Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ναὶ μὴν καὶ τετάνυσται] Μετάβασις ἐπὶ τὰ ὑπερβόρεια. Ἡ γὰρ Ἰαπυγία ἐστὶν ἀπὸ τοῦ Ἀδριατικοῦ, Ἰάπυγες δὲ μέρος Καλαβρίας, ἀπὸ Ἰάπυγος Κρητὸς ἀποικισθέντες αὐτόθι, ἵνα καὶ παρὰ τὴν Λευκόπετραν τὸ Σικελικὸν διήκει πρὸς τὰς τοῦ Ἀδρίου ἐρχάς.

Κεῖθεν δʼ εὐρυνθεῖσα] Τὸν Ἰόνιον κόλπον ἐκφράζει ἐνταῦθα. Τὸ δὲ εὐρυνθεῖσα οὐ πρὸς τὰ προειρημένα ἐστί (πολλὰ γὰρ ἄλλα πλατύτερα εἶπεν), ἀλλὰ πρὸς τὸν μυχὸν καὶ τὴν ἐπιφερομένην στενότητα.

Ἥντε καὶ Ἰονίην] οἱ μὲν ἀπὸ Ἰοῦς, οἱ δὲ ἀπὸ Ἰονῆος, ὃς τὸν τόπον οἰκῶν ἐκράτησε τῆς θαλάσσης. Οἱ δὲ Ἰόνιον ἀπὸ Ἰάονός φασιν, ἀφ᾿ οὗ τὸ πέλαγος εἰρῆσθαι. Ἀρχέμαχος δὲ ἀπὸ τῶν ἀπολομένων ἐν αὐτῷ Ἰώνων, οἵ εἰσιν Ἀθηναῖοι. Ὁ γὰρ αὐτὸς καὶ Ἰόνιος καὶ Ἀδρίας. Τοῦ δὲ Ἴωνος υἱὸς Ἀδρίας, ἀφ᾿ οὗ τὸ πέλαγος.

Ἐνυαλίων δὲ, τουτέστι πολεμικῶν. Πολεμικοὶ γάρ εἰσιν οἱ Δαλμάτιοι. Ἐκ τούτου δὲ διελέμικοὶ Ἀπολλώνιος (4, 284) ὡς ψευσάμενοι. Οὐδὲ γὰρ ἔστι θάλασσα ἐκ τοῦ Ἴστρου συνάπτουσα τῇ Δαλματίᾳ καὶ τῷ Ἀδρίᾳ.

Ἰσθμός, στενὴ γῆ. Στενὴ γὰρ ἡ Ἰταλία ὡς πρὸς μῆκος. Ἰσθμὸν δὲ αὐτὴν εἶπεν, ὅτι μεταξύ ἐστιν Ἀδρίου καὶ τοῦ Λιγυστικοῦ. Πολυτενὴς δὲ, ἐπὶ πολὺ διατεταμένη. Οὐχ ὅτι ἡ Ἰταλία στενὴ, πλατεῖα γάρ ἐστιν, ἀλλʼ ὅτι τὸ οἰκούμενον ὅριον αὐτῆς στενόν· τό γὰρ ἄλλο πᾶν ὅριόν ἐστιν.

Ὁ Ἀδρίας παράκειται ἄχρι τῆς τῶν Ἰαπύγων, οἵ εἰσιν ἐν Ἰταλίᾳ. Μέμνηται δὲ αὐτῶν καὶ Καλλίμαχος οὕτως·

  • Ἰηπύγων ἔγχος ἀπωσάμενοι.
  • Εὐρυτέρην ἐνέπουσι] τὴν μείζονα, ἐπεὶ ὡς πρὸς νότον νένευκεν, ἐκτεινομένη μᾶλλον τῆς ἑτέρας.

    Ἔνδον ἐοῦσα] ἀντὶ τοῦ δυτικωτέρα τυγχάνουσα. Ἔνδον γάρ φησιν ὡς πρὸς τὴν δύσιν.

    Δέχεται πλημμυρίδα] ἤτοι ἀπὸ τοῦ Σαρδονικοῦ

    436
    καὶ Λιγυστικοῦ πελάγους δεχομένη, ὅπερ ἐστὶ πόρρω πάνυ, ἢ καὶ ἀπὸ τοῦ Σικελικοῦ.

    Ἐκ ὁ᾿ ὀρέων Σικελῶν Κρήτης ἀναφαίνεται] Οἷον τοῖς πλέουσιν ἐκ Σικελίας, τῷ μηκέτι φαίνεσθαι τὰ ὄρη αὐτῆς, λοιπὸν διαδέχεται τὸ Κρητικὸν πέλαγος. Κρήτης ἀναπέπταται οἶδμα τουτέστι τῆς Σαλμωνίδος ἄκρας, ἥ ἐστι Κρήτης ἀνατολικωτέρα.

    Ἰσμαρικοῦ, ἤγουν Θρᾳκικοῦ. Ἴσμαρος γὰρ πόλις Θράκης, “ ὁ δ᾿ Ἴσμαρον ἀμφιβεβήκει (Od. ι, 98), ” ἐν ᾧ μάλιστα ὁ βορρᾶς καταρρήγνυται. Ἄλλως. Περὶ Κικονίαν ἐστὶν ὁ Ἴσμαρος, ὡς ὁ Ποιητὴς (Od. ι, 39) δηλοῖ· « Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, Ἰσμάρῳ. Δύο δέ πελάγη τὰ ἐκ τοῦ Ἀδρίου συναπτόμενά φασιν ὑποκεῖσθαι τῇ προειρημένῃ θαλάσσῃ, ὧν τὸ μὲν Αἰγύπτιον ἄχρι τοῦ Κασίου περατοῦσθαι· τοῦτο δὲ ἄκρον ἐστὶ ψαμμῶδες, ἐπὶ τὰ βόρεια τοῦ Πηλουσίου κείμενον· τὸ δὲ Συριακὸν ἐπὶ τὸν Ἰσσικὸν ἀποκρέμασθαι κόλπον, ὃν ἄνω τῆς Σιδονίας ἐπὶ τὰ βόρεια κεῖσθαι θαλάσσης.

    Τιταινομένην Κασίοιο] τὸ γὰρ Κάσιον τῆς Συρίας, ἐπεκτεινόμενον ἄχρι τοῦ Πηλουσίου. Ἢ καὶ ἄλλως· τὸ Κάσιόν ἐστι δεξιᾷ χειρὶ τοῦ Νείλου τῆς εἰς θάλασσαν ἐκροίας, ἐγγὺς τοῦ Πηλουσίου. Τὸ δὲ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. 117. Σιδονίην δʼ ἑταερην Σιδονία ἐκεῖθεν καλεῖται, ὅπου ὁ Ἰσσικὸς κόλπος λήγει εἰς τὰ πέρατα τῆς γῆς ἐπὶ τὸν βορέαν. Ἔχει δὲ μεθʼ ἑαυτὸν ἕτερον πέ λαγος ἐπισυνημμένον· διὰ τοῦτο ἄπειρον αὐτόν φησι. Καὶ οὕτω τὰ τῆς ἐπιγραφῆς.

    Ἰσσοῦ] τῆς νῦν Νικοπόλεως ὀνομαζομένης διὰ τὸ ἐκεῖ Ἀλέξανδρον τὸν Μακεδόνα Δαρεῖον νικῆσαι.

    Ἰσόδρομος δὲ οὐ διʼ ὅλου ἐπὶ τὸν βορρᾶν χωρῶν, οὐκ ἐπὶ πολὺ (τῆς ἀνακλίσεως) ἐπ᾿ εὐθείας φερόμενος, ἀλλʼ ἐπισυρόμενος εὐρὺς κατὰ τὰ δυτικὰ, καὶ αὐτὴν τὴν Φαρίαν θάλασσαν παρατεινόμενος εἰς τὴν τελευταίαν ἐξοχὴν τοῦ Κασίου, ὃ ἔστι Πηλούσιον.

    Ὕσπληγγι δνοφερῇ] τῇ καμπῇ καὶ τῇ ἀφετηρίᾳ τῇ μελαίνῃ καὶ τῇ ὁρμῇ. Ὕσπληγξ δὲ κυρίως τὸ μηχάνημα τὸ ἀποκροῦον τὸν κανόνα τοῦ δρομέως. Σημαίνει δὲ καὶ ἀρχὴν καὶ ἀφετηρίαν. Ἔστι δὲ οἷον γραμμῇ τινι καὶ διαιρέσει. Δνοφερῇ δὲ διὰ τὴν χροιὰν τῆς ἐκεῖ θαλάσσης ἢ χώρας. Καὶ μετὰ τὸ κάμψαι πάλιν ὥσπερ ἔφεσίς ἐστι τοῖς δρομεῦσι (δρόμος)· ὅταν γὰρ ἐπιβάλλῃ τῇ Κιλικίᾳ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ. Διὸ καὶ δράκοντι τὴν ἕρπυσιν αὐτὸν εἰκάζει, ἐπεὶ μὴ κατʼ εὐθὺ φέρεται, διεστραμμένως δὲ περὶ αὐτὸν εἰλεῖται περὶ δὲ αὐτὴν νῦν χρὴ νοῆσαι, ἐπειδὴ ὁ Ἰσσικὸς κόλπος πρὸς βορέαν ἀνατεινόμενος κατὰ τοῦτο τὸ μέρος ἐπικάμπτεται. Δνοφερῇ δὲ τῇ μελαγγείῳ τὸ δὲ Κιλίκων ἀποπαύεται, ὡς τέλος εἶναι τῆς φορᾶς ἄχρι Κιλικίας, τῇ δʼ ὅλῃ παραφορᾷ ἄχρι Παμφυλίας, ἀπὸ Παμφυλίας δὲ ἄχρι Χελιδονίων ἐπὶ δύσιν πάλιν. Ὅταν γὰρ, φησὶ, πρὸς τῇ γῇ τῶν Κιλίκων γένηται, τότε παύεται πρὸς βορρᾶν ἀνατεινόμενος, καὶ λοιπὸν ἐπικάμπτεται πρὸς δύσιν, διὰ τὸ ἐξ ἑκατέρας ἐπιφέρεσθαι συμπεριαγνυμένῳ τῷ κόλπῳ τὰ κύματα, καὶ διὰ τοῦτο δυσπόρευτον ποιεῖσθαι τὴν ἐπίβασιν κατὰ τὸ περιφερὲς τοῦ κόλπου. Ἥττονα γὰρ τῷ τάχει τῶν ἐπʼ εὐθείας φερομένων.

    Τῆμος ἐπὶ ζέφυρον] Τῆμος δύναται καὶ τοπικὸν καὶ χρονικὸν, νῦν δὲ ἀντὶ τοῦ τοπικοῦ. Ἐκεῖθεν δὲ ὥσπερ ἐπὶ δύσιν τὴν στροφὴν ποιησάμενος ἐκπτύει τὴν θάλασσαν καὶ ἐπιμίγνυται.

    Νήχυτος] πολύχυτος καὶ βαρυκύμων. Ἐπίκεινται δὲ τῷ ἠπειρωτικῷ μέρει τοῦ Ἰσσικοῦ Παμφύλιοι, ὅπου εἰσὶν αἱ Χελιδόνιαι νῆσοι. Τοῦτό φησιν, ἐπεὶ καὶ ἑτέρωθεν παράκεινται τῷ Ἰσσικῷ. Βουλόμενος δὲ δεῖξαι τὴν θέσιν τῆς Παμφυλίας τεκμηρίῳ χρῆται τῷ τῶν Χελιδονίων νήσων.

    Ὅσσον ἐπιπροβέβηκεν] ἓως Χελιδονίων Παμφυλίας. Τρεῖς δέ εἰσιν αὗται, Μελανίππη, Γάγαι καὶ Κορύδαλαι.

    Σῆμα δ᾿ ἔχειζεφύρου] Ὁ δὲ κόλπος ἔχει τελευταῖον σημεῖον πρὸς ζέφυρον τὴν ἄκραν τῶν Πατάρων. Ἔστι δὲ ἀκρωτήριον, ὃ Λυκίαν καὶ Καρίαν διορίζει. Ἄλλως. Σῆμα δʼ ἔχει ἔσω Πατάρων Λυκίας,

    437
    καὶ κατὰ τὸ τέλος τοῦ Σιδονίου πελάγους καὶ τοῦ περὶ Πάταρα φερομένου πελάγους ἐπ᾿ ἄρκτον ὁρᾷ τὸ Αἰγαῖον πέλαγος.

    Φράζεο δʼ ἐκ κείνου] Ἐκεῖθεν δέ, φησιν, ὦ ἀκροατὰ (πρὸς γὰρ αὐτὸν ὁ λόγος), ἐπισκόπει τὴν ἄρκτον, εἰς οἷον καὶ τὸν Αἰγαῖον εἰδέναι, βαθὺν ὄντα καὶ ἀλαζόνα τῶν κυμάτων. Σημεῖον δὲ τοῦ κλύδωνος αἱ προσκείμεναι νῆσοι, διεστῶσαι μὲν ἀλλήλων, διὸ καὶ Σποράδες εἴρηνται, περιηχοῦσαι δὲ καὶ ἀντικτυποῦσαι τῷ ἐπιθέοντι ῥοθίῳ. Τὸ δὲ συμπλήρωμα ἔχει ὁ Αἰγαῖος ἄχρι Τενέδου, ἔξω καὶ πόρρω ἐξ ἑτέρου μέρους αὐτῷ παρακειμένης τῆς Ἴμβρου. Περιφερόμενος δὲ μᾶλλον ἐπὶ τὰ βόρεια προσομιλεῖ τῇ Προποντίδι καὶ ἀναπαύεται. Ἴμβρος γὰρ ἐπὶ τὰ μέρη τῆς Θρᾴκης ἡ δὲ πρὸς τῇ Ἀσίᾳ Τένεδος ἐκ τῆς ἀρχῆς ὁρίζει τὸν Ἑλλήσποντον. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας ἐπὶ τὰ ἀρκτῶα μέρη ἐστὶν ὁ Αἰγαῖος πόντος.