Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Οἱ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐν τῇ Εὐρώπῃ ἔποικοί εἰσιν, ὡς καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ ἔποικοί εἰσιν. Περὶ ὧν φησι καἰ Καλλίμαχος (fr. 443)·

  • οὓς Βρέννος ἀφʼ ἑσπερίοιο θαλάσσης
  • ἤγαγεν Ἑλλήνων ἐπ᾿ ἀνάστασιν.
  • Ἐπίστροφον ὅρμον ἔχουσα] προσορμιζούσης τῆς θαλάσσης ἑλικοειδῶς. Οὕτω γὰρ κεῖται κατὰ δίνησιν.

    435

    Μετὰ τὸν Ἰβηρικὸν καὶ Γαλατικὸν πόντον ἕξῆς ἐστιν ὁ Λιγυστικὸς, ὃς κέκληται ἀπὸ Λίγυος τοῦ Ἀλεβίωνος ἀδελφοῦ, ὃν ἱστοροῦσι τὸν Ἡρακλέα κεκωλυκέναι ἀπιόντα ἐπὶ τὰς Γηρυόνου βοῦς, τὸν δὲ εὔξασθαι τῷ Διὶ διὰ τὸ μὴ ἐπάγεσθαι ἀμυντήριον. Ὁ δὲ λίθους ὕσας κατέχωσεν αὐτούς. Ὅθεν τὸ Αίθινόν ἐστι πεδίον ἐκεῖσε οὕτω καλούμενον.

    Αὐσονῆες ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν αἱ Ῥωμαῖοι, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης.

    Πορθμίδος] τῆς θαλάσσης νοεῖ· ἡ γὰρ Λευκὴ πέτρα ἄνωθέν ἐστι τοῦ Σικελικοῦ πελάγους. Πορθμὸν γὰρ ποιεῖται ἡ Βρεττία καὶ ἡ Σικελία. Πορθμὸς δέ ἐστι θάλασσα στενὴ, ἑκατέρωθεν γῆν ἔχουσα· ἰσθμὸς δὲ γῆ στενὴ, ἑκατέρωθεν θαλαττευομένη. Πορθμίδα οὖν εἶπε τὴν μέσην θάλασσαν Ἰταλίας καὶ Σικελίας· οὕτω γοῦν καὶ Ῥήγιον κέκληται, ἐπεὶ ὕστερον διέστησαν, πρώην οὖσαι καθʼ ἕνωσιν.

    Πρώτη ἐστὶν ἡ Κύρνος, δευτέρα δὲ ἡ Σαρδῶ. Ἀλλ᾿ ἐπεὶ ἄχρι τῆς Κύρνου δοκεῖ λέγειν, διὰ τοῦτο αὐτῆς πρώτης ἐμνήσθη. Λοιπὸν γὰρ θάλασσά ἐστιν ἑξῆς πολλὴ κειμένη. Τὸ δὲ ἁλμυρὸν ὕδωρ αὐτὸ τὸ Λιγυστικὸν πέλαγος. Τούτῳ γὰρ συναπτέον τὸ Λιγυστιὰς ἅλημ. Καὶ ἔστιν ὁ στίχος ὡς παραδρομὴ λόγου πρὸς τὸ Λιγυστικὸν πέλαγος. Ὡρίσθαι γὰρ ἄχρι Κύρνου, φησὶ, καὶ Σαρδονίας αὐτό.

    Ἔνδοθεν] Πρὸ γὰρ τῆς Κύρνου κεῖται ἡ Σαρδώ.

    Διαιρεῖ δὲ τὴν Σικελικὴν θάλασσαν, ἣν καλοῦσι νῦν Ἀδριατικὸν πέλαγος, ἀπὸ τῆς Τυρρηνίας ἀνέμῳ καὶ σχήματι. Λέγει γὰρ ἐπὶ νότον ἔρχεσθαι μᾶλλον τοῦ Τυρρηνικοῦ, κολπουμένην δὲ πρὸς ἑῷα τὴν ἄλλην ἅλα, ἥτις ἄρχεται μὲν ἐκ τόπου τοῦ περὶ Κέρκιναν τὴν νῆσον, διαθέει δὲ εἰς Πάχυνον ἄκρον, ὅπου καὶ λήγει, ὡς ἐπὶ Κρήτης. Πρὸς νότον δέ φησιν, ἐπειδὴ ἀπὸ βορέου εἰς νότον παρατέταται, οὐκ ἀπὸ δύσεως πρὸς ἀνατολήν· ὅθεν πρὸς ἀντιδιαστολὴν τούτου πάλιν φησίν· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο.

    Φαιστόν] Ἐν μέσῳ ἠπείρου κεῖται ἡ Φαιστός. Ἢ τὴν εἰς ἤπειρον ἐμπίπτουσαν καὶ πλατυνομένην. — Αὗται γὰρ ἐν μέσῳ τῆς Κρήτης καὶ Κυρήνης εἰσί.

    Προπρηνής δὲ προνενευκυῖα, ἐπιβλέπουσα εἰς θάλασσαν. Ὅπερ φερόμενον εἰς στενότητα καλεῖται κριός. Παραυγάζουσα δὲ, παρεμφαίνουσα, παρομοιοῦσα. Αὐγαὶ γὰρ οἱ ὀφθαλμοί. Κριοῦ μέτωπον ἡ ἐξοχὴ αὐτῆς διὰ τὸ ὥσπερ ἐπὶ κεφαλῆς κεῖσθαι.