Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

130—139. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας πάλιν ἐπὶ τὰ ἀρκτῶα μέρη συστραφεὶς βλέπε, ὦ ἀκροατά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον· ὅπου τὸ κῦμα διαρρησσόμενον ταῖς διεσπαρμέναις νήσοις, αἵτινες ἐκ τοῦ σποράδην ἐν τῷ πελάγει κεῖσθαι Σποράδες καλοῦνται, ποιόν τινα ἦχον ἀποτελεῖ. Οὐδαμῶς γὰρ ἕτερός τις πόντος τῆς θαλάσσης ὅμοια καὶ παραπλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αὔξει εἰς ὕψος ἀνεγείρων καὶ κτυπῶν καὶ ἀναβράζων. Τὸν δὲ ὅρον, ὃ ἔστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πέλαγος ἔχει εἰς τὴν ἐσχάτην Τένεδον, ἢ ἕως τῆς Τενέδου, ἔχων ἐκ τῆς ἑτέρας πλευρᾶς τὴν Ἴμβρον νῆσον ὑπὸ τῆς Θρᾴκης. Ὅπου στενὸς καὶ ἐπιμήκης αὐλὼν ἢ πορθμὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρόμενος ἕως τῆς Προποντίδος ἔρχεται ἁπάσης· λέγει δὲ τὸν Ἑλλήσποντον. Ὑπὲρ δὲ τῆς Προποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἄπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἔκκειται.

140—145. Ἐπὶ τῇ Προποντίδι τοῦ Θρᾳκικοῦ Βοσπόρου ἐστὶ τὸ στόμα, ὅντινά ποτε Βόσπορον ἡ Ἰὼ τῇ βουλῇ τῆς Ἥρας, ὡς παῤ αὐτῆς ζηλοτυπηθεῖσα, εἰς βοῦν μεταβληθεῖσα ἐνήξατο, ἤτοι διῆλθε καὶ ἐπέρασεν. Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου, ἢ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότατος ὑπάρχει πορθμὸς, ὑπὲρ τοὺς ἄλλους δηλονότι πορθμοὺς οἵπερ εἰσὶ τῆς Εὐβοίας καὶ Σικελίας ὅπου ὁ μῦθος ἐν τῇ θαλάσσῃ τὰς τραχείας πλανωμένας πέτρας, τὰς Κυανέας καὶ Συμπληγάδας λεγομένας, ἐπ᾿ ἀλλήλαις μετὰ κτύπου πολλοῦ κινεῖσθαι.

146—155. Ἐκ τούτου δὲ τοῦ Βοσπόρου ἀνοιγόμενος ὁ Εὔξεινος πόντος παραπέπταται, μέγιστος ὢν καὶ σύρων ἐπὶ τὸ ἐσώτερον μέρος πρὸς τὰς ἀνατολάς. Τούτου δὲ τοῦ πόντου ἀεὶ μὲν καὶ διαπαντὸς λοξαὶ ὁδοὶ ἐπιτρέχουσι, πρὸς βορρᾶν καὶ ἀνατολὰς τὴν φορὰν καὶ ἀνάνευσιν ποιούμεναι, τουτέστι πρὸς Κιμμέριον Βόσπορον καὶ τὴν τῶν Κόλχων χώραν καὶ Φᾶσιν ποταμόν. Μέσαι δ᾿ ἔνθα κἀκεῖσε δύο ὑψηλαὶ ἄκραι εἰς τὸν πόντον ἔκκεινται, ὧν ἡ μὲν πρὸς νότον τῆς Ἀσίας, ἥντινα Κάραμβιν καλοῦσιν· ἡ δὲ ὡς πρὸς βορρᾶν ἔγκειται ὑπὲράνω τῆς Εὐρωπείας γῆς, ἥντινα οἱ περίοικοι καὶ Κριοῦ καλοῦσο μέτωπον, ἔστι δὲ τῆς Ταυρικῆς χερρονήσου. Αἵτινες ἄκραι ἐναντίαι ἀλλήλαις συνέρχονται, οὐδαμῶς οὖσαι πλησίον ἀλλήλων, ἀλλ᾿ ὁπόσον ἐστὶν ὁλκάδα ἢ ναῦν ἐπὶ τρεῖς ἡμέρας διαπερᾶσαι.

156—169. Ἐξ ἐκείνου δὲ ἴδοις ἂν καὶ διθάλασσον ὑπάρχοντα τὸν Πόντον, τῇ περιφερεία κυκλοτεροῦς τόξου νευρᾷ ὁμοιούμενον. Ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου κατ᾿ εὐθεῖαν διαγραφέντα· μόνη δὲ τῆς διατυπώσεως ταύτης ἔξωθεν οὖσα καὶ ἐπὶ τὸν βορρᾶν ὁρῶσα ὑπάρχει ἡ Κάραμβις, ὁ δὲ ἀριστερὸς πόρος κεράτων ἔχει σημεῖον. Εἰς δισσὴν γὰρ συστροφὴν κέρασι τόξου ὁμοιούμενος συστρέφεται, τουτέστιν εἰς δύο μεγίστους κόλπους κυρτοῦται. Ὑπὲρ τοῦ Εὐξείνου πόντου πρὸς βορρᾶν τῆς Μαιώτιδος λίμνης ὕδατα ἐκκέχυται. Περὶ ταύτην οἱ Σκύθαι, πολλοὶ καὶ ἄπειροι ἄνδρες, κατοικοῦσι καλοῦσι δὲ ταύτην τὴν Μαιώτιδα λίμνην καὶ μητέρα τοῦ Πόντου· ἐκ ταύτης γὰρ διὰ Κιμμερίου βοσπόρου τὸ πολὺ καὶ ἄπειρον ὕδωρ ὀρθὸν διασύρεται καὶ εἰς τὸν Πόντον ἐκβάλλει. Παῤ ᾧτινι Κιμμερίῳ Βοσπόρῳ πολλοὶ Κιμμέριοι κατοικοῦσι πρὸς τὰ ἔσχατα καὶ κατώτατα μέρη τοῦ ὑψηλοῦ ὄρους Ταύρου. Τοιαύτη μὲν ἡ μορφὴ καὶ τὸ σχῆμα τῆς μελανιζούσης θαλάσσης τῆς καθ᾿ ἡμᾶς.