Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Κιχήσεαι Εὐρώπ.] Βουλόμενος δεῖξαι τὸ ὅμοιον τῆς Εὐρώπης πρὸς τὴν Λιβύην χαριέντως καὶ τὴν αὐτὴν ἀρχὴν τῆς περιγραφῆς ποιεῖται.
Γλωχῖνα] ἐπεὶ ὥσπερ γωνία ἐστὶ κωνοειδὴς ἡ πρὸς τῇ Ἰβηρίᾳ γῆ. Γράφεται δὲ καὶ « πυμάτῃ ὑπὸ γλωχῖνι. » Γράφεται καὶ « πυμάτῃς μὲν ἐπὶ πλευρῇσι. »
sqq. Μῆκος ἐπ᾿ ἠ πείρου] τὸ πρὸς τὸ μῆκος. Δυνατὸν γὰρ καὶ ἐπὶ τῷ ἑτέρῳ μῆκος λαμβάνειν. — Ἔνθα Βρετανοί, οὐχ ὅπου οἱ Ἴβηρες, ἀλλ᾿ ὅπου ὁ ὠκεανός. Ἐκεῖσε γάρ ἐστιν ἡ Βρετανία. Λευκὰ δὲ φῦλα Γερμανῶν, ἐπεὶ τοιοῦτοί εἰσι τὴν χροιάν. Ἄλλως. Ἔνθα Βρετανοί. Βρεττανοί ἐστι τὸ ἐντελέστερον. Ἀλλὰ διὰ τὸ μέτρον ἐγένετο Βρετανοί χωρὶς τοῦ ἕνος ταῦ. — ᾗχι βορείου ὠκεανοῦ. Ἀνατείνοντες ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ μέχρι τοῦ βορείου ὠκεανοῦ. — Τὸ δὲ ἀρειμανέων Γερμανῶν γράφεται καὶ ἐρισθενέων.
Ἑρκυνίου δρυμ.] Πλησίον γὰρ τοῦ Πυρρηναίου ὄρους ὁ Ἑρκύνιος. Ἄλλως. Ἀντὶ τοῦ τὸ Ἑρκύνιον ὄρος παροικοῦντες. Ὀρόγκους δὲ λέγει ἢ τοὺς ὄγκους ἢ τὰς ἄκρας τῶν ὀρῶν, ἢ τοὺς τραχεῖς τόπους. Παραθρώσκοντες δὲ παρατρέχοντες, οἷον ἐπεκτεινόμενοι, τὴν οἴκησιν ἔχοντες μέχρι τοῦ Ἑρκυνίου δρυμοῦ. Ὡς καὶ Ἀπολλώνιος (4, 640)·
Βοείῃ] καὶ τῷ χρώματι καὶ τῇ λειότητι.
Ἀγχύθι πηγάων] Ἐγγὺς γάρ ἐστιν ὁ Ἠριδανός.
Οὗ ποτ᾿ ἐπὶ προχοῇσι] Τοῦ Ἡλίω υἱὸς Φαέθων ἔπεσε καὶ ἐκλαίετο ὑπὸ τῶν ἀδελφῶν, καὶ ἐκ τῶν ὀφθαλμῶν αὐτῶν τὸ ἤλεκτρον ἐγένετο. Κεῖθι δέ που καὶ ἤλεκτρον εὑρέθη. Ὁ δὲ Ἠριδανὸς ἐξ ὄρους καλουμένου Ἡλίου καπτῆς, ὡς δʼ ἔνιοι ἐκ τῶν Κεραυνίων. Ἔστι μέσον Γερμανῶν καὶ Κελτῶν.
Ὀδυρόμεναι Φαέθοντα] Μυθεύεται γὰρ οὕτως· ὅτι ποτὲ ὑπὸ τοῦ πατρὸς Ἡλίου πιστευθεὶς ὁ Φαέθων τοῦ ἐλάσαι τὸ ἅρμα, ἀτακτότερον αὐτὸ φέρων τὴν πρώτην ἔκαυσε ζώνην τὴν κεκαυμένην. Ὀργισθεὶς δὲ ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν· ἐκατηνέχθη ἐπὶ τὸν Ἠριδανόν. Αἱ οὖν ἀδελφαὶ κλαίουσαι αὐτὸν, μετεβλήθησαν εἰς αἰγείρους· τὸ δὲ φερόμενον παῤ αὐταῖς δάκρυ, οὐ πήγνυται, ποιεῖ τὸν ἤλεκτρον.
Τὸ δὲ δάκρυ ἀμέλγονται ἀντὶ τοῦ δρέπονται τὸ ἤλεκτρον. Δάκρυα δέ φησιν, ὅτι τῶν Ἡλιάδων λέγει εἶναι δάκρυα. Ἔστι δὲ λίθος οὕτω λεγόμενος· οὐ γὰρ τὴν κρᾶσίν φησι τὴν ἀπὸ χρυσοῦ καὶ ἀργύρου. Παρασκευάζει δὲ Ἡρόδοτος (3, 115) ταύτην τὴν ἱστορίαν.
Τυρσηνίδος] Οἱ Τυρρηνοὶ δὲ νῦν Τοῦσκοι καλοῦνται.
Ἄλπιος ἀρχή] Ἄλπις ὄρη μέγιστα τῆς Εὐρώπης, καὶ ῥεῖ ἐκ μὲν θατέρου μέρους ὁ Ἴστρος, ἐκ δὲ τοῦ δυτικωτέρου ὁ Ῥῆνος.