Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Τραπεζίῳ εἶδος] Τῶν ἀνισοσκελῶν τετραπλεύρων τὸ τραπέζιον, ὡς Εὐκλείδης φησί· τὰ δὲ περὶ ταῦτα πάντα τετράπλευρα τραπέζια καλείσθω. Ἄλλως. Ἐπὶ τὴν ἀνατολὴν πρὸς τῷ νότῳ. Ἔστι γὰρ ἀνατολὴ βόρειος καὶ νότιος. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δύσεως.
Ἀρξαμένη πρώτιστα] Ἀπὸ Γαδείρων ἕλκεται ἡ Λιβύη ἐπὶ τὰ νότια σχήματα, τραπέζιον εἶδος ἔχουσα, ὃ ἔστι γεωμετρικὸν θεώρημα· ὅπου ἐν τοῖς Γαδείροις εἰς ὀξὺ λήγουσα ἀπὸ τοῦ ὠκεανοῦ ἀποτερματίζεται εἰς μυχὸν ὀξὺν, ἤτοι κατὰ τὸ ἔσχατον τὸ ἐξ αὐτῆς ὀξυνθεῖσα, ἢ εἰς τὸ βαθύτατον τοῦ ὠκεανοῦ, ἀντὶ τοῦ εἰς πολὺ τοῦ ὠκεανοῦ.
Τῶν ἑτέρων] Εἰσὶ γὰρ καὶ ἄλλοι περὶ τὰ ἑσπέρια τῆς Λιβύης ὄρη· τούτων δὲ, λέγει, τῶν περὶ τοὺς Τρωγλοδύτας, τῶν ἀνατολικῶν. Ἐρεμβῶν δὲ τῶν ἑτέρων λέγει τῶν δυτικῶν, τῶν διὰ πάντων τῶν ἐσχάτων τῆς Λιβύης περιτετραμμένων. Εἰσὶ γὰρ καὶ ἀνατολικοὶ, Ἰνδοὶ καλούμενοι.
Παρδαλέῃ δὲ διὰ τὸ ποικίλον τῆς χροίας τῆς κατ᾿ ἐκείνην τὴν γῆν.
Τῇ καὶ τῇ κυανῇσι] Τῷεἰπεῖν κατάστικτον καὶ ποικίλην ἔδειξε πολλὰ χρώματα τῆς γῆς (ἦ γὰρ ἂν οὐκ ἦν κατάστικτος, ἀλλ᾿ αὐτόθεν μέλαινα). Διάφορος γὰρ ἡ Λιβύη τοῖς χρώμασιν· ἐστὶ γὰρ μελάγγεως, ψαμμώδης, ἀργιλλώδης, ἐρυθρόβωλος. Ἄλλως. Ποικίλλεται γὰρ ταῖς λεπίσι ξηρασίας ἡ γῆ τῆς Λιβύης, καὶ ἐστιν ὥσπερ ἡ παρδάλεως δορά. Κατάστικτος δὲ ἢ γῆ ἐκ μεταφορᾶς τῆς παρδάλεως.
Ἐκ τεῦ σχήματος ἔλαβε τὴν ἀρχὴν, εἰπὼν « ὑπὸ γλωχῖνα »· ἐπὶ γὰρ τῶν ἐχόντων γωνίας ἡ λέξις, εἴγε τῶν τετραπλεύρων ἐστὶν ἡ γωνία. Λέγει δὲ Μαυρουσίους ἔχειν, καὶ Νομάδων ἔθνη πολλὰ παρακεῖσθαι Μασαισύλων καὶ Μασυλίων, οὓς καὶ ἀγρονόμους εἶπε, διὰ τὸ μήτʼ ἀροῦν μήτε γεωργεῖν, ἀγρεύειν δὲ καὶ τούτῳ μόνῳ παῤ οἰκονομίαν κεχρῆσθαι. Οὐκοῦν ἀκόλουθον προπαροξύνειν τὴν λέξιν· οὐ γὰρ ἐνέργειαν ἀλλὰ πάθος σημαίνει. Γλωχῖνα δὲ εἶπε πρὸς τὸ σχῆμα τῆς γραμμῆς· πυμάτη δὲ, ἐπειδὴ πρὸς τῷ τέλει ἐστὶ τῶν Στηλῶν. Πρῶτοι δὲ τῶν ἄλλων ἐθνῶν οἱ Μαυρούσιοι.
Τοῖς δ᾿ ἔπι δὴ Νομάδων] Πλησίον εἰσὶν οἱ Νομάδες τῆς Ἀφρικῆς περὶ Καρχηδόνα. Τὸν δὲ κατάλογον πεποίηται οὐ κατὰ τὴν τάξιν τῆς γραφῆς· νομάδες γάρ εἰσι ---. Διὸ οὕτω δεῖ ὑπολαμβάνειν ὅπου εἰσὶν οἱ Μασαισύλιοι, Μασύλιοι, Νήγρητες, Νουμήδιοι καὶ Γαρήνιοι, καὶ τὰ ἑξῆς.
Μαιόμενοι δὲ βιότοιο, τὰ προστυγχάνοντα θηρεύοντες ἀεί. Νομάδες γάρ εἰσιν.
Δρία δὲ, τὰ δρυοφόρα πεδία. Διὰ δὲ τοῦ βουκολέονται δείκνυσιν αὐτῶν τὴν ἐν κατανομῇ δίαιταν.
Τοῖς δʼ ἔπι Καρχηδών] Βήλου τοῦ Τυρίων βασιλέως υἱὸς Πυγμαλίων καὶ θυγατέρες Διδὼ ἡ καὶ Ἔλισσα καὶ Ἄννα, ἣ γαμεῖται Συχαίῳ Τυρίῳ. Τοῦτον ἀποδημοῦντα δολοφονεῖ Πυγμαλίων, ἔρωτι τῶν αὐτοῦ χρημάτων. Ὁ δὲ δι᾿ ὀνείρων τῇ Διδοῖ σημαίνε τὸ πάθος, καὶ κελεύει λαβοῦσαν τὰ χρήματα φυγεῖν. Ἡ δὲ τοὺς συναραμένους τῶν Τυρίων λαβοῦσα ἔρχεται ἐπὶ Λιβύην. Ἰάρβαντος δὲ τοῦ βασιλέως ἐκβάλλοντος αὐτὴν ἠξίωσεν ἀγοράσαι χωρίον, ὅσον ἐπιλαμβάνει ῥινὸς βοός. Τυχοῦσα δὲ καὶ λαβοῦσα τὸν ῥινὸν καὶ λεπτοτομήσασα καὶ ἐπεκτείνασα τὴν γῆν ἔλαβε, καὶ τὴν Καρχηδόνα ἔκτισε. Καλοῦσι δὲ αὐτὴν ἐπιχωρίῳ φωνῇ Διδὼ, ὃ ἔστιν ἀνδροφόνον. Πρότερον δὲ Φοινίκων εἶπεν, ἐπειδὴ πρῶτοι Φοινίκες ᾤκησαν τὴν Καρχηδόνα, ὕστερον δὲ Λίβυες.
Βαρυνομένην αὐτὴν εἶπε διὰ τὸ κάτω αὐτὴν ἕλκεσθαι καὶ ὥσπερ ὑπὸ τοῦ βάρους τοῦτο πάσχειν.
Ἔνθα κορυσσομένης] τὴν ἀρχὴν ποιουμένου τοῦ Τυρσηνικοῦ πελάγους τῆς αὐξήσεως τῇ τῶν κυμάτων φορᾷ. Ὥσπερ γὰρ ἤπειρός ἐστι δεχομένη τὸ τῶν ὑδάτων πλῆθος ἡ Σύρτις. Καὶ ἔστιν ὅμοιον τῷ παρὰ τῷ Ποιητῇ (Il. 4, 424)·
Νέην πόλιν] Ὅτι ἡ μικρὰ Λέπτις Νέα πόλις καλεῖται καθʼ Ἕλληνας. — Νεάπολις Ἀφρικῆς, Νεάπολις Καμπανίας, Νεάπολις Συρίας, Νεάπολις Αἰτωλίας.
Λωτοφάγοι ναίουσι] Φιλοξένους φησὶ τοὺς Λωτοφάγους ἐκ τοῦ λωτοῦ τοῦ παῤ αὐτοῖς ἄνθους Δοκοῦσι γὰρ φιλοξενίας ἔχεσθαι. Ἢφιλόξενοι. Καὶ γὰρ τὸ παῤ αὐτοῖς ἀναδιδόμενον ἄνθος, φυσικήν τινα σχέσιν ἔχον ἐποχῆς, φιλοξενίας νενόμισται κτῆμα. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ Ποιητὴς (Od. 1, 94) λέγων·
Αὐσονὶς αἰχμή] Οἱ μὲν ὅτι Ῥέντουλον Ῥωμαίων στρατηγὸν ἐδολοφόνησαν· οἱ δὲ ὅτι διωχθέντος ἄχρι Φαρσάλου τοῦ Πομπηΐου καὶ φυγόντος εἰς Αἴγυπτον, οἱ τὰ αὐτὰ αὐτῷ φρονοῦντες Σκηπίων, Πετρεῖος καὶ ὁ νεώτερος Κάτων συνέστησαν ἐν Λιβύῃ κατὰ Καίσαρος ἅμα Ἰόβᾳ τῷ βασιλεῖ Μαύρων, ὧν ὁ μὲν Σκηπίων παρατασσόμενος ἀπώλετο, οἱ δὲ μὴ φέροντες τὴν αἰσχύνην τῆς ἥττης ἑαυτοὺς ἀνεῖλον.
Μεσήπειροι τελέθουσιν] ἤτοι ἐν μέσῳ τῆς πάτης Λιβύης ἠπείρου κείμενοι, ἢ ἐν μέσῳ ἔχοντες ἤπειρον. Λέγει δὲ τὸν ὀρεινὸν ἰσθμόν.
Κυρήνη τʼ εὔϊππος] Ἀντὶ τοῦ εἰπεῖν τὴν Πεντάπολιν, Κυρήνην εἶπε μητρόπολιν τῆς Πενταπόλεως. Ἀμυκλαίων δὲ Λακώνων φησὶν, ἐπειδὴ ὁ Θήρας ἄνωθεν Λάκων ἦν, ἀποικίαν δὲ ἐστείλατο εἰς Κυρήνην, οὗ μέμνηται Καλλίμαχος (περὶ τῆς ἱστορίας) (in Apoll. 74).
Τέμπεα Κέρνης] Κέρνη λίμνη ἐστὶν Αἰθιοπίας παρὰ τῷ ὠκεανῷ· τὰ δὲ κοῖλα τῶν ὀρῶν τέμπη καλοῦνται. Εἰσὶ δὲ παῤ αὐτοῖς τοῖς Αἰθίοψι τόποι ὑψηλοὶ, οὓς καὶ τέμπεα καλεῖ Διονύσιος καὶ κολώνας.
Ἔνθενπιοτάτοιο] Τῶν τῆς Σελήνης ὀρῶν κάτεισιν ὁ Νεῖλος. Πιότατον δὲ αὐτὸν εἴρηκεν, ἐπειδὴ λιπαρωτέραν ποιεῖ τὴν Αἰγυπτίαν γῆν ὁ Νεῖλος, ξηρᾶς οὔσης τῆς Λιβύης. Πτολεμαῖος δὲ ἀπὸ νότου κατὰ διάμετρόν φησιν αὐτὸν ἐκδίδοσθαι ἀπὸ τῶν Σεληναίων ὀρῶν, διαιρούμενον εἰς Ἀσταπὸν καὶ Ἀσταβόραν, ὑφ᾿ ὧν ἡ Μερόη περιέχεται. Θεόκριτος (7, 14) δὲ ἕως Βλεμμύων αὐτὸν ὁρᾶσθαί φησιν· ὁ δὲ Καλλίμαχος,
Σῖριςὑπ᾿ Αἰθιόπων] διότι τότε ἀνέρχεται καὶ πλημμυρεῖ ὁ Νεῖλος, ὅτε ἡ ἐπιτολὴ τοῦ κυνὸς γίνεται. Σῖρις δὲ λέγεται ὁ ἥλιος παρὰ τὸ σεσηρέναι καὶ λάμπειν.