Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ἀχελώῖος] Φασὶ γὰρ τὰς Ἐχινάδας, ὑπὸ τοῦ Ἀχελῴου κεχῶσθαι. Ἐχρηματίσθη ὃε τῷ Ἀλκμαίωνι νῆσον οἰκῆσαι, ἣν οὐκ εἶδεν ἥλιος.

Ἀμνισοῖο] Ἀμνισὸς ποταμὸς Κρήτης· καὶ Ὅμηρος (Od. τ, 188)· « στῆσε δ᾿ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίας.

Ἑτέρωθεν λέγει τὴν Κάρπαθον, διὰ τὸ βορείαν αὐτὴν κεῖσθαι. Ἡ γὰρ Αἴγυλα καὶ ἄλλαι πρὸς δύσιν τῆς Κρήτης κεῖνται, ἡ δὲ Κάρπαθος κατ᾿ ἀνατολὰς, τουτέστιν ἑτέρωθι τῆς δύσεως. Ἄλλως. Ἥ Κάρπαθος ἀνατολικωτέρα τῆς Κρήτης κεῖται διὸ καὶ τὸ ποτὶ ζόφον πρὸς βορρᾶν λέγει. Καὶ γὰρ Ὅμηρος (Od. ι, 23.) τὴν Ἰθάκην καὶ τὰς περὶ αὐτὴν νήσους πρὸς ζόφον εἶπε κεῖσθαι αὕτη δὲ πρὸς βορρᾶν αὐτῶν κεῖται. Ὅμηρος·

  • αὐτή δὲ χθαμαλή πανυπερτάτη εἰν ἁλὶ κεῖται,
  • πρὸς ζόφον· αἱ δὲ τʼ ἄνευθε πρὸς ἠῶ τ᾿ ἠελιον τε.
  • Ἄντα δὲ πέζης] Καταβαίνει ἐπὶ τὰ ἑξῆς τῆς Ῥόδου τὰ πρὸς ἕω κείμενα. Παρίησι δὲ αὐτῶν τὰ ὁρώμενα καὶ ἀνώτερα.

    Ἡ δὲ Ἰηλυσὸς πόλις Ῥόδου ἐςτίν. Ὀξυτόνως δὲ ἀναγνωστέον. Καὶ Ὅμηρος Λίνδον Ἰηλυσόν τι.

    Τὸ δὲ Σούνιον τῆς Ἀττικῆς ἀκρωτήριον· καὶ « Σούνιον ἄκρον Ἀθηναίων » Ἀριστοφάνης.

    Ἅστυ Διωναίης Ἀφρ.] κιραστὶν αὐτὴν καλουμίνην ῷκισιν Ὕων Αἰγύπτιος, οὖ οἱὸς Κέττης ἄκαις τελευτᾷ. Κέφαλος δὲ ὁ Πανδίονος καὶ Ἕρσης εἰς τὴν Ἀσίαν οἰκῶν ἔσχε παῖδας Ἀῷον καὶ Πάφον, ὅς διαβὰς εἰς αὐτήν πόλιν κτίζει Πάφον, οὗ υἱὸς Κινύρας προσέσχε τὴν νῆσον καὶ Πυγμαλίων Φοίνιξ, οὗ θυγατέρα Θυμαρέτην γαμεῖ Κινύρας, καὶ ποιεῖ Ὀξύπορον καὶ Ἄδωνιν, ὃν ὑπὸ συὸς ἀποθανόντα λέγειν ἔπεισεν ὡς ἥρπασται ὑπὸ Ἀφροδίτης, καὶ πέμψας ἔθαψεν ἐν Βύβλῳ τῆς Φοινίκης παρὰ ποταμὸν, ὃς Ἄδωνις καλεῖται. Ἄλλως. Ἡ Κύπρος ἀνατολικωτέρα Ῥόδαυ· τὸ γὰρ πρὸς αὐγὰς πρὸς τὴν Ῥόδον ἐπανήγαγε πρὸς αὐγὰς οὖν τῆς Ῥόδου. Ἐκεῖ γὰρ συνακτέον. Παμφυλίουδὲ παῤ ὅσον εἰς Παμφν λίαν ἀποτερματίζεται ἡ θάλασσα.

    Τὴν δὲ μέτ᾿ ἀντολίηνδε] Ἐνταῦθα ψεύδεται· τῆς γὰρ Κύπρου οὐδὲ μία νῆσος ἀνατολικωτίρα κεῖται. Δεῖ οὖν, ὡς ὑπεδείξαμεν, ἀναστρέψαι τοὺς στόχους πρὸς τὸ σημαινόμενον.

    Εὐρώπης δ᾿ αἱ μὲν] Διεμέρισε τὰς τοῦ Αἰγαίου πόντου νήσους εἰς δύο, καὶ ἂς μέν φησι τῆς Εὐρώπης εἶναι, ἕσαι εἰς τὰ εὐώνυμα εἰσιόντι κεῖνται, ἂς δὲ τῆς Ἀσίας, ὅσαι ὁμοίως εἰς τὰ δεξιὰ κεῖνται.

    Ἀβαντιὰς ἔπλετο Μάκρις] τουτέστιν Εὔβοια. Οὕτω δὲ Μάκριν Ἀβαντιάδα φησὶ καὶ Καλλίμαχος (in Del. 20).

    Πεκάρηθος] πόλις δέ ἐστι Θρᾳκικὴ, ἥτις σὐ κεῖται ἐν τῷ τῆς χωρογραφίας πάνακι.

    Ὠγυγίη] Ἐξ ἀρχῆς τὴν Δήμητραν μεγάλως ἐτίμων.

    Δημήτερος ἀκτή] Κάρπιμος γὰρ ἡ Θάσος, οἱονεὶ δάσος, καὶ τροπῇ τοῦ δ εἰς θ θάσος· ἐξ εὗ Θάσιος ὁ πλούσιος, πλουσία καὶ γάρ ἐστιν ἡ Θάσος.

    Σάμος] Σάμοι τρεῖς, διάφοροι δὲ αὗται. Σάμος γὰρ Κεφαλληνίας, Σάμοι τῆς Ἰωνίσας, Σάμος Θρᾴκης ἡ καὶ Σαμοθρᾴκη καὶ Ἠλεκτρὶς ὀνομαζομίνη ἐκεῖ γὰρ Ἠλέκτρα ἡ Ἀτλαντιὰς τὸν Δάρδανον ἐγέννησε τῷ Διί.

    Τὸ Κυρβάντιον ἄστυ, τουτέστι ἡ Κυρβαντιὰς. Κυρβάντιον δέ ἐκλήθη ἄστυ ἀπὸ τοῦ ἐκεῖσε τῶν Κορυβάντων τελεῖσθαι μυστήριον.

    Αἳ δ᾿ Ἀσίης] αἱ προκείμεναι Ἀσίας Κυκλάδες εἰσί. Δυτικώτεραι γὰρ αὐτῆς εὑρίσκονται. Δεδόσθω γὰρ Ἀσίαν μέχρις ἐκεῖσε διήκειν. Τὸ λοιπὸν Αἰγαίου πελάγους ἐστὶ καὶ οὐκ ἔστιν Ἀσίας. Ἐν δὲ τῷ Αἰγαίῳ αἱ Κυκλάδες πρῶται. Πρώτην δὲ

    451
    αἶσαν εἶπεν· προτίμησιν γὰρ εἶχον ὑπὲρ τὰς ἄλλας εἰς τὰς ἐν Δήλῳ ἐτησίους θυσίας. Ταύτας τὰς Κυκλάδας ἐπώκησαν οἱ Ἀθηναῖοι καὶ ἡγήσαντο τῶν μὲν εἰς Κέων Θερσιδάμας, εἰς δὲ Σίφνον Ἀλκήνωρ, εἰς δὲ Ἀμοργὸν Νάξιοι, εἰς δὲ Ἄνδρον Κύναιθος καὶ Εὐρύλοχος, εἰς δὲ Κύθνον Κέστωρ καὶ Κεφαλῆνος, εἰς δὲ Πάρον Κλύτιος καὶ Μέλας, εἰς δὲ Δῆλον Ἀντίοχος, εἰς δὲ Νάξον Ἀρχέρτιμος καὶ Τεῦκλος, εἰς δὲ Ῥηναίαν Δήλων, εἰς δὲ Σύρον Ἱππομέδων, εἰς δὲ Μύκονον Ἱπποκλῆς. Ἄλλως. Τελέσας τὴν Εὐρώπην σὺν τῇ Λιβύῃ μεταβαίνει ἐπὶ τὴν Ἀσίαν, καὶ πρῶτον ἔρχεται ἐκ τῶν Κυκλάδων. Ἀμφὶς δὲ ἀντὶ τοῦ περὶ αὐτὴν οὖσαι τὴν Δῆολν.

    Σποράδες] διὰ τὸ σποράδην κεῖσθαι, ἢ πρὸς ἀντιδιαστολὴν τῶν Κυκλάδων Σποράδες καλοῦνται. Εἰσὶ δὲ αὐταί· Δόνουσα τὴς Ναξίας ἐγγύς ---.

    Ταῖς δʼ ἔκινῆσοιῆσοι ἔασιν Ἰωνίδες] Ταῖς Σποράσιν ἐπίκεινται αἱ Ἰωνίδες· οὐκ ἔχουσι δὲ τὴν ἐπιγραγὴν ἐν τῷ πίνακι.

    Ἥρης] Πάνυ γὰρ ἐν τῇ Σάμῳ ταύτῃ τιμᾶται ἡ Ἥρα. Ἐκαλεῖτο δὲ ἡ Σάμος Παρθενίη, ὅτι παρθένος οὖσα ἐκεῖ διέτριβε.

    Πελληναῖον ὄρος ἐστὶ τῆς Χίου. Λέγει δὲ πρὸς τὸ Πελληναῖον εἶναι οὐ τὴν νῆσον ἀλλὰ τὴν πόλιν.

    Ἐκεῖθι γὰρ ὑποτίθενται τὸν Ἀχιλλέα συνοικεῖν τῇ Διομήδη.

    Μακροβίων] Ἄποικοι γάρ εἰσιν οὗτοι τῶν ἐῴων Αἰθιόπων ἢ τῶν Ὑπερβορείων.

    Περὶ μὶν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἄτλαντος κατοικοῦσι οἱ θεοειδεῖς Αἰθίοπες, τῶν μακροβίων οἱ ἄψογοι υἱοί· οἵτινές ποτε μετὰ τὸν θάνατον τοῦ ἀγήνορος, ὃ ἔστι τοῦ αὐθάδους ἢ ὁπερηφάνου ἢ ἀλαζόνος, ὡς τῇ ἀνδρείᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε ᾤκησαν· ζῶντος μὲν γὰρ αὐτοῦ ἀοίκητος ἦν ἡ νῆσος διʼ αὐτόν. Τὸ δὲ βοοτρόφον Εὐρύθειαν διὰ τὰς ὑπὸ Ἡρακλέους ληφθείσας τοῦ Γηρύνος βοῦς· καὶ τὸ θεουδέες Αἰθιοπῆες ἢ διὰ τὸ μακροβίους εἰρῆσθαι τοὺς Ὑπερβορέους ἢ ὅτι ἀποχωρίζων αὐτοὺς, ὡς θεοειδεῖς, τῶν ἄλλων· ἄδικοι γάρ εἰσιν οἱ τῆς ἑσπερίας Αἰθιόπες.

    Τινὲς δὲ τὸ τῶν μακροβίων εἰρῆσθαι τῶν Ὑπερβορέων φασὶ, ἐπεὶ καὶ τούτων ὁ Καλλίμαχος (in Del. 282) ἱστορεῖ μακρὸν εἶναι τὸν χρόνον (λέγων) καὶ πολυχρονιώτατον.

    561. Ὅτι περὶ τὴν καλουμένην Ἱερὰν ἄκραν αἱ Κασσιτερίδες νῆσοι τυγχάνουσι (περὶ τὴν Εὐρώπην). Εἰσὶ δὲ αἱ νῆσοι αἱ Κασσιτερίδες καλούμεναι τὸν ἀριθμὸν, δέκα, ἃν αὐτὸς ἑσπερίδας φησίν. Ἐκεῖ γὰρ ἡ τοῦ κασσιτέρου ὤφθη γένεσις. Παρακείμεναι γὰρ τῇ Σπανία ἡ Ὀργενία ---.