Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Συμπλήρωσις καὶ ἐπιφώνημα παρὰ τοῖς ῥήτορσι, παρὰ δὲ ποιηταῖς ἀπόθεσις, παρὰ δὲ φιλοσόφοις συμπέρασμα.

Ἐκ τούτου δῆλον, ὡς ἀμφίλοξόν ἐστι τὸ σχῆμα. Τὸ γὰρ ὧδε κἀκεῖσε διαφόρους αὐτὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου, καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερβάλλοντας τῷ μεγέθει τέσσαρας. Ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσάγεσθαι γῇ καὶ πέρατι τῷ Παμφυλίῳ· δεύτερον δὲ τὸν Ὑρκάνιον, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενον. Ἐστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξ ἐναντίου τὴν φύσιν ὥριζε· καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλαττεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. Ἢ τάχα διὰ ταῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον.

Συρόμενος Λιβύηθεν] Συρόμενος διὰ τῆς Λιβύης μέχρι τῆς Παμφυλίας· λέγει δὲ κατὰ τὸ εὐθύ παρακλίνεται γὰρ καὶ ποιεῖ τὸν Ἰόνιον κόλπον καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Εὐξείνου Πόντου. Ἀπὸ τῶν Γαδείρων καὶ τῆς Ἐρυθίας νήσου ἕως τοῦ Ἰσσικοῦ κόλπου ἐστὶν ὁ Ἰβηρικὸς, ὅς ἐστιν εἷς τῶν τεσσάρων, μείζων τῶν τριῶν· ἀπὸ γὰρ αὐτοῦ καὶ τὰ ἑξῆς πελάγη γίνονται, ὡς εἶναι αὐτὸν τῆς πάσης θαλάσσης γένεσιν.

Δεύτερος αὖτ᾿ ὀλίγος μέν] Κατὰ σύγκρισιν τοῦ ἀπὸ Γαδείρων μικρότερος εἴρηται· μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀράβιον κόλπον ἐστὶν ὁ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου ὠκεανοῦ πληρούμενος. Ἴσως δι᾿ ἀδήλων τόπων ἡ Κασπία ἐπὶ τὰ βόρεια (τὸ βορειότατον H, τὸ βορειότερον Q) ὀφείλει τετάχθαι περὶ Σκυθίαν, ὡς καὶ Ἀπολλώνιος (3, 859) περὶ Μηδείας· “ Κασπίῃ ἐνὶ κόχλῳ μήσατο. ” Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι.

Ἀτὰρ προφερέστατος] Ἐπ᾿ ὀλίγον μὲν συρόμενος, ὕμως ἐστὶ κρείττων τῶν ἄλλων· λέγει δὲ κατὰ τὸ σφοδρὸν τοῦ ῥεύματος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί (v. 721)· “ τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος.”

Ἄλλος δʼ Ἀραβικός] ὁ Ἐρυθραῖος, ὃς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς

434
Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων. Ἀμφοτέρων οὖν τούτων νοτιώτερος ὁ Ἀραβικὸς, ὃς καὶ Ἐρυθραῖος καλεῖται· πρὸς γὰρ τῇ διακεκαυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ.

Ἐγγύθι κόλπος] ἤτοι πρὸς δύσιν, ἢ ἐπεὶ μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. Ἐνταῦθα δὲ τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, ἀνακρουόμενον δὲ κατὰ παλίρροιαν αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός (2, 11) φησιν· ὅθεν νῦν Κλύσμα λέγεται.

Ἀντὶ τοῦ κατὰ νότια μέρη κείμενος ἐξ ἐναντίας τοῦ Εὐξείνου πόντου. Ὑψηλότερον γάρ ἐστι τὸ Περσικὸν πέλαγος τοῦ Ἐρυθραίου, ὥσπερ κατὰ διάμετρον κείμενον. Εἴπομεν γὰρ τὴν ἑσπερίαν θάλασσαν περιτρεπομένην πρὸς βορρᾶν μέχρι τοῦ Εὐξείνου πόντου διϊκνεῖσθαι, ὡς καὶ αὐτὸς λέγει. Ὁ Ἀράβιος οὖν νοτιώτερος ὢν ἐναντίον τοῦ Εὐξείνου κεῖται.

Περὶ τῆς ἀπὸ Γαδείρων ἕως Παμφυλίας θαλάσσης. Ἔχει γὰρ εὐθὺς ἐκ τῶν δυτικῶν μερῶν ῥέουσα ἔνθεν μὲν Λιβύην, ἐκεῖθεν δὲ Εὐρώπην· εἶτα ἡ Ἀσία διαδέχεται μέχρι τοῦ Ἰσσικοῦ κόλπου. Εἰσὶ γὰρ ὁμοῦ τὰ πελάγη, Ἀτλαντικὸν, Λιγυστικὸν, Τυρρηνικὸν, Λιβυκὸν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὕξεινος ξεινος Πόντος, Κασπία, Ἐρυθρά.

Περίδρομος] ἡ θάλασσα δηλονότι, ἤτοι κύκλῳ περιέχουσα τὰς νήσους, ἢ οὕτω κατὰ κύκλον ἐκπεμπομένη ὥσπερ νῆσος.

Ἔνθα τε καὶ στῆλαι] Ἡρακλῆς περιελθὼν πᾶσαν τὴν γῆν στήλας αὐτῆς ἔθηκε. Ἔθηκε δέ περὶ τὸν Ἄτλαντα, ὅτε τὰς βοῦς τοῦ Γηρυόνου ἀπήλασε διαβὰς τὸν πορθμὸν, ὅς ἐστι πλάτει μὲν στενότατος ἀμφὶ τοὺς ξ´ σταδίους, διπλασίων δὲ τῷ μήκει, ῥοώδης δὲ ἄγαν, ὡς τοῦ ὠκεανοῦ τε καὶ τῆς καθʼ ἡμᾶς θαλάσσης εἰς στενὸν ἐλαυνομένων. Τοὺς δὲ ἑκατέρωθεν τοῦ πορθμοῦ λόφους Ἡρακλείους στήλας προσηγόρευσεν· ἔστι δὲ ἑκατέρου ὕψος οὐ μεῖον ὀργυιῶν ρ´· εὖρος δὲ τὸ περὶ θάλασσαν εἰς κδ´ στάδια. Ὄνομα δὲ τῇ μὲν Εὐρωπαίᾳ κατὰ μὲν βαρβάρους Κάλπη, κατὰ δὲ Ἕλληνας Ἀλύβη τῇ δὲ Λιβυκῇ κατὰ μὲν Ἕλληνας Κυνηγετικὴ, κατὰ δὲ βαρβάρους Ἄβιννα, ὡς Χάραξ ἱστορεῖ. Αὗται δὲ πρότερον Κρόνου ἐλέγοντο στῆλαι, διὰ τὸ μέχρι τῶν τῇδε ἐρίζεσθαι δῆθεν τὴν ἀρχὴν αὐτοῦ· δεύτερον δέ ἐλέχθησαν Βριάρεω, ὡς φησιν Εὐφορίων· τρίτον δὲ Ἡρακλέους. Μέγα δέ φησι θαῦμα αὐτὰς διὰ τὸ ὑψηλόν· ὄρη γάρ εἰσι μεγάλα καὶ ὑψηλά.

Μακρὸν ὑπὸ πρηῶνα] τοῦτ᾿ τοῦτʼ ἔστιν ὑπὸ τὴν μεγάλην ἐξοχὴν τῶν ἐπὶ πολὺ ἐκτεταμένων Ἀτλάντων. Μεγάλαι γάρ εἰσιν αἱ ἐξοχαὶ, ὅπου εἰσὶ καὶ τοῦ Ἡρακλέους αἱ στῆλαι. Πρηῶνα δέ φησι τὴν παράτασιν· πρηὼν γὰρ ἡ προβολὴ, οἱονεὶ προῖών που ἐν τῷ ἑσπερίῳ ὠκεανῷ. Ἄτλας ὄρος ἐστὶ μέγιστον περὶ τὰ ἔσχατα τῆς Λιβύης, ὅθεν καὶ Ἀτλαντικὸν πέλαγος λέγεται. Τοῦτο δὲ διὰ τὸ ὑπερβάλλον μέγεθος κίων ἐμυθολογήθη τοῦ οὐρανοῦ. Καὶ Ἡρόδοτος (4, 184) τοῦτό φησιν, ὅθεν καὶ ὁ Περιηγητὴς πληθυντικῶς Ἀτλάντων αὐτὸ ἐκάλεσε· καὶ Ὅμηρος (Od. α, 53)· “ Ἄτλας δ᾿ οὐρανὸν εὐρὺν ἔχει· ” “ Ἔχει δέ τε κίονας αὐτὸς μακράς. ” Ἢ Ἀτλάντων, τῶν Ἀτλαντικῶν πόρων, ἢ τῶν ἐνοικούντων· Ἑκάτερα γὰρ αὐτῶν περὶ τὸ Ἀτλαντικὸν ὄντα ὄρος τυγχάνει. Ἄτλαντες δὲ δύο εἰσί. Μείζων γὰρ οὗτος τῶν ἄλλων ἐκβολῶν τοῦ ὠκεανοῦ. Ἀπὸ δὲ τοῦ παρακειμένου ἔθνους τὸ ὄνομα.