Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

84—91. Μετὰ δὲ τὸν Σαρδόνιον πόντον τῆς Τυρσηνίδος κῦμα θαλάσσης ἀπὸ βορέου εἰς νότον παραπέπταται· μετὰ δὲ τὸ Τυρσηνικὸν πέλαγος ὁ Σικελὸς ῥόος ἢ Σικελικὸς πόντος ἀπὸ δύσεως πρὸς ἀνατολὰς κυρτὸς ἢ κυρτούμενος ἐπιστρέφεται. Ἐκκέχυται δὲ τὸ Σικελικὸν πέλαγος, ἔνθα μὲν μέχρι τοῦ πολυκλύστου Παχύνου, ὅπερ ἀκρωτήριόν ἐστι τῆς Σικελίας, ἐκεῖσε δὲ μέχρι τῆς Κρητικῆς ἄκρας, ἥτις καταπολὺ εἰς τὴν θάλασσαν ἔκκειται, παρά τε τὴν ἱερὰν Γόρτυναν καὶ τὴν ἐν μέσῳ ἠπείρου κειμένην Φαιστὸν προνενευκυῖα καὶ κριοῦ παρεμφαίνουσα κεφαλήν. Τούτου χάριν καὶ Κριοῦ μέτωπον ταύτην εἶπον διὰ τὴν κροῦσιν καὶ τὴν ὑπήχησιν τῶν ὑδάτων. Ἐκτέταται δὲ τὸ Σικελικὸν πέλαγος ἐπὶ τὴν Ἰαπυγίαν Ἰαπυγία δὲ ἐκλήθη ἀπὸ Ἰαπύγου τινός, ἥτις μέρος ἐστὶ τῆς Καλαβρίας.

92—102. Ἐκεῖθεν δὲ πλατυνθεῖσα ἐκτείνεται ἡ Ἀδριὰς ἅλμη, ἤτοι πλατύτερον σύρεται τὸ Ἀδριατικὸν πέλαγος, πρὸς βορρᾶν, παρεκκλίνει δὲ ὀλίγον πρὸς ἑσπέραν ἢ δυσμὰς κατὰ τὸν ἐνδότατον κόλπον· ἥντινα Ἀδριάδα οἱ περίοικοι καὶ Ἰονίαν θάλασσαν εἶπον. Εἰς δισσὰς δὲ ἠπείρους ἀπερεύγεται, ἤτοι εἰς δύο τόπους τῆς γῆς ἐκβάλλει. Εἰσερχομένου γάρ τινος κατὰ τὴν δεξιὰν χεῖρα, ὃ ἔστι κατὰ τὸ δεξιὸν μέρος, φαίνεται ἡ Ἰλλυρικὴ γῆ, ἡ δὲ Δαλματία τῶν πολεμικωτάτων ἀνδρῶν χώρα ὑπεράνωθεν τῆς Ἰλλυρίδος γῆς. Ἐν δὲ τῇ σκαιᾷ χερὶ ὁ τῶν Ῥωμαίων ἄπλετος καὶ ἐπιπολὺ ἐκτεταμένος ἰσθμὸς διασύρεται, ἤτοι ἡ Ἰταλία μακρὰ καὶ στενὴ παρατέταται, ὑπὸ τριῶν θαλασσῶν περίδρομος οὖσα, ἤτοι πανταχόθεν περιεχομένη, τῇ τε Τυρσηνῇ καὶ Σικελῇ καὶ τῇ πληθούσῃ, ὃ ἔστι πολλῇ, Ἀδριάδι. Ἑκάστη δὲ αὐτῶν εἰς ἄνεμόν τινα τὸ ῥεῦμα τεκμαίρεται, οἱονεὶ τελειοῖ, καὶ τὴν κυματώδη κίνησιν ἔχει, καὶ ἡ μὲν Τυρσηνικὴ νεύει ἐπὶ ζέφυρον, ἡ δὲ Σικελὴ τὸν ὅρμον καὶ τὴν ὁλκὴν ἔχει ἐπὶ νότον, ἡ Ἀδριὰς δὲ ἐπὶ τὸν εὖρον.

103—111. Ὑπεράνω δὲ τῆς Σικελικῆς γῆς ὁ Λιβυκὸς πόντος τὸ κῦμα κορύσσων καὶ αὔξων ἕλκεται ἔσω Λιβύης εἰς κόλπον μέγιστον, ἤτοι τὴν ἑτέραν Σύρτιν, τουτέστι τὴν νοτίαν, συστρέφων, ἥντινα καὶ μείζονα λέγουσιν. Ἡ δὲ ἄλλη μικρὸν ἔχει τὸν πόρον, οὐ τοσοῦτον εἰσέχουσα, καὶ δυτικωτέρα τυγχάνουσα, τὴν πλημμυρίδα τοῦ πόντου τοῦ Σαρδώου καὶ Τυρσηνικοῦ πόρρωθεν ἐρχομένην δέχεται. Οὕτως μὲν οὗτοι, ὅ τε τῆς μεγάλης Σύρτιδος καὶ τῆς μικρᾶς δηλονότι, οἱ κόλποι συστρέφονται καὶ βοῶσιν. Ἀπὸ δὲ τῶν Σικελικῶν ὀρῶν, οἱονεὶ πλέουσιν ἐκ Σικελίας, διὰ τὸ μηκέτι φαίνεσθαι τὰ τῆς Σικελίας ὄρη, τὸ μακρὸν τῆς Κρήτης ἐπὶ τὴν ἀνατολὴν διαδέχεται πέλαγος, μέχρι τῆς Σαλμωνίδος ἄκρης, ἥντινα τὸ ἀνατολικώτερον τῆς Κρήτης ἀκρωτήριον λέγουσιν εἶναι, τὸ δὲ Κριοῦ μέτωπον τὸ δυτικώτερον.

112—129. Δύο δὲ ἐφεξῆς προσωτέρω πυκνοῦνται, ὃ ἔστιν αὔξονται καὶ εἰς ὕψος αἴρονται, πελάγη, ὑπὸ τῆς τοῦ Θρᾳκικοῦ βορρᾶ ἐλαυνόμενα πνοῆς, ὀρθοῦ φυσῶντος αὐτοῦ, ἐπειδὴ ἐξεναντίας κεῖται αὐτῶν. Τὴν δὲ πρώτην τῶν δύο θαλασσῶν Φαρίαν, ἤτοι Αἰγυπτίαν, καλοῦσιν, ἐπὶ τὴν ἐσχάτην ἐξοχὴν ἐκτεινομένην τοῦ Κασίου ὄρους, ὃ ἔστιν ὑπὲρ τὸ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. Τὴν δὲ ἑτέραν Σιδωνίαν, ἤτοι Φοινικίαν, λέγουσιν, ὅπου ὁ Ἰσσικὸς ἄπειρος ἢ μέγιστος κόλπος συρόμενος ἐπὶ τὸν βορρᾶν ἐς μυχὸν γαίης, ἤτοι ἐπὶ τὴν ἐξοχὴν τῆς γῆς ἢ ἐπὶ τὴν παραλίαν, μέχρι τῆς Ἰσσοῦ πόλεως τὴν τῶν Κιλίκων χώραν παραμείβων διέρχεται, οὐ πόρρωθεν μὲν κατὰ τὰ ἄνω μέρη ὢν ἰσόδρομος, οὐδὲ διόλου ἐπὶ τὸν βορρᾶν ἐπ᾿ εὐθείας φερόμενος· πλησίον γὰρ τῆς τῶν Κιλίκων γῆς καμπῇ μελαγγείῳ, ἤτοι τῇ μελαίνῃ αὐτοῦ συστροφῇ, ἀποπαύεται. Ὅταν γὰρ τῆ Κιλικίᾳ ἐπιβάλῃ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ, καὶ τὴν στροφὴν ἐκεῖ ποιησάμενος ἐπὶ τὸν ζέφυρον ἐκπτύει τὴν θάλασσαν. Ἐπεὶ μὴ κατ᾿ εὐθὺ φέρεται, διὸ καὶ κατὰ τὴν ἕρπυσιν δράκοντι

411
ἀπεικάζεται. Καθάπερ γὰρ δράκων καταπληκτικοὺς ὀφθαλμοὺς ἔχων σκολιὸς καὶ βραδὺς συρόμενος συστρέφεται, ὑπὸ δὲ τούτου ἐρχομένου ἡ τοῦ ὄρους ἄκρα πᾶσα βαρύνεται, οὕτω καὶ ἐκεῖνος ὁ Ἰσσικὸς κόλπος ὑπὸ ταῖς προχύσεσι βαρυνόμενος πολύχυτος ἐν τῇ θαλάσσῃ ἔνθα κἀκεῖσε συστρέφεται. Ἐπὶ τούτου μὲν τοῦ Ἰσσικοῦ κόλπου προχύσεσιν οἱ Παμφύλιοι κατοικοῦσιν, ἕως ἐπὶ τῶν Χελιδονίων νήσων Παμφυλίας, αἵτινές εἶσι Μελανίππαι, Γάγαι καὶ Κορύθαλαι. Σημεῖον δὲ καὶ πέρας ὁ Ἰσσικὸς κόλπος πρὸς τὸν ζέφυρον ἢ κατὰ τὴν δύσιν πόρρωθεν τὰ Πάταρα ἔχει, καὶ τοῦτο τὸ τέλος τοῦ Σιδονίου πελάγους.