Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Βορειάδος Ἀμφιτρίτης] Ἐκ τοῦ βορείου γὰρ ὠκεανοῦ ἐκδιδοῖ ὁ Ἴστρος.

Ἄχρι τοῦ Εὐξείνου Πόντου φέρεται ὁ Ἴστρος. Οὐκ ἔγκειται δὲ τῇ εἰκόνι ἡ νῆσος, ὅτι περιέχεται ὑπὸ τοῦ ποταμοῦ, καθά φησιν ὁ Ἀπολλώνιος (4, 309).

Ἡ δὲ Πεύκη νῆσός ἐστιν, ἥντινα ἀποτελεῖ ὁ Ἴστρος, ἧς μέμνηται καὶ Ἀπολλώνιοις (3, 309)· « Ἴστρῳ γάρ τις νῆσος ἐέργεται, οὔνομα Πεύκη. »

Πεύκη νῆσος τρίγωνος μεταξὺ κειμένη τῶν τοῦ Ἴστρου στομάτων. Ὁ Πτολεμαῖος ἑπτάστομον λέγει καὶ τὸν Ἴστρον καθὰ τὸν Νεῖλον· ὡσαύτως καὶ ὁ Γεωγράφος.

Μαιώτιδος ἐς στόμα λίμνης] ἕως, φησὶ, τῆς Μαιώτιδος, μέχρι γὰρ ταύτης εἰσὶν οἱ Σκύθαι, ὡς ἱστορεῖ καὶ Ἡρόδοτος (4, 21), λέγων· « Τάναῖν γὰρ ποταμὸν διαβάντι οὐκέτι Σκυθία. » Λέγει δὲ τοῦτο ὁ Διονύσιος, οὐχ ὡς βουλόμενος ἐνταῦθα παύσασθαι τὴν Σκυθίαν καθόλου, ἀλλὰ τὴν πρὸς βορρᾶν τοῦ Ἴστρου. Οἱ δὲ Βαστάρναι καὶ Γερμανοὶ καὶ οὗτοι πάντες ἐπὶ τὰ ἀριστερὰ κεῖνται τοῦ Ἴστρου· οἱ δὲ Ταῦροι τῆς Σκυθίας, ἐν ᾗ ἐστιν ὁ Ἀχιλλέως δρόμος· οἱ δὲ Σκύθαι παρὰ τὴν Λευκὴν νῆσον.

Σαμάται] Σαρμάται ἔδει εἰπεῖν καὶ οὐ Σαμάται· ἀλλ᾿ ἡ τοῦ μέτρου βία ἐξώθησε τὸ ρ, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν, ἐν τῷ Βρετανία, τοῦ μέτρου ἐπιτάξαντος, ἀπεχώρισε τὸ ἓν τ.

Ἀχίλλειος δρόμος ἐκλήθη ἐκ τοιαύτης αἰτίας· Ἰφιγενείας μελλούσης σφαγιάζεσθαι ἐν τῇ Αὐλίδι τῇ Ἀρτέμιδι, ἀνήρπασεν αὐτὴν ἡ Ἄρτεμις καὶ ἔπεμψεν εἰς τὴν Σκυθίαν. Τότε δὲ ἠράσθη αὐτῆς Ἀχιλλεὺς, καὶ ἔμεινεν ἐπιδιώκων μέχρι τινὸς τόπου· καὶ ἐντεῦθεν ἐκλήθη Ἀχίλλειος δρόμος.

Ἔνθα Μελάγχλαινοί τε] Ὀνόματα ταῦτα ἐθνῶν· καὶ ἴσως ἐκ τοῦ συμβεβηκότος ἐκλήθησαν. Τούτων δὲ καὶ ὁ Ποιητὴς (Il. ν, 5) ἐμνήσθη, ὅτε καὶ περὶ τῶν Μυσῶν ἔλεγεν. Ἄλλοι δὲ ἀπὸ τῆς ἐσθῆτος, οἱ δὲ ἀπὸ τῆς τροφῆς, ἕτεροι δὲ ἀπὸ τοῦ χρώματος τούτους ὀνομασθῆναι ὑπενόησαν.

Ἀγάθυρσοι] Ἀγάθυρσος υἱὸς Ἡρακλέους, ἀδελφὸς Γελώνου, ἐξ ὧν καὶ τὰ ἔθνη εἰλήφασι τὴν ἐπωνυμίαν.

Βορυσθένης ποταμὸς περὶ τὸν Πόντον, ὅθεν καὶ οἱ Ποντικοὶ Βορυσθενῖται, ὡς Μένανδρος λέγει·

  • — διεμέριζε γὰρ
  • Βορυσθενίτης.
  • Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα] Ταῦτα ὀνόματα ποταμῶν. Ὁ δὲ Παντικάπης συναφής ἐστι τῷ Ἴστρῳ. Ἔστι δὲ τῆς Εὐρώπης. Τὰ δὲ Ῥιπαῖα ὄρη εἰσὶ τῆς Σκυθίας, ἐξ ὧν καταφέρονται οἱ τοιοῦτοι ποταμοί. Διάνδιχα δὲ κεχωρισμένοι ἀλλήλων.