Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Σερβωνίδος δὲ ἄλμης. Τοῦ Πηλουσίου λίμνη τῆς Αἰγύπτου. Πρὸς γὰρ ζέφυρον κεῖται ἡ Ἀλεξάνδρεια.
Ἔνθα Σινωπίταο] Σινώπη τοῦ Σαράπιδος ἱερὸν, ἀπὸ Σινώπης τοῦ Πόντου, ὅθεν ἠνέχθη τὸ ἄγαλμα. Ἢ τοῦ Μεμφίτου. Σινώπιον γὰρ ὄρος ἐστὶν ἐν Μέμφιδι, ἐν ᾧ τοῦ Σαράπιδος ἱερὸν ἤτοι τοῦ Διὸς ἦν, οὗ τὸ ἄγαλμα μετεκομίσθη εἰς τὴν πλησίον Ἀλεξάνδρειαν. Ἄλλως. Τοῦ Σαράπιδος ἱερὸν ἀπὸ Σίνωπος τοῦ ποταμοῦ, ὅθεν ἦλθε τὸ ἄγαλμα. Ἄδηλον δὲ ἦν ὁρῶσιν, οἵας ὑπῆρχε φύσεως. Ἄλλως. Τῷ Λάγου Πτολεμαίῳ ἐπιφανείς τις δαίμων ἐκέλευσε πέμψαντα ναῦν κομίσαι αὐτόν.
Αὕτη ἔστιν ἡ αἰτία διʼ ἧς τιμᾶται ἐν Ἀλεξανδρείᾳ ὁ Σινωπίτης Ζεύς. Βασιλεύς τις εἶδεν ὅτι ἐπέστη αὐτῷ δαίμων· ὃς καὶ εἶπεν αὐτῷ· « Εἴσαξόν με ἐν τῇ πόλει σοῦ. » Διαπορούμενος οὖν ὁ βασιλεὺς περὶ τούτου διὰ τὸ μὴ γινώσκειν αὐτὸν πόθεν εἴη καὶ τίς ἐστιν, ὕστερον ἐκοινώσατο τουτὶ καὶ τοῖς μεγιστᾶσιν αὐτοῦ· οἵτινες πρὸς λύσιν τῆς ἀπορίας τουτὶ προσεφθέγξαντο· Ἔστω σοι βασιλεῦ ὅ τι --- καταλαβέτω ναῦς τοῖς πελάγεσι, καὶ οὑτωσὶ φερομένη ἔνθεν κἀκεῖθεν ὑπὸ τῶν πνευμάτων ἔλθοι ἂν ἐκεῖσε ὅπου τὸ δαιμόνιον· ἔνεστι προνοία παντὸς τούτου. » Οὕτως ἤδη τῆς νηὸς ἐπιβάντες τινὲς προστάξει βασιλικῇ ἐφέροντο ἐν τῇ θαλάσσῃ πλανώμενοι. Ἐλλιμνίσαντες οὖν ποτε καὶ χρησμολογηθέντες ἀπελθεῖν πρὸς τὴν Ποντικὴν Σινώπην παρεγένοντο ἐκεῖσε. Ἔνθα εὐρόντες τὸ ἴδιον ἄγαλμα ἐκόμισαν αὐτὸ εἰς τὴν τοῦ βασιλέως χώραν τὴν Ἀλεξάνδρειαν. Παῤ οὗ δημοτελὴς τετέλεστο ἑορτὴ, καὶ πολλῇ τιμῇ πρὸς τούτου τετίμητο, ἀλλὰ δὴ καὶ πρὸς τῶν ὑπ᾿ αὐτὸν.
Φαίνονται σκοπιαί] Πρωτεὺς διὰ τὴν ἀδικίαν τῆς τῶν παίδων ξενοκτονίας εὐξάμενος τοῖς θεοῖς ἠνέχθη εἰς τὴν Φάρον μετὰ Εἰδοθέης τῆς θυγατρὸς, ἔνθα λέγεται ἀποτεθεῶσθαι. Λέγει δὲ σκοπιὰς Εἰδοθέης ἢ τὴν Φάρον αὐτὴν, ὃ ἔστι --- κτίσμα, ἢ τὸν Ἀντίφαρον λεγόμενον, ὅς ἐστιν ἐν Ταφοσίριδι. Καὶ λέγεται τάφος εἶναι τῆς Εἰδοθέας, τόπος ὢν ὑψηλότατος, ὅθεν καὶ σκοπιὰς εἶπεν Εἰδοθέας. Ἄλλως. Σκοπιαί ἢ ὁ Φάρος ἢ ὁ τάφος αὐτῆς ὡς ἄνω Ταφοσίριδος.
Παλληνίδος Εἰθ.] Ἦν γὰρ Παλλήνη πόλις Θρᾴκης, ἐξ ἧς ὁ Πρωτεὺς, ὥς φησιν ὁ τὴν Ἀλέξανδραν γράψας Λυκόφρων (124). Ἦν γὰρ θυγάτηρ Πρωτέως ἡ Εἰδοθέα.
Ἐπεὶ ἄνωθεν ἀπὸ Παλλήνης ἦν ἡ Εἰδοθέη, οὔτω δὴ καὶ τὸν Πρωτέα φησὶν ἄνωθεν εἶναι Παλλήνιον ὁ τὴν Ἀλέξανδραν γράψας Λυκόφρων, ὕστερον (ἰστέον v. I.) δὲ μεταστῆναι εἰς Αἴγυπτον διὰ τὴν τῶν παίδων κακοξενίαν, « παίδων ἀλύξας τὰς κακοξείνους πάλας. » Αὕτη ἡ Εἰδοθέα τοῦ Πρωτέως θυγάτηρ ἦν, ὃς Αἰγύπτιος ὢν ἀπῆλθε πρὸς Θρᾴκην. Ἔσχε δὲ καὶ δύο υἱοὺς ξενοκτονοῦντας· τούτους Ἡρακλῆς ἐφόνευσε. Παρακαλέσας δὲ τὸν Ποσειδῶνα διὰ τῶν ἀδύτων τῆς γῆς ἦλθε,
Τὴν δὲ μέτ᾿ ἀντολίην Μετὰ δὲ τὴν Αἴγυπτόν ἐστι πλησίον τοῦ Κασίου τοῦ Πηλέως ἡ πόλις, τὸ ἐπώνυμον Πηλούσιον. Ἐντεῦθεν δῆλον, ὡς τὸ Πηλούσιον τῆς Ἀσίας πόλις ἐστὶ καὶ οὐχὶ τῆς Λιβύης.
Οὐ μὲν ἐκεῖνοι] Οὐ γὰρ ἔτι τῆς Λιβύης οἱ Πηλουσιῶται, ἀλλὰ τῆς Ἀσίας. Ἔξω γάρ εἰσι τῆς Αἰγύπτου. Τὸ δὲ ἔλλαχον ἄστυ ἴσως τὴν ἐπωνυμίαν λέγει οὕτως καλουμένην.
Εἰ δὲ καὶ Εὐρώπης] Ἀκολούθως μετὰ τὴν Λιβύην ἔρχεται ἐπὶ τὴν Εὐρώπην. Καὶ αὐτὴ θέσει ἐν ἑκατέρα πληρουμένη τοῦ σχήματος, ἀλλ᾿ ἡ μέν ἐστι τῶν ἄρκτων, ἡ δὲ τῷ νότῳ κεκλήρωται. Ὠνομάσθαι δὲ τὴν χώραν ἐξ Εὐρώπης φασὶ τῆς Φοινίκης, ὥς φησι Λυκόφρων (1283)·
Ωὐτὸς μὲν Λιβύης ῥυσμός] ἢ οἷος ὁ ῥυσμὸς τῆς Λιβύης ὀξύνεται πρὸς τὰ δυτικὰ, ἢ ὡς ὁρᾷ ἡ Λιβύη κατὰ τὸ πλάτος πρὸς βορέαν ἢ καὶ ἀνατολήν. Τὸ δὲ (καὶ) ἄλλομέτρον οὐ νεύει (εἰς γῆν) ὡς ἐπ᾿ ἄρκτους· εἰ γὰρ καὶ ὡς ἐπʼ ἄρκτους ἔνευε, δι᾿ ὅλου πλατεῖα ἂν ἦν, νεύει δὲ μᾶλλον ἀπὸ τῶν ἀρκτώων ἐπὶ τὰ δυτικὰ, ὡς τὰ μέρη ταῦτα ὀξύτερα εἶναι, ἀλλὰ μετ᾿ ἄρκτους. Βορειοτέρα γάρ ἐστιν ἡ Εὐρώπη, καὶ πρὸς τὸν βόρειον ὠκεανὸν κεκύρτωται. Ἐπισύρεται οὖν, φησὶν, ἐπὶ τὴν ἀνατολὴν τῷ αὐτῷ σχήματι, πλὴν ἀντιπροσώπως. Ἄλλως. Ὁ αὐτὸς ῥυσμὸς, ἤγουν ὅρος. Διαιρουμένη γὰρ ἡ Εὐρώπη ἀπὸ τῆς Ἀσίας ὑποδιαιρεῖται καὶ εἰς τὴν Λιβύην.
Ἄμφω δ᾿ ἶσον ἔχουσιν] Πρὸς τῇ Ἀσίᾳ γὰρ ἐπ᾿ ἴσης ἀποτερματίζονται.
Εἰ δέ κε θείης] Αἱ γὰρ δύο πλευραὶ τῶν δύο χωρῶν ἴσαι εἰσί. Τὸ γὰρ ἥμισυ τῆς πάσης γῆς τοιοῦτόν ἐστι κωνοειδές.
Σχῆμα πέλοι] Ἐπὶ τὸ δυτικὸν λέγει, ὄθεν ἀποξύνεται Λιβύη τε καὶ Εὐρώπη· δύο γὰρ πλευραὶ εἰς ὀξύτητα λήγουσαι, εἰ συναφθεῖεν, κῶνον ἀποτελοῦσιν, ὡς γίνεται τὸ στενὸν μὲν ἐπὶ δύσιν, τὸ δὲ πλατὺ ἐπὶ ἀνατολάς. Μειοῦται γὰρ τὸ σχῆμα εἰς τὸ τῶν χωρῶν τέλος.