Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Δοιαὶ δ᾿ Ἴσθμια] Ὅντινα Ἰσθμὸν ἀπὸ τοῦ Σικελικοῦ καὶ Αἰγαίου περιρρέεσθαί φησιν. Ἄλλως. Περὶ δὲ τὰ Ἴσθμια νῶτα, ἤτοι τὰ στενὰ, δύο θάλασσαι ἠχοῦσιν, ἥ τε Κορινθία καὶ ἡ Σαρωνική· ἥτις Κορινθία ἐξεναντίας τῆς Ἐφύρης πόλεως πρὸς τὴν δύσιν κατὰ τοῦ Ἀδριατικοῦ ἐστι πελάγους, ἥ τε Σαρωνικὴ συρομένη ἐστὶ πρὸς ἀνατολάς. Καὶ ταύτην τὴν Κορινθίαν Σαρωνίδα καλοῦσιν, ὡς μὲν Εὐφορίων φησὶν, ἐπειδὴ Σάρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατεκρημνίσθη εἰς θάλασσαν, καὶ διὰ τοῦτο Σαρωνικὸν κληθῆναι
Ἔνθεν καὶ Βορέης] Οὗτος ὁ Βορέας βασιλεὺς ἐγένετο τῆς Θράκης, καὶ ἥρπασεν ἐκεῖθεν τὴν Ὠρείθυιαν, καὶ μετεμυθεύθη εἰς τὸν ἄνεμον· καθάπερ καὶ Ἀῖδωνεὺς, ὁ τῆς Ἠπείρου βασιλεὺς, εἰς τὸν Πλούτωνα. Πρὸς ὃν λέγονται ἐλθεῖν Πειρίθους καὶ Θησεὺς, μετὰ δὲ τούτους Ἡρακλῆς διὰ τὸν Κέρβερον.
Μακηδονίης τε πόλ.] Ἡ οὖν Μακεδονία πρώην Ἠμαθία ἐκαλεῖτο ἀπὸ Ἠμαθίωνος τοῦ Διὸς καὶ Ἠλέκτρας· ὕστερον δὲ Μακεδονία ἀπὸ Μακεδόνος τοῦ Αἰακοῦ. Ἐκλήθη δέ ποτε καὶ Πηλαγονία.
Τῆς δʼ ὕπερ] Κατωτέρα γάρ ἐστι τῆς Δωδώνης ἡ Αἰτωλία, ἢ τῆς μεσογείας Ἠπείρου. — Διὰ γὰρ τῶν Ἐχινάδων ἐκβάλλει ὁ Ἀχελώῖος εἰς τὸ Ἰόνιον πέλαγος. Ἐχινάδες δὲ καλοῦνται αἱ νῆσοι, ὅτι ἔχεις πολλοί εἰσιν ἐν αὐταῖς, ἢ ἐπὸ Ἐχίονός τινος, ἢ διὰ τὸ τραχύτερον τῶν πετρῶν.
Τῇ δ᾿ ἔπι Φωκὶς ἄρουρα.] ἐπὶ τῷ πεδίῳ. — Ἐπειδὴ μέση ἐστὶ δύσεως καὶ ἀνατολῆς, ἀποκλίνουσα ὡς πρὸς βορέαν.
Παρὰ τῷ Κηφισσῷ ἐστιν ἡ Πυθία. — Ὡς ἔτι τοῦ δράκοντος ἐκεῖσε ὄντος, ἢ διατετυπωμένου αὐτοῦ τοῦ σώματος. Θηλυκῦς δὲ Δελφύνης δράκοντος εἶπεν ἀντὶ τοῦ ἀρσενικοῦ, ὡς καὶ ὁ Ποιητής (II. ο, 275)· λέων ἠῦγένειος· ὁ γὰρ ἄρρην γένειον οὐκ ἔχει. Ὁλκὸς ἡ περιπλοκὴ ἡ περὶ τὸν πόδα. Τινές δέ περιττὸν ἔλεγον τὸν στίχον· ὁλκὸς ἀπειρεσίῃσιν. — Ὁλκὸν δὲ ἢ τὸ οὐραῖον λέγει τοῦ δράκοντος, ἢ ἀπὸ ἔλλου τινὸς τεχνουργήματος τὸ ὅλον σῶμα ἀπεικαζόμενον.
Ἀνδράσι φαίνονται] Τοῦτο εἶπεν ὁ ποιητὴς; πρὸς ἂ ὑποτίθεται ἀόρατα, οἱονεὶ τὰ τῶν Κιμμερίων καὶ τῶν Ἀλανῶν καὶ τῶν Κυκλώπων. Ἀνδράσι δὲ ἀντὶ τοῦ ὑπὸ ἀνδρῶν, ἷνʼ δοτικὴ ἀντὶ γενετικῆς.
Ὑπὸ τὰς στήλας, ἵνα εἴπῃ πεπυκνωμένα κατὰ τὸ μέσον τῆς πορθμίδος. Ἴνα εἴπῃ· πόλις τὰ Γάδειρα ἒν τῇ νήσῳ κειμένη. Ἑξῆς καὶ ἡ νῆσος οὕτως ἐκλήθη. Εἰσὶ γὰρ καὶ ἑῷαι στῆλαι τοῦ Ἀλεξάνδρου. Καὶ τὸ αὐτὸ πάλιν πρὸς τὰ φαινόμενα καὶ πολλοῖς ὁμολογούμινσ.
Ὡς ἐμπορικοὶ γὰρ πάντα τόπον παρῆλθον οἱ Φοίνικες.
Ἡρακλῆα] Φοῖνιξ ἦν ὁ Ἡρακλῆς ὁ ἀρχαιότατος, ὥς φησιν Ἡρόδοτος (2, 44)· ἢ ὅτι ὁ Ἡρακλῆς εἰρήνευσε τὸν τόπον, ὅτε καὶ τὰς στήλας ἔστησε.
Κλῃζομένην Κοτινοῦσαν] Ἀπὸ τῆς ἀγριελαίου Φοίνικες ὠνόμασαν Γάδειρα, καὶ ἐνταῦθά εἰσιν αἱ στῆλαι τοῦ Ἡρακλέος. Αἱ δὲ τοῦ Διονύσου ἑῷαι. Ὁ δὲ Παρθένιος Βριάρεω τὰς στήλας φησὶν εἶναι·
Σαρδώ] ἀπὸ Σαρδόνος, ῦἱοῦ Ἡρακλέους. ᾨκίσθη δὲ ὑπὸ τῶν Ἰδήρων, εἶθ᾿ ὑπὸ τῶν Ἡρακλειδῶν, εἶθ᾿ ὑπὸ Καρχηδονίων. Ἴχνουσα δὲ ὠνομάζετο, ἐπεὶ ἴχνει ἀνθρώπου ὁμοία ἦν. Ἡρακλῆς δὲ ἐκεῖσε μετῴκισε τοὺς Θεσπιάδας, καὶ λεὼν ἀθροίσας, Καδμείους, Αἰτωλοὺς, Λοκρούς.
Τὴν δὲ μέτ᾿ Αἰόλου] Αἴολος ἀνὴρ ἐγένετο πολυχρόνιός τε καὶ ναυτικώτατος, προῖδεῖν ἀνέμους ἱκανὸς, καὶ ἱστία πρῶτος ἐξευρών· διὸ καὶ ταμίαν ἀνέμων αὐτὸν εἶναι λέγουσιν. Εἷς δὲ τῶν υἱῶν αὐτοῦ Ἰόκαστος τὸ Ῥήριον ἔκτισε, πόλιν πρώνη· Ἐρυθρὰν καλουμένην, ὡς ὁ Καλλίμαχος (fr. 202) « Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεον Αἰολίδαο, » Φιλόξενον δὲ τὸν Αἴολον εἶπεν, ἐπειδὴ τὸν Ὀδυσσέα ὑπεδέξατο, καὶ τοὺς ἀνέμους αὐτῷ παρέσχεν. Ἄλλως. Ἄρνην πρὸ γάμου κύουσαν ὁ πατὴρ Αἴολος εἰς Ἰταλοὺς ἐξορίζει. Μετάποντος δὲ ἄρχων τῶν τόπων γυναῖκα αὐτὴν ποιεῖται, τὴν πρότερον Σῖριν μετοικίσας εἰς τὴν ὁμώνυμον αὐτῇ πόλιν. Οἱ δὲ τεχθέντες ἐξ Ἄρνης, Βοιωτὸς καὶ Αἴολος, βουλήσει τῆς μητρὸς κτείνουσι τὴν Σῖριν, καὶ μετοικίζονται φόβῳ τοῦ Μεταπόντου· ἀλλʼ ὁ μὲν εἰς Βοιωτίαν ἅμα τῇ μητρὶ, ὁ δὲ πρὸς Λίπαρον τὸν τῶν πλησίων νήσων ἄρχοντα, ὅς καὶ υἱὸν αὐτὸν ποιεῖται καὶ μετὰ θάνατον τὰς νήσους αὐτῷ ἐᾷ, ἐξ οὗ Αἰολίδες ὠνομάσθησαν. Τούτων δὲ μία Ἱερὰ πῦρ ἀναδίδωσιν.
Εἰσὶ δὲ αὗται Στρογγύλη, Εὐώνυμος, Διδύμη, Φοινικώδης, Ἐρικώδης, Ἱερὰ Ἡφαίστου καὶ Λιπάρα.
Ἀονίῳτμηθεῖσα] τῷ Βοιωτικῷ τοῦ Ποσειδῶνος, ἐπειδὴ ἐν τῆ Βοιωτίᾳ ἐτιμᾶτο ὁ Ποσειδῶν· ὅθεν καί (II. β, 506)·
Ἰηπυγίνη μετὰ πέτρνη] Πέτραν δέ φησι τὴν Λευκήν. Τῆς γὰρ Ἰαπυγίας ἐστὶ χώρας. Πλησίον δὲ τῶν Λοκρῶν αὕτη ἡ πέτρα ὑπάρχει.
Δήεις ἰφθίμου Διομήδ.] Πρώην μεν γὰρ Ἵππιον ὠνομάζετο Ἄργος· νῦν δὲ Ἀργύριππα καλεῖται, ὡς Λυκόφρων φησί (592)·
Χαλψαμένης] διὸ ἔτρωσεν αὐτὴν ἐν τῶ πολέμῳ βοηθοῦσαν Αἰνείᾳ.
Θεσπρωτοῦ δὲ υἱὸς ἦν ὁ Ἄμπραξ, ἀφʼ οὗ ὅ τε κόλπος ὠνομάσθη Ἀμπρακικὸς καὶ πόλις Ἀμπρακία. Καὶ Κέρκυραι δὲ δύο εἰσὶν, ἡ μὲν λεγομένη νῦν Φαιακὶς, ἐν ἀρχῇ τοῦ Ἀδρίου, περὶ δὲ τὰ ἔνδον ἡ ἑτέρα ἡ
Ἀπὸ Χαλκίδος] Χαλκὶς πόλις τῆς Αἰτωλίας· καὶ ὁ Ποιητής· « Χαλκίδατ᾿ ἀγχίαλον· » ἥτοι τὴν Καλυδῶνα.