίασ, οὖ οἰκήσας Οἰκοῦντα τὸν τόπον ὠνόμασι, καὶ ἱεπὸν Ἀφροδίτης ἱδρύσατο. Γαμςῖ δὲ Δοίην τὴν Μαιάωδρου, ἀφ᾿ οὖ ποταμὸς ἐν Καρίᾳ, καὶ ποιςῖ Κελάδωνα, δὲ ἄρξας Οἰκοῦντος τὸν πατέρα εἰς τὴν πλησίον νῆσον ἔθαψεν, οὗ καὶ αὐτὸς μετῳκίσθη κατὰ χρησμὸν, καὶ Μίλητον αὐτὴν ὠνόμασεν. Γέφυρα δὲ διορίζει τὰ νῦν Οἰκοῦντα καὶ Μίλητον.

    Ὅτι δὲ ἐν Ἐφέσῳ Ἀρτέμιδι ἱερὸν ἐποίησαν αἱ Ἀμαζόνες, σὺν πολλοῖς ἄλλοις καὶ Καλλίμαχος (in Dian. 237) ἱστορεῖ. — Ἔφεσος δὲ ὠνόμασται ἀπό τινος Ἐφέσου ἐκεῖσε καπηλεύοντος καὶ φιλοξενοῦντος τοὺς παριόντας καὶ πάντα λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι· ἢ ἀπὸ Ἐφέσου Λυδῆς Ἀμαζόνος, ἢ πρώτη Ἄρτεμιν ἐτίμησε καὶ ὠνόμασεν Ἐφεσίαν ἢ ὅτι Θησεὺς συστρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱππολύτης ζωστῆρα, ἐδίωξε τὰς Ἀμαζόνας ἄχρι Λυδίας κἀκεῖ καταφυγούσας ἐπί τινα βωμὸν Ἀρτέμιδος τυχεῖν τῆς ἐφέσεως.

    Κάλχας δὲ καὶ Λεοντεὺς καὶ Πολυποίτης ἀποχωροῦντες τῆς Τροίας ἦλθον εἰς Κολοφῶνα. Ὁ δὲ Κάλχας μαντικῇ νικηθεὶς ὑπὸ Μόψου τοῦ Ἀπόλλωνος τελευτᾷ. Ἡγούμενος δὲ αὐτῶν Μόψος ἀφικνεῖται εἰς Κιλικίαν, καὶ γήμας Παμφύλην τήν Καβδήρου θυγατέρα καὶ βασιλεύσας τὴν χώραν ἐκάλεσε Παμφυλίκν, καὶ πόλιν ἔκτισε Μόψου ἑστίαν καλουμένην.

    Παραδόξως ἐν Ἀσπένδῳ συοκτονίαις τιμῶσι τὴν Ἀφροδίτην Ἢ διὰ τὸν Ἄδωνιν θύουσιν αὐτῇ χοῖρον· συῒ γὰρ ὁμοιωθεὶς Ἄρης αὐτὸν ἀπέκτεινεν. Ἢ ὅτι τοῦ Μόψου ἐξιόντος ἐπὶ θήραν ηὔξατο τὸ πρωτάγριον αὐτῇ θῦσαι, χοῖρον δʼ ἀγρεύσας ἔθυσεν αὐτῇ.

    Μυθεύεται γὰρ ὅτι Βελλεροφόντης ποτὲ τοῦ ἐπίκλην λεγομένου Πηγάσου ἐπιβὰς ἵππου, ὃς ἐκ τῆς ἀγέλης τοῦ Ἡλίου ἐτύγχανε, θελήσας εἰς τὸν οὐρανὸν ἀνελθεῖν διὰ τὴν ἀλαζονείαν αὐτοῦ, καταβληθεὶς ὑπὸ τοῦ θεοῦ ἐν τῇ γῇ σὺν τῷ ἵππῳ ἔπεσεν, ὡς τοῦ ἵππου

    455
    πτερορρυήσαντος. Διὸ καὶ ὡς πρῶτος πατήσας ἐκείνην τὴν γῆν, τοιοῦτον ὄνομα κατέλιπεν ἐν αὐτῇ, ὅπου ταφῆναι καὶ τὸν Σαρδανάπαλον λέγουσιν. Ἐκεῖσε δέ ἐστι καὶ τὸ Ἀλήϊον πεδίον, οὖ καὶ ὁ Ποιητὴς ἐμνημόνευσε. Λέγεται δὲ ὡς Ταρσὸν καὶ Ἀγχιάλειαν ἐν μιᾷ ἡμέρᾳ Σαρδανάπαλος ἔκτισεν. Ἄλλως. Μεδούσῃ μιᾷ τῶν Γοργόνων Ποσειδῶν ἐμίγη. Αὕτη περὶ κάλλους ἐφιλονείκησε τῇ Ἀθηνᾷ. Ἡ δὲ δεδωκυῖα Περσεῖ τὰ ὑποδήματα τοῦ Ἑρμοῦ τὰ πτερωτὰ καὶ τὴν τοῦ Ἀϊδωνέως κυνέην ἐποίησεν αὐτὸν ἀποτεμεῖν τὴν αὐτῆς κεφαλήν. Καὶ ἐξῆλθεν ἐκ τοῦ αἵματος αὐτῆς ὁ Πήγασος, ὃν λαβὼν Βελλεροφόντης ἐθέλησεν εἰς τὸν οὐρανὸν ἀνελθεῖν, καὶ κατενεχθεὶς κατεάγη, καὶ ἐπλανᾶτο ὕστερον μαινόμενος.