Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ἐκ στάθμης] ἀντὶ τοῦ ὑπὸ σταθμοῦ ἰθυνθέν.
Τά τοι ῥέα πάντ᾿ ἀγορ.] Ἀγορεύσω, φησὶν, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς τῆς Αὐσονικῆς ἄκρας. Εἷτα ἐπειδὴ παρατέταται ἡ δυτικὴ πλευρὰ, διορίζεται ἐκ ποίου μέρους ταύτης ἄρχεται, καί φησιν ἐκ βορέαο».
Οἵ ποτε Κυλλήνηθεν] Ἀγαμήδου τοῦ Στυμφάλου ἄρχοντος Ἀρκαδίας, Εὔανδρος υἱὸς Χάρμαντος θεοφορουμένῃ τῇ μητρὶ πεισθεὶς λαὸν ἀθροίσας ἧκεν εἰς Ἰταλίαν, κατέσχε δὲ λόφον Κέρμαλὸν, ὃν ἀπὸ τοῦ παιδὸς Παλλάντιον ἐκάλεσε, καὶ ὑπὲρ αὐτοῦ νεὼν εἵσατο Πανί. Ἀποθανόντα δὲ αὐτὸν ὁ παῖς Πάλλας ἔθαψεν ἐπ᾿ ἄκρων τῶν λόφων. Ἐξ οὗ καὶ νῦν ἡ Ῥώμη Παλλάντιον προσαγορεύεται. Οὗτος δὲ καὶ Ἡρακλέα ἐξένισεν, ἀπὸ τῶν βοῶν Γηρυόνου ἐπανιόντα, καὶ πρῶτος ὡς μάντις καὶ βωμὸν τούτῳ ἱδρύσατο. Κυλλήνη ὄρος Ἀρκαδίας. Ἀρκάδες δὲ τὸ ἀνέκαθεν οἱ Πελασγοὶ, ὡς καὶ Ἔφορος. Ἐντεῦθεν γὰρ Εὔανδρος γενόμενος, θεοφορήτου μητρὸς θεσπίσμασι πειθόμενος λαόν τε συνήγαγε καὶ ἐλθὼν ᾤκησε τὴν Τυρρηνίαν, λόφον ἐκεῖ τινα ὀχυρωσάμενος, ἐν ᾧ ᾤκουν. Ἀπὸ Πάλλαντος δὲ τοῦ Εὐάνδρου παιδὸς ἐκλήθη Παλλάντιον, ὅθεν νῦν οἱ Ῥωμαῖοι τοὺς ὠχυρωμένους τόπους κατὰ παραφθορὰν τοῦ ἑνὸς λ καὶ τοῦ ν παλάτιά φασι.
Μέρμερον δὲ ἔθνος, ἀντὶ τοῦ πολεμικὸν, οἱονεὶ τὸ μερίμνας τοῖς ἐναντίοις παρέχον. Ὁ δὲ Θύμβρις ποταμὸς ὁ καὶ Τίβερις περὶ τὴν Καμπανίαν κεῖται.
Ῥώμην τι μήεσσαν] Τοῦτό φησι διὰ Νέρωνα τὸν βασιλεύσαντα τῶν Ῥωμαίων· ἐφ᾿ οὗ ἐγένετο ὁ ποιητὴς Διονύσιος, ὥς φησιν αὐτός (v. 1052)· « Αὐσονίου βασιλῆος. » Πολὺς γίνεται εἰς τὰ ἐγκώμια καὶ τοὺς ἐπαίνους τῆς Ῥώμης. Φησὶ γὰρ αὐτὴν καὶ μητρόπολιν πασῶν πόλεων.
Καμπανοὶ δὲ εἴρηνται ἢ ἀπὸ τοῦ κάμπου, ἐν ᾧ τὴν οἴκησιν ἔχουσιν, ἢ ἀπὸ Κάμπου ἢ ἀπὸ Καμπάνου τινὸς οὕτως ὀνομαζομένου. Ὁ δὲ Ἡρωδιανὸς ὀξύνει τὸ
Παρθενόπης δὲ μέλαθρον] οὐχ, ὥς τινες ὀρχηστικῇ προσέχοντες ἱστορίᾳ ὑπινόησαν, Παρθενόπης λέγεσθαι τῆς Σαμίας, ἣ τὸν ἄνδρα ζητοῦσα Ἀναξίλαον περιῄει, ἀλλὰ μιᾶς τῶν Σειρήνων, ἥτις λέγεται ἐκεῖσε αὑτὴν δισκεῦσαι. Ἡ δὲ ἱστορία κεῖται ἐντελὴς παρὰ τῷ τὴν Ἀλέξανδραν γράψαντι Λυκόφρονι (720). — Παρθενόπη λέγεται διὰ τὸ πολλοῖς ὑποπεσοῦσα ἀνδράσι φυλάξαι τὴν παρθενίαν. Ἀπὸ δὲ Φρυγίας ἐρασθεῖσα Μητιόχου καὶ ἀποτεμοῦσα τὰς τρίχας εἰς Καμπανίαν ἦλθε καὶ ἐκεῖ ᾤκησεν. Οἱ δὲ μίαν τῶν Σειρήνων φασὶ μετὰ τὸν σπαραγμὸν ἐκβρασθῆναι ἐκεῖ καὶ ὡς θεὸν νομισθῆναι. Ἡνίκα γὰρ Ὀδυσσεὺς παρέπλευσεν αὐτὰς καὶ οὐκ ἐθέλχθη ὑπὸ τῆς ᾠδῆς αὐτῶν, οὔτε δέ τις τῶν ἑταίρων αὐτοῦ, τηνικαῦτα ἡ Παρθενόπη, μία δὲ ἦν τῶν Σειρήνων, μανεῖσα, ἐπειδὴ μὴ ἴσχυσε τοὺς περὶ τὸν Ὀδυσσέα καταθέλξαι, ἑαυτὴν κατεπόντισεν. Εἰσὶ δὲ τὰ ὀνόματα τῶν Σειρήνων ταῦτα, ὡς καὶ Λυκόφρων (720), Παρθενόπη, Λευκωσία καὶ Λίγεια.
Πρὸς δὲ νότον] τῆς Σειρῆνος Παρθενόπης, ἐξ ἧς καὶ Σειρηνὶς πέτρα. Λέγει δὲ τὴν Νεάπολιν. Ἴσως δὲ διὰ τὸ ἐπ᾿ ὄρους αὐτὴν κεῖσθαι. Ἐνταῦθα γὰρ ἐτιμᾶτο ἡ Παρθενόπη. — Σίλαρος δέ ἐστι ποταμὸς κατωτέρω Λευκανῶν. Πευκεντίνου δὲ, διὰ τὸ ἐν αὐτῷ οἰκεῖν τὸ ἔθνος τοῦτο.
Κεῖθεν δ᾿ ἐς βορέ ην ζεφ.] Οὗτος μὲν ἀπὸ Ζεφύρου ὄρους, ὁ δὲ Καλλίμαχος (fr. 446) καὶ ἄλλοι πολλοὶ Ἐπιζεφυρίους φασὶ τοὺς Λοκροὺς καλεῖσθαι διὰ τὸ πρὸς ζέφυρον ἄνεμον κεῖσθαι.
Ἦλθον ἐπ Ἀὐσονίην] Οὗτοι γὰρ οἱ Λοκροὶ δοῦλοι ὄντες, ταῖς ἰδίαις δεσποίναις συνελθόντες, τῶν δεσποτῶν εἰς πόλεμον ἐξελθόντων, εἶτα ἀκούσαντες ὅτι οἱ δεσπόται αὐτῶν ἐπανέρχονται καὶ φοβηθέντες συνέφυγον ταῖς δεσποίναις εἰς Ἰταλίαν ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος.