Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Τύμβον ὃν Ἁρμονίης Κάδμοιότε] Χαριέντως ἔφησε τὸ φῆμις. Ἀπιστεῖ γὰρ τούτων γενομένην τὴν μεταβολὴν εἰς ὄφεις. Λιπαρὸν δὲ μετὰ γῆρας, ἤτοι μετὰ τὰ ἐν Θήβαις εὐτυχήματα ἦλθον εἰς ἀποικίαν, ἢ ὅτι ἔδει αὐτοὺς ἐν τῷ γήρᾳ τρυφερώτερον βιοῦν. Καὶ Ὅμηρος (Od. ω, 254)· Ἡ γὰρ δίκη ἐστὶ γερόντων. » Ἰστέον δὲ ὅτι Κάδμος καὶ Ἁρμονία ἡ γαμετὴ μετεμορφώθησον εἰς θηρία, ἐπειδὴ τὸν Ἄρεος ὄφιν ἐφόνευσεν ὁ Κάδμος, ὃς τοὺς ἑταίρους αὐτοῦ ἀνεῖλεν, Ἔριφον καὶ Δηιλέοντα, ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις (1 329) φησὶ περὶ Κάδμου·
Ὠρικίην θ᾿ ὑπὲρ αἶαν] Μετὰ γὰρ τὴν Ὠρικίαν ὥσπερ ἰσθμός τίς ἐστι διείργων τὴν χώραν. Λοιπὸν γάρ ἐστι τὰ Ἑλληνικὰ ἐκ τῆς Ἠπείρου. Ὠρικίαν δέ φησι τὴν Ἤπειρον τὴν κατὰ Μολοττίαν καὶ Θεσπρωτούς. Πόλις δέ ἐστιν Ἠπείρου.
Εἰδομένη πλατάνοιο μυουρίζον τι πετήλῳ] Τῆς γὰρ κατὰ τὴν Πελοπόννησον ἦπείρου ἡ περίμετρος φύλλῳ πλατάνου ἔοικεν, ὁ δὲ ἰσθμὸς τῷ κλάδῳ τοῦ φύλλου, τῷ προσπεφυκότι τῷ φύλλον· μυουρίζοντι δὲ λεπτοτάτῳ κατὰ τὸ ἄκρον· μυούρους γὰρ ἔλεγον τοὺς λεπτοὺς περὶ τὴν οὐράν. Καὶ ἐπὶ τὸ βόρειον, οἷα ἐπὶ τὴν Ἑλλάδα, κοινῶς γειτνιάζειν Βοιωτία καὶ Λοκρίδι καὶ τῇ λοιπῇ γῇ τῆς Ἑλλάδος λέγει τὸ (τρίτον ἔχει) φύλλον.
Καὶ ξυνὸν ἐφ᾿ Ἑλλάδος] ἐπὶ τὴν κοινὴν βάσιν τῆς Ἑλλάδος ἐρείδων τὴν Πελοπόννησον.
Τῆς μὲν πρὸς ζέφυρον] πρὸς δύσιν. Ἐν μὲν τῷ πίνακι οὐ κεῖται. Ἔστι δὲ τῆς Ἤλιδος ἡ Τριφυλίς. Ἐκλήθη δὲ Τριφυλὶς, ὅτι ὑπὸ τριῶν φυλῶν ἰθαγενῶν ᾠκίσθη, Ἠλείων, Ἐπειῶν, Μινυῶν. Ἐρατεινότατος δὲ διὰ τὸ εἶναι αὐτὸν τῆς Ὀλυμπίας.
Σχιζόμενος προχσῆσι Μεσηνίου Εὐρώταο] Ἐπισυνάπτει τὴν Λακωνικὴν τῆ Μεσηνιακῇ, διὸ Μεσήνιον ἔφη τὸν Εὐρώταν. Καὶ διὰ τοῦτο, εἰ μὴ τεσσάρων μερῶν, οὐ μέμνηται τῆς Πελοποννήσου. Ἄλλως. Μεσηνίου Εὐρώτα, τοῦ Λακωνικοῦ· ἔστι γὰρ Μεσήνη τῆς Λακωνικῆς, ἐτέρα τῆς Πύλου.
Εἴτ᾿ ἄμφω γαίηθεν] ὡς μιᾶς οὔσης αὐτῶν τῆς γενέσεως. Τὰ δὲ Ἄσεα πόλις Πελοποννήσου· τὸ δὲ ὄρος Λακωνικόν. Γράφεται δὲ καὶ Αἴηθεν, ἵν᾿ ᾖ Αἶα κώμη Ἀρκαδίας. Γράφεται καὶ οἵτ᾿ ἄμφω. Βούλεται δὲ εἰπεῖν μεταξὺ τῶν δύο ποταμῶν γῆν οὖσαν, ἐξ ἧς τὸ ὕδωρ ἀναβλύζον καὶ πρὸς ἑκάτερον μέρος σχιζόμενον τοὺς δύο ποταμοὺς ἀπεργάζεται, πρὸς νότον μὲν Εὐρώταν, πρὸς δὲ ζέφυρον Ἀλφειόν.
Καδδὰ δὲ μέσην νῆ σον κοίλην] Σημειωτέον ὅτι τὸ κυρτὸν κοῖλον ὦνόμασε. Μέσην δὲ, ὡς μεσογείους. Διὰ τοῦτο καὶ ὁ Ἀγαμέμνων ὡς μεσογείοις ναῦς αὐτοῖς δίδωσιν.
Ἀρκάδες Ἀπιδανῆες] Μετὰ τὸν Ἀρκάδος θάνατον οἱ παῖδες αὐτοῦ τρεῖς ὄντες ἐνείμαντο τὴν ἀρχήν. Ἔλατος μὲν ἔλαχε μοῖραν Ὀρχομενὸν, Μαντίνειαν καὶ τὴν Κυνουρικὴν, ἥτις Θυρέα καὶ Ἀνθήνη καὶ τὰ περὶ τοὺς καλουμένους Πραίους· Ἀφείδας δὲ Τέγεαν καὶ τὰ περὶ Μαιναλίαν· Ἀζὰν δὲ καὶ τὴν ἀφ᾿ ἑαυτοῦ Ἀζανίαν--- τὸν διὰ παρρησίαν, ἐν τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἰς τὰς κοινὰς εἰσόδους εἴασαν. Απιδανῆες δὲ οἱ Ἀρκάδες ἐκλήθησαν ἀπὸ Ἄπιδός τινος ἰατροῦ, ὃς τὴν Πελοπόννησον ὁπὸ ὄφτων ὀχλουμένην ἐλθὼν ἐκ τῆς ἠπείρου ἠλευθέρωσε, καὶ ᾤκησε τὴν Ἀρκαδίαν, ὅθεν ἡ Πελοπόννησος Ἀπία τὸ πρὶν ὦνομάζετο, καὶ Ἀπιδανῆες οἱ Ἀρκάδες, ἐξαιρέτως δὲ, παῤ οἷς ὁ Ἄπις ᾤκησεν, ὥς φησιν Αἰσχύλος·
Ὅθι Κρᾶθις] Ἔστι καὶ Σικελίας ὁ Κρᾶθις ποταμὸς, ὥς φησι Θεόκριτος (5, 124)· « καὶ τὺ δὲ, Κρᾶθι, οἴνῳ πορφύροις. »