Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
43—57. Κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει ἔσωθεν εἰς τὴν γῆν, μικροὺς μὲν πολλοὺς, τέτταρας δὲ μεγίστους. Καὶ πρῶτος μὲν ὅστις τὴν ἑσπερίαν τὴν καθ᾿ ἡμᾶς θάλασσαν ποιεῖ, συρόμενος ἀπὸ τῆς Λιβύης ἕως τῆς Παμφυλίας. Δεύτερος δέ, κατ᾿ ὀλίγον μὲν μικρότερος τοῦ πρώτου, προφερέστατος δὲ, ἤτοι μείζων τῶν ἄλλων, ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἀπὸ τοῦ βορρᾶ διασκορπιζόμενος τῇ Κασπίᾳ θαλάσσῃ τὸ δεινὸν αὐτοῦ ῥεῖθρον, ἤτοι τὴν πρόχυσιν τοῦ ὠκεανοῦ, ἐπιπέμπει. Ἄλλοι δὲ Ὑρκανίαν θάλασσαν αὐτὴν εἶπον. Τῶν δὲ ἄλλων δύο κόλπων, οἵτινές εἰσιν ἀπὸ τῆς νοτίας θαλάσσης, εἷς μὲν ἀνώτερος ὑπάρχων τὸ Περσικὸν κῦμα προχέων ἐξ ἐναντίας τετραμμένος τῆς Κασπίας θαλάσσης, ἄλλος δὲ πάλιν Ἀραβικὸς κόλπος ἐξογκοῦται καὶ αὔξεται πλησίον τοῦ Περσικοῦ, νοτιώρερον τὸ ῥεῦμα συστρέφων τοῦ Εὐξείνου Πόντου. Τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μείζονές εἰσι κόλποι· ἄλλοι δὲ ἄπειροι καὶ πολλοὶ γεγένηνται.
58—68. Ἀρτίως δὲ τῆς ἑσπερίας ἤτοι τῆς δυτικῆς τῆς καθ᾿ ἡμᾶς θαλάσσης τὸν πόρον λέξω, ἥτις ἐπὶ πάσας τὰς ἠπείρους, ὃ ἔστιν ἐπὶ τὰ τρία τῆς οἰκουμένης μέρη, τοῖς λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι διέρχεται, ἄλλοτε μὲν νήσους κύκλῳ περιτρέχουσα, ἄλλοτε δὲ ἢ ὀρέων ἄκρας ἢ τὸ τῶν παραλίων πόλεων κάτω μέρος ὑποξύουσα, ἤτοι ὑποτρίβουσα. Ὑμεῖς δὲ, ὦ Μοῦσαι, τὰς σκολιὰς ὁδοὺς, ἤτοι τὰς δυσχερεῖς καὶ οὐ κατ᾿ εὐθεῖαν ἰούσας, προσείπατε, ἀρξάμεναι κατὰ τάξιν ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ, ὅπου καὶ αἱ στῆλαι τοῦ Ἡρακλέους, ἥ τε Ἀλύβη καὶ Ἄβιννα, περὶ τὰ
60—75. Ἀρχὴν δὲ ποιουμένοις ἡμῖν τοῦ λέγειν ἔστω τάξις αὕτη. (τοῦτο γὰρ συνυπακούεται). Ἀπὸ τῶν Γαδείρων, ἤτοι Ἡρακλέους στηλῶν, πρῶτος μὲν ὁ Ἰβηρικὸς περικέχυται πόντος, ὅστις καὶ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ὑπάρχει ἀρχή· καὶ γὰρ ἀναμεταξὺ τῶν ἀμφοτέρων γαιῶν συστρέφεται. Αἱ δὲ Ἡρακλεωτικαὶ στῆλαι παρὰ ταῖς πλευραῖς αὐτοῦ ἐπίκεινται, ἡ μὲν ἐπὶ τὴν Λιβύην, ἡ δὲ ἐπὶ τὴν Εὐρώπην ὁρῶσα. Μετὰ τοῦτον δὲ τὸν Ἰβηρικὸν πόντον διαδέχεται ὁ Γαλατικὸς ῥοῦς, τουτέστι ἡ Γαλατικὴ θάλασσα, ἣν παροικοῦσιν οἱ Κελτογαλάται. Οἱ γὰρ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐνταῦθα ἄποικοί εἰσιν, ὥσπερ καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ. Ὅπου καὶ ἡ Μασσαλία γῆ, ἤτοι πόλις, εὐλίμενος, ὅρμον περιφερῆ ἢ ἐπίδρομον ἔχουσα.
76-83. Ἑξῆς δὲ μετὰ τὸν Γαλατικὸν κόλπον ἡ Λιγυστικὴ θάλασσα σύρεται, ὅπου οἱ τῶν Ἰταλῶν υἱοὶ διαπαντὸς ἐπὶ ταῖς ἠπείροις νέμονται, μέγα ἀπὸ τοῦ Διὸς τὸ κράτος ἔχοντες καὶ ἀρχὴν μεγίστην, ἀρξάμενοι ἀπὸ τοῦ βορρᾶ, ἤτοι τῶν βορείων μερῶν, τῶν Ἄλπεων δηλονότι, ἕως ἐπὶ τὴν Λευκὴν πέτραν, ἥτις ἔσχατον τῆς Ἰταλίας ἐστὶν ἀκρωτήριον ἐπὶ τὸν πορθμὸν τῆς Σικελίας, ᾧ ἐπίκειται Ῥήγιον. Τὸ δὲ «Αὐσονῆες» ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν οἱ Ρωμαῖοι οὕτως, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης. Ἑξῆς δὲ μετὰ τὴν Λιγυστικὴν θάλασσαν τὸ περὶ Κύρνον πέλαγος τὸ ἁλμυρὸν ὕδωρ προχέει. Ἐπὶ τούτῳ δὲ ὁ Σαρδόνιος πόντος ἔνδοθι ἀναβράζει, ἤτοι ἦχον ἀποτελεῖ.