Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Τῶν δὲ προχοῇσι] τῶν Ῥιπαίων ὀρῶν τῆς

444
Σκυθίας. Πεπηγότος δὲ πόντου, τοῦ Κρονίου λέγει ὠκεανοῦ, τῆς Νεκρᾶς καλουμένης θαλάσσης. Γίνεται δὲ οὐ μόνον ἐν τῷ Ἠριδανῷ ὁ ἤλεκτρος, ἀλλὰ καὶ ἐν τῇ Σκυθίᾳ, διάφορος δὲ κατὰ τὴν Κελτικήν. Ὁ μὲν γὰρ ἡδυφαὴς, τουτέστιν ἡδεῖαν ἔχων τὴν λαμπηδόνα, ὁ δὲ χρυσαυγής. Φησὶ γάρ· δάκρυ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.

Πρὸς δὲ νότον Γέρραι] Ταῦτα δεξιά εὶσι, διὰ τοῦτο εἶπεν «πρὸς δὲ νότον». Ὠρικία δὲ ἀντὶ τοῦ τῶν Ὠρικίων· καὶ ἐρυμνά τὰ ἀσφαλῆ πολίσματα. — ἤγουν ἐρεμνά· φησὶ δὲ τὰ σύμφυτα καὶ κάταλσα. Ὅθεν καὶ φαίνονται μέλανα. Ἡ δὲ πόλις Ὤρικος καλεῖται.

Παννόνιοι] Βούλγαροι.

Αὐτοίτι Θρήϊκις ἀπείρονα] Ἄρχονται μὲν ἀπὸ Μακεδονίας ὁμοῦ καὶ Παιονίας, καὶ παρατείνουσιν ἄχρι Σκυθίας, οἰκοῦσι δὲ τὰ μὲν ἥμερα Μακεδόνες, τὰ δὲ τραχέα Σκύθαι. Ἐπιφανῆ δὲ ἔθνη εἰσὶ Σίθωνες, Τριβαλλοὶ, Βίστονες καὶ τὰ ὅμοια. Εἰσὶ δὲ καὶ τῆς Ἀσίας Θρᾷκες οἱ Βιθυνοί.

Μελισσόβοτον λέγει τὴν Παλλήνην, ἐπειδὴ πολλὰς ἔχει μελίσσας. Κατὰ σκοπιὰς δὲ, κατὰ τὸ ἀκρωτήριον τῆς Θρᾴκης τῆς φερούσης μελίσσας.

Λυχνὶς δὲ πυρός, ὁ λυχνίτης, ὅν φασι σεληνιακὸν ἔχειν φῶς, καὶ συμφθίνειν τε αὐτῇ καὶ συναυξάνειν, ἀφʼ οὗ καὶ σεληνίτην καλοῦσιν.

Φράζεο δ᾿ Εὐρώπης] Μεταβαίνει ἐπὶ τὴν λοιπὴν Εὐρώπην, καί φησιν αὐτὴν ἐκ τριῶν ὡρισμένων γωνιῶν συγκεῖσθαι. Κρηπῖδα γὰρ λέγει μέτρον τι ὡρισμένον τρίγωνον ἢ τὴν βάσιν. Τινὲς δὲ εἰς τὸ κρηπῖδα στίζουσιν.

Ὅστ᾿ ἐπὶ τρισσήν] Τρίγωνον πλευρὰν πρὸς ἀνατολὴν ἐρχόμενος ἀπὸ τῶν δυτικῶν ἐπὶ τὰ ἑῷα ἐκτέταται. Τὸ δὲ ἐκ τοῦ Ἴστρου λοιπὸν τῆς Εὐρώπης ὑπολειπόμενον ἄρχεται διαιρεῖν τοῖς ἐπὶ τὰ ἔθνη παρατείνουσιν ἄκροις τοῖς παραλίοις, ὑπάρχον τῆς καθʼ ἡμᾶς θαλάσσης. Ὅταν δὲ πρὸς ἠῶ λέγῃ, τὴν χώραν οὐ τὴν πρὸς ἕω κειμένην, ἀλλὰ τὴν ἐξ Ἰβήρων ἐπὶ τὰ ἑῷα παρέλκουσαν.

Ἴβηρές τε, φησὶ, καὶ Ἰταλοὶ πάντες ἅμα τοῖς Ἕλλησι μετὰ τὰς εἰρημένας χώρας ἐπὶ τὰ νότια πρὸς τὴν καθʼ ἡμᾶς θάλασσαν οἰκοῦσι· προσκεῖσθαι δὲ τὴν Ἰβηρίαν ἐκ δύσεως ἀρχομένην ὠκεανῷ γειτνιῶσαν· ὅπου καὶ μία τῶν Ἡρακλείων στηλῶν ἐστιν, Ἀλύβη τοὔνομα, κατὰ δέ τινας Ἀβύλη, παῤ ᾗ καὶ Ταρτησσὸς, ἣν καὶ ὁ Ἀνακρέων φησὶ πανευδαίμονα. Ταύτης Ἀργανθώνιος ἐβασίλευσεν. Ἀλύβη δὲ νῆσος ὑπὸ τὰς Ἡρακλείους στήλας, ἀρχὴ τοῦ στόματος τῆς θαλάσσης.

Ῥυηφινέων δέ, πλουσίων, ἀπὸ τοῦ ῥύδην ἔχειν τὸν πλοῦτον.

Κεμψοί θ᾿ οἳ ναίουσι] Κάτω γάρ εἰσι τοῦ Πυρηναίου οἱ Κεμψοί. Ἡ δὲ Πυρήνη ὄρος ἐστὶν, ἀρχὴν ἔχον ἀπὸ τοῦ βορείου ὠκεανοῦ, ἐκδιδόμενον δὲ εἰς τὴν καθ᾿ ἡμᾶς θάλασσαν, καὶ διορίζον Κελτοὺς Ἰβήρων (καὶ Πανελλήνων).