Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Δοιαὶ δ᾿ Ἴσθμια] Ὅντινα Ἰσθμὸν ἀπὸ τοῦ Σικελικοῦ καὶ Αἰγαίου περιρρέεσθαί φησιν. Ἄλλως. Περὶ δὲ τὰ Ἴσθμια νῶτα, ἤτοι τὰ στενὰ, δύο θάλασσαι ἠχοῦσιν, ἥ τε Κορινθία καὶ ἡ Σαρωνική· ἥτις Κορινθία ἐξεναντίας τῆς Ἐφύρης πόλεως πρὸς τὴν δύσιν κατὰ τοῦ Ἀδριατικοῦ ἐστι πελάγους, ἥ τε Σαρωνικὴ συρομένη ἐστὶ πρὸς ἀνατολάς. Καὶ ταύτην τὴν Κορινθίαν Σαρωνίδα καλοῦσιν, ὡς μὲν Εὐφορίων φησὶν, ἐπειδὴ Σάρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατεκρημνίσθη εἰς θάλασσαν, καὶ διὰ τοῦτο Σαρωνικὸν κληθῆναι

448
τὸ πέλαγος· ὡς δὲ Παρθένιος ἐν ταῖς Μεταμορφώσεσι σεσι λέγει, ἐπειδὴ Μίνως λαβὼν τὰ Μέγαρα διὰ τῆς Νίσου θυγατρὸς, ἐρασθείσης αὐτοῦ καὶ ἀποτεμούσης τῆς κεφαλῆς τοῦ πατρὸς τὸν μόρσιμον πλόκαμον καὶ οὕτως αὐτὸν προδούσης, ἐννοηθεὶς ὡς ἡ πατέρα προδοῦσα οὐδενὸς ἄν ποτε ῥᾷστα φείσαιτο, προσδήσας αὐτὴν ἐπισύρεσθαι τῆ θαλάσσῃ, ὅθεν Σαρωνικὸς οὗτος ὁ πόντος ἐκλήθη. Ὅτι εἰς ὄρνεον ἡ κόρη μετεβλήθη. Ἄλλως. Τὴν πρὸς ἕω] Ἐπειδὴ Σάρων ὁ Τροιζηνεύς ποτε ἐκδίδωσιν αὐτήν.

Ἔνθεν καὶ Βορέης] Οὗτος ὁ Βορέας βασιλεὺς ἐγένετο τῆς Θράκης, καὶ ἥρπασεν ἐκεῖθεν τὴν Ὠρείθυιαν, καὶ μετεμυθεύθη εἰς τὸν ἄνεμον· καθάπερ καὶ Ἀῖδωνεὺς, ὁ τῆς Ἠπείρου βασιλεὺς, εἰς τὸν Πλούτωνα. Πρὸς ὃν λέγονται ἐλθεῖν Πειρίθους καὶ Θησεὺς, μετὰ δὲ τούτους Ἡρακλῆς διὰ τὸν Κέρβερον.

Μακηδονίης τε πόλ.] Ἡ οὖν Μακεδονία πρώην Ἠμαθία ἐκαλεῖτο ἀπὸ Ἠμαθίωνος τοῦ Διὸς καὶ Ἠλέκτρας· ὕστερον δὲ Μακεδονία ἀπὸ Μακεδόνος τοῦ Αἰακοῦ. Ἐκλήθη δέ ποτε καὶ Πηλαγονία.

Τῆς δʼ ὕπερ] Κατωτέρα γάρ ἐστι τῆς Δωδώνης ἡ Αἰτωλία, ἢ τῆς μεσογείας Ἠπείρου. — Διὰ γὰρ τῶν Ἐχινάδων ἐκβάλλει ὁ Ἀχελώῖος εἰς τὸ Ἰόνιον πέλαγος. Ἐχινάδες δὲ καλοῦνται αἱ νῆσοι, ὅτι ἔχεις πολλοί εἰσιν ἐν αὐταῖς, ἢ ἐπὸ Ἐχίονός τινος, ἢ διὰ τὸ τραχύτερον τῶν πετρῶν.

Τῇ δ᾿ ἔπι Φωκὶς ἄρουρα.] ἐπὶ τῷ πεδίῳ. — Ἐπειδὴ μέση ἐστὶ δύσεως καὶ ἀνατολῆς, ἀποκλίνουσα ὡς πρὸς βορέαν.

Παρὰ τῷ Κηφισσῷ ἐστιν ἡ Πυθία. — Ὡς ἔτι τοῦ δράκοντος ἐκεῖσε ὄντος, ἢ διατετυπωμένου αὐτοῦ τοῦ σώματος. Θηλυκῦς δὲ Δελφύνης δράκοντος εἶπεν ἀντὶ τοῦ ἀρσενικοῦ, ὡς καὶ ὁ Ποιητής (II. ο, 275)· λέων ἠῦγένειος· ὁ γὰρ ἄρρην γένειον οὐκ ἔχει. Ὁλκὸς ἡ περιπλοκὴ ἡ περὶ τὸν πόδα. Τινές δέ περιττὸν ἔλεγον τὸν στίχον· ὁλκὸς ἀπειρεσίῃσιν. — Ὁλκὸν δὲ ἢ τὸ οὐραῖον λέγει τοῦ δράκοντος, ἢ ἀπὸ ἔλλου τινὸς τεχνουργήματος τὸ ὅλον σῶμα ἀπεικαζόμενον.

Ἀνδράσι φαίνονται] Τοῦτο εἶπεν ὁ ποιητὴς; πρὸς ἂ ὑποτίθεται ἀόρατα, οἱονεὶ τὰ τῶν Κιμμερίων καὶ τῶν Ἀλανῶν καὶ τῶν Κυκλώπων. Ἀνδράσι δὲ ἀντὶ τοῦ ὑπὸ ἀνδρῶν, ἷνʼ δοτικὴ ἀντὶ γενετικῆς.

Ὑπὸ τὰς στήλας, ἵνα εἴπῃ πεπυκνωμένα κατὰ τὸ μέσον τῆς πορθμίδος. Ἴνα εἴπῃ· πόλις τὰ Γάδειρα ἒν τῇ νήσῳ κειμένη. Ἑξῆς καὶ ἡ νῆσος οὕτως ἐκλήθη. Εἰσὶ γὰρ καὶ ἑῷαι στῆλαι τοῦ Ἀλεξάνδρου. Καὶ τὸ αὐτὸ πάλιν πρὸς τὰ φαινόμενα καὶ πολλοῖς ὁμολογούμινσ.

Ὡς ἐμπορικοὶ γὰρ πάντα τόπον παρῆλθον οἱ Φοίνικες.

Ἡρακλῆα] Φοῖνιξ ἦν ὁ Ἡρακλῆς ὁ ἀρχαιότατος, ὥς φησιν Ἡρόδοτος (2, 44)· ἢ ὅτι ὁ Ἡρακλῆς εἰρήνευσε τὸν τόπον, ὅτε καὶ τὰς στήλας ἔστησε.