Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ἐϋστεφάνοιο δὲ Κρότωνος εἶπε διὰ τὰς νίκας τὰς ἐκ τῶν οἰκούντων, ὥς φησι Καλλίμαχος. Πολλοὶ γὰρ Κροτωνιᾶται νικήσαντες τοὺς ἱεροὺς στεφάνους καὶ ἀγῶνας ἐστεφανώθησαν. Τὸ δὲ Λακίνιον ὄρος ἐστὶ Κρότωνος, καὶ Λακινιάδος δόμον φησὶ τῆς Σικελικῆς. Λακίνιον γὰρ τόπος τῆς Σικελίας. Μέμνηται αὐτοῦ δὲ καὶ Θεόκριτος (4, 32) καὶ ποταμὸν ὄντα Λακίνιον.
Συβαρῖται διὰ τὸν Ἀλφειοῦ πόθον εἰς Ἀρέθουσαν τὰ Ὀλύμπια μεταθεῖναι εἰς ἑαυτοὺς ἤθελον. Ἀπώλόντο δὲ ὑπὸ τῶν Κροτωνιατῶν, οἳ αὐλήσαντες ἐν τῷ πολέμῳ ἔθελξαν τοὺς ἵππους, πρὸς αὐλὸν διδαχθέντας ὑπʼ αὐτῶν ὀρχεῖσθαι, οἳ ὀρχούμενοι ἄρδην τοὺς αὐτῶν δεσπότας καταβαλόντες ἀπώλεσαν. Οἱ δὲ οὐ διὰ τοῦτο, ἀλλ᾿ ὅτι τῶν ἀναθημάτων ἔκλεψάν τινα τοῦ Ἀλφειοῦ· ἔχει γὰρ τιμὰς ὁ Ἀλφειὸς ἐν Ὀρτυγίᾳ πρός τε Συρακούσαις καὶ τῇ Ἀρεθούσῃ· ἃ κλέψαντες κατὰ μῆνιν Ἀλφειοῦ ἡττήθησαν ἐν πολέμῳ ὃν εἴρηται τρόπον. — Οἱ Συβαρῖται τοῦ Ἀλφειοῦ ἀναθήματα ἐσύλησαν, καὶ αἰσχρῶς αὐτοῖς χρησάμενοι ἐβεβήλωσαν. Οὗτοι δὲ εἰς ἔσχατον τρυφῆς ἐλάσαντες πρὸς αὐλὸν ὀρχεῖσθαι τοὺς ἰδίους ἐδίδαξαν ἵππους. Καὶ δὴ Κροτωνιᾶται πόλεμον πρὸς αὐτοὺς ἔχοντες εἶς τὴν μάχην αὐλοὺς ἤγαγον, οἱ δὲ ἵπποι τῶν Συβαριτῶν ἐξ ἔθους πρὸς ὄρχησιν ἐτράπησαν, τῶν αὐλῶν ἀκούοντες, καὶ τοὺς δεσπότας αὐτῶν κατέβαλον. Οἱ δὲ Κροτωνιᾶται πάντας ἀνεῖλον πεπτωκότας, καὶ ἔρημος γέγονεν ἡ πόλις. Διὰ τοῦτο γὰρ εἶπε « δειλαίη Σύβαρις ναιέτας στενάχουσα. »
Σαυνῖταιδ᾿ δ᾿ ἐπὶ] Ὑπεράνω κεῖνται οἱ Σαυνῖται τοῦ Σιλάρου ποταμοῦ. Μαρσοὶ δὲ ὑπεράνω κεῖνται Συβάρεως.
Ἥν ποτ᾿] ἥντινα Τάραντα· θηλυκῶς δὲ εἶπε. Μέμνηται δὲ τῆς ἱστορίας καὶ Καλλίμαχος (fr. 448), λέγων οὕτως·
Ἥν ποτ᾿ Ἀμυκλαίων ἐπολ.] Λακεδαιμόνιοι, συνεχῶς ἀφισταμένων τῶν Μεσσηνίων, ἐπεστράτευσαν κατ᾿ αὐτῶν, ὀμόσαντες μὴ ὑποστρέψειν, πρὶν ἂν αὐτοὺς καταδουλώσωνται. Ἐπεκτεινομένου δὲ τοῦ πολέμου, καὶ αὐτῶν, ὥσπερ ὤμοσαν, μὴ ὑποστρεφόντων, αἱ πρεσβύτιδες ἔπεμψαν πρὸς αὐτοὺς λέγουσαι, ὡς ἄτεκνοι τελευτῶμεν, εἰ μὴ πέμψητε μιγνυμένους ταῖς παρθένοις. Οἱ δὲ ἀκούσαντες ἐπελέξαντο πεντήκοντα νεωτέρους οἵους τε παιδοποιεῖν. Καὶ μετὰ ταῦτα ὑποστρεψάντων τῶν Λακεδαιμονίων ἐκ τοῦ πολέμου, οἱ γεννηθέντες παῖδες ὡς νόθοι ἠτιμάζοντο, καὶ τὴν ὕβριν μὴ φέροντες ἐπαναστῆναι τοῖς Λακεδαιμονίοις ἠβούλοντο. Οἱ δὲ Λακεδαιμόνιοι φοβηθέντες ἔπεμψαν αὐτοὺς εἰς Τάραντα ὡς ἀποικίζοντες. Ἄποικοι γάρ εἴσι Λακεδαιμονίων οἱ Ταραντῖνοι, τῶν περὶ Φάλανθον αὐτόθι μετοικησάντων.
Ἡ δὲ Ἀκύλη πόλις ἐστὶν ἐν τῷ μυχῶ τοῦ Ἀδρίου.
Κεῖθεν δ᾿ εἰς αὐγάς] Ἐπλήρωσε καὶ τῆς δευτέρας κρηπῖδος τὴν χωρογραφίαν, καὶ μεταβαίνει ἐπὶ τὰ ἑξῆς. Στρεπτὴ δ ἀντὶ τοῦ περιφερὴς ἡ τοῦ Ἀδρίαυ.
Ὑλλείων χθόνα] Οἱ Ὑλλεῖς χερσόνησον οἰκοῦσιν, ἴσην τῇ Πελοποννήσῳ κατὰ τὸ μέγεθος.
Ἰλλυρικὴν περὶ χέρσον] Κάτω τῆς Ἰλλυρίας κεῖται ὁ τύμβος τῶν περὶ Ἁρμονίαν καὶ Κάδμον, οἵτινες εἰς ὄφεις μετεβλήθησαν. Ἡ δὲ ἱστορία παρὰ Ἀπολλωνίῳ ἐν τῷ δ΄. Ἰστέον δὲ ὅτι Ἰλλυριὸς υἱὸς Κάδμου καὶ Ἁρμονίας, ἀφ᾿ οὗ Ἰλλυριοὶ ὀνομάζονται.
Κεραύνια δὲ ὄρη εἴρηνται διὰ τὸ πλῆθος τῶν ἐκεῖ πιπτόντων κεραυνῶν.