Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Σποράδες νῆσοι· Δονοῦσα, τῆς Ναξίας ἐγγύς· Λέβινθος· Κορσία, τῆς Ἰκαρίας ἐγγύς· Θηρασία· ἡ Κῶς· Φολέγανδρος, Παρίας ἐγγύς· Ἀνάφη· Σίκινος Γύαρος, ἔμπροσθεν Ἄνδρου· Ἀστυπάλαια· Πάτμος· Λέρος· Νικασία· Μῆλος· Κίμωλος· Πάρος. Σποράδες δὲ λέγονται, ἐπεὶ πλησίον ἑαυτῶν οὖσαι κατʼ ὀλίγον χωρίζονται καὶ ὥσπερ σπέρματά εἰσι καταβληθέντα.

Οὖρον δ᾿ ἐς Τένεδον] ἀρκτικὸν δηλονότι, ἐπεὶ ἔχει κόλπον μακρὸν πρὸς ζέφυρον. Ἔχει δὲ τοῦτον ἔτι κατὰ τὸ ἔμπροσθεν ἑκατέρας πλευρᾶς τοῦ Βοσπόρου· ἀλλὰ τὴν μὲν Τένεδον εἰσιόντι πρὸς δεξιὰ, τὴν δὲ Ἴμβρον πρὸς ἀριστερά.

Ἴμβρον ἔχων] Ἀπὸ τῶν Θρᾳκικῶν μερῶν ἡ Ἴμβρος· ἡ δὲ Τένεδος πρὸς τῇ Ἀσίᾳ κεῖται. Ἀπὸ δὲ Τενέδου ὁ Ἑλλήσποντος ἄρχεται. Τὸ δὲ τέλος τοῦ Αἰγαίου ἀρχὴ τοῦ Ἑλλησπόντου. Ἡ δὲ ἀρχὴ τοῦ Ἑλλησπόντου πλατυτέρα ἐστὶν, οἷα δὴ καὶ τέλος τοῦ Αἰγαίου οὖσα, ὡς καὶ Ὅμηρος (Il. ρ, 432)· « ἐς πλατὺν Ἑλλήσποντον. » Ἔστι δὲ τὸ τοῦ Ἑλλήσποντου στενὸν τὸ ἐπὶ Κωνσταντινουπόλεως· ἢ Ἑλλήσποντος λέγεται, ἔνθα Σηστὸς καὶ Ἄβυδος.

Τῆς δ᾿ ὕπερ ἄσπετα φῦλα] Τὸ νόημα οὕτως ἔχει· ὑπὲρ ἧς Προποντίδος πρὸς τὰ νότια μέρη πολλὰ ἔστιν ἔθνη τῆς Ἀσίας· ἵνα εἴπῃ τὰ καὶ περὶ Ἰωνίαν καὶ Λυδίαν καὶ Λυκίαν, καὶ πάντα τὰ πρὸς νότον ἀφορῶντα τῆς Ἀσίας παράλια ἐπὶ τοῦ Αἰγαίου καὶ τοῦ Ἑλλησπόντου. Καλεῖ δὲ τοῦτο τὸ μέρος ἰσθμὸν, ὅπερ καὶ Ἡρόδοτος (1, 72) αὐχένα λέγε. Ἔστι δὲ ὁ αὐχὴν οὗτος πρὸς νότον, ἀντικείμενος αὐτῆς τῆς Καράμβιος καὶ Κριοῦ μετώπου· καὶ στενοῦ γενομένου τούτου παρὰ τὸν Πόντον, εἰκὸς ὁρᾶσθαι τὰς περαιτέρω δύο θαλάσσας. Ἡ Προποντὶς γὰρ βορειοτέρα γίνεται τῶν προειρημένων ἐθνῶν. Πλατὺν δὲ αὐτὸν εἶπεν, ἐπεὶ πολλὰ ἔθνη ἔχει ἐν ἑαυτῷ. Μεταξὺ δὲ κεῖται τοῦ Εὐξείνου Πόντου, ὃς ἄγει ἄχρι Κόλχων, καὶ Προποντίδος. Τὰ δὲ ἔθνη Κιλικία, Ἰσαυρία, Παμφυλία, Λυκία, Καρία, Ἀσία, Ἑλλήσποντος, χώρα Φρυγία τῶν ἐν τῇ δευτέρᾳ Φρυγίᾳ, Καππαδοκία, Ἀρμενία, Γαλατία, Παφλαγονία, Πόντος Πολεμώνιος, Βιθυνία. Χῶραι ιδ´.

Πάρος Ἰώ] Ὥσπερ ἀναπτύξαι βουλόμενος τὴν ἐτυμολογίαν τοῦ Βοσπόρου, ἐπήνεγκε τοῦτο· ἔστι γὰρ ἀπὸ τῆς Ἰοῦς οἱονεὶ βοὸς πόρος. Ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶοτρον ἔπεμψε, καὶ ἐλαυνομένη ὥσπερ πόρτις παρῆλθε τοῦτον τὸν τόπον.

Στεινότατος] Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου πορθμὸς τοῦ Ἀνάπλου καλουμένου στενότερος ὑπάρχει περὶ τὰς Κυανέας πέτρας ὑπὲρ τοὺς ἄλλους πορθμοὺς, οἵτινες εἰσὶν Εὐβοίας καὶ Σικελίας.

Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου πορθμὸς ἢ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότερος ὑπάρχει περὶ τὰς Κυανέας πετρὰς ὑπέρ τοὺς ἄλλους, δηλονότι πορθμούς.

Ὁ Βόσπορος, φησὶ, στενότερός ἐστι τῶν --- ἀντικρὺ τῆς Ὑρκανίας δύο θαλασσης. Λέγει δὲ Προποντίδα· ἐσώτερος γὰρ τούτων ὁ Βόσπορος. Ἔστι δὲ στενότερος, ὅτι τὸ πλάτος ἐστὶ σταδίων ιβ´, ὡς καὶ βοῦν διανήξασθαι ὁ δὲ Ἑλλήσποντος τὸ πλάτος σταδίων η´,

438
Ἢ καὶ λέγει τὸν μεταξὺ Καλχηδόνος καὶ Βυζαντίου στενότατον πόρον, ἢ τὸν μεταξὺ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου καλουμένου. Ἄλλως. Τὸν αὐτὸν Ἀνάπλουν λέγει --- ὡς δοκοῦσι τὰ μέρη ἐκεῖνα τῷ ἀναπλέοντι μὴ ἔχειν ἔξοδον, ἄχρις οὗ πλησίον γένηται.

Περὶ τοῦ Εὐξείνου λέγει. Οὗτος δὲ πρότερον Ἄξεινος ἐκαλεῖτο, διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι, καὶ μηδένα ἐκεῖσε παραβάλλειν τῶν ξένων· Εὔξεινος δὲ νῦν ἐκλήθη κατὰ ἀντίφρασιν, ἢ, ὥς τινές φασιν, ὅτι ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς φιλοξένους τινὰς κατῴκισεν.

Στενοῦ γινομένουν τούτου τοῦ Πόντου εἰκὸς ὁρᾶσθαι τὰς περαιτέρω δύο θαλάσσας πλατείας. Ὁρμῶσι μὲν ὡς ἐπὶ τὰ ἀνατολικὰ, τὴν δὲ ἀνάνευσιν ποιοῦνται ὡς ἐπὶ τὰ βόρεια καὶ τὴν Μαιῶτιν, ἥτις πρὸς τῷ τέλει κεῖται τοῦ Πόντου· καὶ δοκεῖ ὥσπερ ἐξ αὐτῆς γεννᾶσθαι ἡ θάλασσα. Μέσαι δʼ ἔνθα κἀκεῖσε δύο ὑψηλαὶ ἄκραι εἰς τὸν Πόντον ἔκκεινται, ὧν ἡ μὲν κάτω ὡς πρὸς νότον, ἥντινα Κάραμβιν καλοῦσιν, ἡ δὲ ἄνω πρὸς βορρᾶν ἔκκειται, τὸ Κριοῦ μέτωπον.

Ἐκ τοῦ δ᾿ ἂν καὶ] τοπικὸν ἢ χρονικόν. Μετὰ δὲ τὸ πλησίον γενέσθαι τὸν ἀνεωγότα πόντον ἐκεῖθεν ὄψει δύο θαλάσσας καὶ κόλπους ἐκ διαστάσεως, ὧν μεταξὺ τὸ Κριοῦ μέτωπον δίκην τόξου διακείμενον. Ἄλλως. Ἐκ τοῦ, φησὶ, ταύτας προβεβλῆσθαι καὶ πρὸς ἀλλήλας νεύειν διθάλαττος γίνεται ὁ Πόντος, ὃ ἐστιν εἶς δύο κόλπους μερίζεται ἐοικὼς τόξῳ. Τόρνῳ δὲ λέγει τῇ περιφερεία· ἅμματι δὲ τόξου περιφραστικῶς τὸ τόξον, παρὰ τὸ ἐξῆφθαι αὐτοῦ τὴν νευράν. Λέγει οὖν ὅτι ἔοικεν περιφερείᾳ τόξου, ἐκ τοῦ προεληλυθέναι ταύτας οὕτω τὰς ἅκρας. Νόμιζε γὰρ, φησὶ, τὰ μὲν δεξιὰ πάντα τοῦ τόξου νευρὰν εἶναι, πλὴν τῆς Καράμβιδος, τὰ δʼ ἀριστερὰ τὸ ἐπικαμπτόμενον τῇ νευρᾷ. Ἀλλ᾿ ἐρεῖ τις· καὶ τί μᾶλλον τὰ δεξιὰ ἔοικε νευρᾷ πλὴν τῆς Καράμβιδος ἢ τὰ ἀριστερὰ τοῖς κέρασι πλὴν τοῦ Κριοῦ μετώπου; ὃ γὰρ ἂν εἴπῃς περὶ θατέρας πλευρᾶς καὶ περὶ θατέρας ἁρμόζει, ὥστε οὐ τόξῳ ἔοικεν, ἀλλὰ δύο τόξων κέρασιν ἀντιπροσώποις. Πρὸς ὃν ῥητέον, ὅτι τοῦτο προειδὼς ὁ Περιηγητής προσέθηκε τὸ « μόνη δέ τοι Κάραμβις· ” καὶ πάλιν ἐπὶ τῆς ἑτέρας πλευρᾶς τάδε· « πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης, » ὡς εἰ ἔλεγεν· οὐ μόνον τὸ Κριοῦ μέτωπον, ἀλλὰ καὶ ἡ λίμην, ἥν φησιν Ἡρόδοτος (4, 86) μὴ πολὺ ἐλαττοῦσθαι αὐτοῦ τοῦ Πόντου· ὥστε (ὡς) πρὸς τὰ κυρτοῦντα τὴν ἀριστερὰν πλευρὰν ὀλίγη ἐστὶν ἡ Κάραμβις, καὶ οὐκ ἂν δύναιτο ἐοικέναι δυσὶ κέρασι δύο τόξων· οὐ γὰρ ἴση ἀμφοτέρων ἡ κατὰ τὸ μέσον κυρτότης, ἀλλ᾿ ἔνι κατά τι μέρος τῆς νευρᾶς παραφθείρεσθαι τὸ σχῆμα.

Τόρνῳ --- τόξου] τῇ περιφερείᾳ, ἅμματι δὲ τῷ συνημμένῳ, ἢ τῷ τόρνῳ, τῷ ἅμματι· ἡ γὰρ τῶν κερῶν συνάφεια ποιεῖται τὰ τόξα.

Ἀλλ᾿ εἴη νευρῆς] ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου, καὶ περιφερεῖ τόξου σχήματι ὅμοιον ἂν ἴδοις τὸν Πόντον δύο γὰρ μικροὶ κόλποι ἐκ διαστάσεων ὄντες χαρακτῆρι τόξου ὁμοιοῦνται.

Γραμμῆς ἐκτός] τῆς ἐκ τῶν δύο κόλπων γινομένης· δοκοῦσι δὲ τοῖς πλέουσι συνιέναι διὰ τὰ κολπώματα. Εἰλεῖται δὲ στροφάλιγγι, βιοῦ κέρᾳ ἐοικὼς, ὁ πόρος δηλονότι· ἔοικε γὰρ τῷ τόξῳ κατὰ τὴν περιγραφήν.

Τοῦ καὶ πρὸς βορέην] Ἀνατρέχει πάλιν ὁ λόγος ἐπὶ τὸν Πόντον, ὑπερκεῖσθαι λέγων αὐτοῦ τὴν Μαιῶτιν, περὶ ἣν οἰκοῦσι Μαιῶται, Σκύθαι τὸ γένος. Εἶτα παῤ ἐκείνοις καλεῖσθαι μητέρα τοῦ Πόντου τὴν λίμνην, εἰκότως· ἐπιτρέχουσα γὰρ τὸν Βόσπορον ἐπιδαψιλεύεται τῇ θαλάσσῃ καὶ ἀναπληροῖ τὸν κόλπον. Εἶνα δὲ Κιμμερίους ὑπὸ τὴν εἰσβολὴν τοῦ Ταύρου, ἣ καλεῖται Χερρόνησος Ταυρικὴ, παρακειμένη τῷ στόματι τῆς Μαιώτιδος ἐκ δυσμῶν· πολλὰ δὲ παροικοῦσιν αὐτῇ ἔθνη Σκυθικά. Τὴν δὲ Μαιῶτιν ἐκφράζων ὁ Ἀπολλώνιος (2, 362) ἅμα τῷ ὕψει παραφαίνει τὸ σχῆμα, λέγων, «τῆς ὑπὲρ βορέαο περισχίζονται ἄελλαι.»

Ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρ.] Ἤτοι ἐξ αὐτῆς τοῦ Πόντου τὸ ὕδωρ ἐκφέρεσθαι, ἢ ἐκ τοῦ Πόντου αὐτῆς καὶ τὸ ὕδωρ.

Κιμμερίου διὰ Βοσπόρου] Πλησίον γάρ εἰσιν οἱ Κιμμέριοι κείμενοι παρὰ τὸν ἰσθμὸν, οὗ ἐστιν ὁ Ταῦρος· ἰσθμὸν δὲ λέγει τὸν κατ᾿ ἐνίους διαιροῦντα τῆς Εὐρώπης τὴν Ἀσίαν. Κιμμέριοι μὲν οἱ πολλοὶ κατ᾿ αὐτὸ εἰρημένοι διὰ τὸ πλῆθος· οἱ δὲ τὰ βορειότερα τῆς νήσου κατὰ τὸν Πτολεμαῖον Ἀλανοὶ, Ἁμαξόβιοι, Χοῦνοι.

Ψυχρῷ δὲ ποδὶ Ταύρου ἐντὶ τοῦ εἰς τὸ ἔσχατον καὶ κατώτατον τοῦ Ταύρου. Ψυχρὸν δὲ λέγει τὸν Ταῦρον, ἐπεὶ ὑψηλός ἐστι. Τὰ γὰρ ὑψηλὰ κρυώδη εἰσί. Ποδὶ δὲ πάλιν τῷ κάτω μέρει ὡς τὸ « καὶ πόδας Ἴδης, » ἀντὶ τοῦ ἔσχατα μέρη καὶ κάτω τῆς Ἴδης. Εἰσὶ δὲ καὶ ἐν ἄλλοις Κιμμέριοι.

Τοίη μὲν μορφή] Ἐπλήρωσε τὴν θάλασσαν τὴν καθ᾿ ἡμᾶς· περὶ αὐτὴν γὰρ καὶ μόνον διέρχεται τὰ κατὰ μέρος, ὡς τῶν ἄλλων θαλασσῶν μὴ ἐχουσῶν τοιοῦτόν τι ἀξιόλογον. Λοιπὸν οὖν λέγει περὶ τῶν Γαδείρων.

439

Παραγνώσσοντι] τινὲς μὲν ἐξηγοῦνται τῷ ἐπιστήμονι, ἄλλοι δὲ παῤ ἀγνοοῦντι.

Ἤτοι μὲν Λιβύη] Κατὰ μὲν τὴν διαίρεσιν τῆς θαλάσσης ἡ Λιβύη διήκει μέχρι τοῦ Κανώβου, καὶ οὐ πᾶσά ἐστιν ἡ Αἴγυπτος Λιβύης, κατὰ δὲ τὴν τῆς γῇς διαίρεσιν διήκει μέχρι τοῦ Ἀραβικοῦ κόλπου, καὶ λοιπὸν ἡ Αἴγυπτος Λιβύης ἐστίν.