Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Καὶ τέμενος περίπυστον] τὸ ἐξάκουστον χωρίον τοῦ Λακωνικοῦ Κανώβου. Ὁ δὲ Κάνωβος κυβερνήτης ἦν Μενελάου. Μετὰ γὰρ τὴν τῆς Τροίας ἅλωσιν τοῦ Μενελάου ἀποπλανηθέντος πρὸς τὰ τῆς Αἰγύπτου μέρη καὶ τοῦ αὐτοῦ κυβερνήτου ἀποπνιγέντος, τοῦ Φρόντιδος, διαδέχεται τὴν ναῦν Κάνωβος, ὅστις καὶ πολλὰ διατρίψας ἐν Αἰγύπτῳ ναυπηγῶν τὰ σκάφη ὑπὸ ὄφεως πληγεὶς τελευτᾷ. Ὃν θάψας ὁ Μενέλαος πόλιν εἰς ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸ ἀχρειότατον τοῦ στρατοῦ μέρος οἰκεῖν τὴν πόλιν καί τινας Αἰγυπτίους.

Ἀμυκλαίοιο] Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη λέγεται· διὸ καὶ τὰ ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων· μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἣν ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας.

Δείξας τῆς Λιβύης τοὺς ὅρους ἔνεισιν ἐπὶ τὰς ἄλλας, ἀποδιαιρῶν τὴν Ἀσίαν τῆς Εὐρώπης. Καὶ τούτου αἴτιόν φησι τὸν Τάναῖν, ὃς παρὰ τοῖς ἐνοικοῦσι Σίλις λέγεται. Εἴρηται δὲ Τάναῖς διὰ τὸ τεταμένως ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόματα τοῦ Τανάϊδος διέχειν ἑαυτῶν στάδια ἑπτά---. Τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμνην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν.

Ὃς ῥά θ' ἑλισσόμενος] Ἀναφέρεται γὰρ εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ἐρίζοντος αὐτοῦ. Μεσούριον δὲ εἴρηται, τέμνων πρὸς τὸν ἰσημερινὸν τὴν πᾶσαν γῆν, μέσον ὅριον.

Πρὸς βορέην, ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμός ἐστιν ὅριον πρὸς τὰ νότια. Διὸ καὶ μέσον ὅριον ὑποτίθεται τὸν Ἑλλήσποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον. Ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. Ὁ μὲν γὰρ Τάναῖς ἐκ βορείου φερόμενος ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεϊλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. Τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην, τελευταῖον εἰς τὸν Νεῖλον.

Νότιον δὲ μεσούριον Ἑλλήσποντος] τὸ δὲ νοτιώτερον (μέρος) ὅριόν ἐστιν ὁ Ἑλλήσποντος. Ἄλλως. Τὸ μέσον ὅριον τοῦ Ἑλλησπόντου· ἔστι γὰρ νοτιώτερον. Τὸ δὲ νότιον μέρος ὁ Ἑλλήσποντός ἐστι.

Ἰσθμὸς ἀντέταται] Τοῦτον τὸν ἰσθμὸν οἱ μὲν τὸν Καύκασον, οἱ δὲ τὴν Θρήνην πεδιάδα φασίν· ἄμεινον δὲ τὴν ἑῴαν Ἰβηρίαν ἀκούειν, ἣ ἔστι μεταξὺ Κόλχων καὶ Ἀλβανίας διαιρουσα τὸν Εὔξεινον καὶ τὴν Ὑρκανίαν θάλασσαν. Τοῦτον τὸν ἰσθμόν φησι τὸν μεταξὺ δηλαδὴ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὀξείνου πελάγους διαιρεῖν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης. --- λήγοντα εἰς Ἀραβίαν καὶ εἰς τὴν Αἴγυπτον.

Εὐξείνοιο] Ὁ οὖν Εὔξεινος Ἄξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι καὶ μηδένα ἐκεῖ παραβάλλειν τῶν ξένων· Εὔξεινος δὲ νῦν ἐκλήθη κατὰ ἀντίφρασιν ἢ ὅτι, ὥς τινές φασιν, ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς, φιλοξένους τινὰς κατῴκισεν.

Ἤτοι ὁ μὲν ἐν Λοκροῖο παῤ ἐσχατιήν] Ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. Λοκροῖο τοῦ Ἰταλικοῦ φησιν. Εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροὶ, μεταξὺ

433
ζεφύρου καὶ ποταμοῦ Λογικάνου. Ὤσπερ οὖν Θρηΐκιον τὸν βορρᾶν, οὕτως καὶ Λοκρὸν τὸν ζέφυρον κλητέον.

Αὐτὰρ ὕπερθε πρὸς βορέην] Ὅτι τὸν πρὸς βορρᾶν Κρόνιον κόλπον καλοῦσι· καὶ ἴσως ὅτι ὁ Κρόνος εἰς τὸ ψυχρὸν λαμβάνεται, ἢ διὰ τὴν ψύξιν· Κρόνῳ γὰρ τὸ ψυχρὸν ἀνατέθειται. Τινὲς δέ Κρόνιον διὰ τὸ ἐκεῖ ἐρρῖφθαι τὰ αἰδοῖα τοῦ Κρόνου. Ἄμεινον δὲ διὰ τὴν ἄγαν ψύξιν· ψυχρὸν γὰρ εἶναι τὸν Κρόνον οἱ ἀποτελεσματικοί φασι· δικαίως δὲ κατέψυκται ὁ ὑπερβόρειος ὠκεανὸς, μὴ παραμυθούμενος τῇ ἀγχιστείᾳ τοῦ ζωδιακοῦ κύκλου. Ἡ δὲ παῤ Ἀπολλωνίῳ τῷ ποιητῇ (4, 509) Κρονίη θάλασσα περὶ τὰ ἐσώτατά ἐστι τοῦ Ἰονίου κόλπου καὶ ἀπὸ Κρονίας νήσου οὕτω καλουμένη. Πολὺ γάρ ἐστι τὸ ἔξαλμα τῆς ἑτέρας σφαίρας. καὶ ἐν χειμῶνι μεταξὺ τῆς γῆς ὁ ὑπὲρ γῆν κύκλος, καὶ ὀλιγόωρος τότε ἐστὶν ἡ ἡμέρα. Καὶ ἐν θέρει δὲ συννεφής ἐστιν ὁ ἀὴρ καὶ πόρρω ἐστὶ τοῦ ζωδιακοῦ ὁ ἀρκτικὸς κύκλος, τοῦτ᾿ ἔστιν ὁ καθʼ ἡμᾶς λεγόμενοι, ὅστις μεταξύ ἐστι πασῶν τῶν δυτικῶν ὡς καὶ τῶν ἀνατολικῶν ἄρχεσθαι ἀπὸ δύσεως. Ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν. Ἀμφότερα διὰ τὸ ψυχρὸν τῶν τόπων. Πήγνυται γάρ. Καὶ λέγεται Κρόνιος μὲν πόντος, ὥς τινές φασι, διὰ τὸ Κρόνον εἰς τὴν ψύξιν ἀλληγορεῖσθαι· νεκρὸς δὲ διὰ τὴν ἀπόστασιν τοῦ ἡλίου καὶ τὸ προσκεχωρηκέναι πρὸς τὰ νότια μέρη· τῇ γὰρ ἀπουσίᾳ τοῦ θερμοῦ τὰ ζωογονούμενα παύεται· ἢ λέγεται διὰ τὸ ἀσθενῶς ἐκεῖ προσβάλλειν τὸν ἥλιον. Διὰ πολλοῦ γὰρ χρόνου ὑπὲρ τὴν θάλασσαν ἐκείνην γίνεται, τοῦτ᾿ ἔστι πλησιάζει. Βάλλει μὲν γὰρ καθʼ ἑκάστην ἀδιαλείπτως καὶ τὸν πλεῖστον χρόνον. Φαείνει, ὁ ἥλιος ἀπὸ κοινοῦ. Εἶπε γὰρ ἕνεκ᾿ ἀφαυροῦ ἠελίοιο, διὰ τὸ ψυχρὸν εἶναι τὸν αἰθέρα, καὶ νεκρὸν δὲ καλεῖσθαι, διότι οὐ ζωογονεῖ διὰ τὴν πολλὴν ψύξιν.

Ὅτι τὸ πρὸς ἕω μέρος ἠῷον καὶ Ἰνδικόν. Οἱ γὰρ Ἰνδοὶ ἀνατολικοί. Ἔνθα καὶ ὁ Ἰνδὸς ποταμός.

Ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθιόπιον. Ἴσως διὰ τὸ πυροῦσθαι μᾶλλον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. Ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν (ὅτι) τὸ πρὸς νότον μέρος Ἐρυθραῖον. Καὶ διὰ τοῦτο ἔθνος Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Λέγει δὲ τὴν διακεκαυμένην. — πρὸς νότον. Ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ — αὐλήν· ἡ ἐπέκτασις καὶ τὸ ἅπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια διαδέχεται. Γράφεται καὶ ἀγκών.