Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

887—893. Ἔστω μὲν οὖν τὸ λοιπὸν τῆς Ἀσίας σχῆμα τετράπλευρον καὶ ἰσοσκελὲς, τοῖς μακροῖς καὶ ἐπιμήκεσι πεδίοις ἡπλωμένον καὶ ἐκτεταμένον πρὸς ἀνατολήν. Ἐπὶ γὰρ τοῖς προλεχθεῖσι παῤ ἐμοῦ εἰπόντος ἀκούσας ἐπίστασαι Ταῦρον τὸ ὄρος πᾶσαν τὴν Ἀσίαν διαχωρίζειν ἢ μέσην διατέμνειν μέχρι τῶν Ἰνδῶν. Καὶ τοῦτο μὲν τὸ ὄρος ἐν τῷ τετραπλεύρῳ τὸ βορειότερον ἔστω· ὁ δὲ Νεῖλος ποταμὸς τὸ ἑσπέριον ἢ δυτικώτερον πλεῦρον ὑπαρχέτω· τὸ δὲ ἑῷον, ἤτοι τὸ ἀνατολικώτερον, ὁ Ἰνδικὸς ὠκεανός· τὸ δὲ νότιον ἡ Ἐρυθρὰ θάλασσα ἢ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης.

894—917. Διανοούμενος δὲ σκέπτου καθ᾿ ὃν τρόπον ἄρτι καὶ ἐπὶ τὰς ἀνατολὰς παραγενήσομαι, ἀπὸ τῆς Συρίας ὅθεν κατέλιπον ἀρξάμενος, οὐδαμῶς δέ μοί τις ἀνὴρ καθάπερ λόγου ψευσθέντος ἐπιμέμψοιτο. Ἀλλ᾿ ἡ μὲν Συρία πολλὰς πόλεις ἔχουσα ἐπὶ τὴν νοτίαν ἀνατολὴν ἀπὸ τῆς θαλάσσης εἰς ἤπειρον ἕρπει, ἣν καὶ ἐπωνύμως Κοίλην λέγουσι, διότι οἱ προνενευκότες καὶ ἐξέχοντες τῶν δρῶν τόποι μέσην καὶ ὑποκειμένην αὐτὴν ἔχουσι, τοῦ τε δυτικοῦ Κασίου καὶ τοῦ ἀνατολικοῦ Λιβάνου. Καὶ ταύτην μὲν Κοίλην λέγουσι· τρεῖς γάρ εἰσιν, ἥ τε Φοινίκη καὶ ἡ Παλαιστίνη καὶ ἡ Κοίλη, ἥν πολλοὶ καὶ πλούσιοι ἄνδρες ἔχουσιν· οὐχ ὁμοῦ δὲ ὡς ὁμώνυμοι ὄντες κατοικοῦσιν, ἀλλὰ κεχωρισμένως οἱ μὲν ἐν τῇ ἠπείρῳ, οἱ νῦν Ἄραβες καλούμενοι, αὐτοὶ γὰρ καὶ Σύριοι λέγονται· οἱ δὲ πλησίον τῆς θαλάσσης, οἱ καὶ Φοίνικες καλούμενοι, (ἐξ ἐκείνης τῆς γενεᾶς τῶν ἀνδρῶν, οἵτινες Ἐρυθραῖοι γεγένηνται, ἤγουν μέτοικοι τῶν Ἐρυθραίων, οἵτινες καὶ ταῖς ναυσὶν ἀπόπειραν ἐποιήσαντο τῆς θαλάσσης· πρῶτοι γὰρ τῆς θαλασσίας καὶ στρέμματα πολλὰ ἐχούσης ἐμπορίας μνείαν ἐποιήσαντο, καὶ τὴν ὑψηλὴν πορείαν τῶν ἀπλανῶν ἀστέρων ἐν τῷ οὐρανῷ διανοησάμενοι ἐσκέψαντο· οἵτινες Ἰόπην καὶ Γάζαν καὶ Ἐλαΐδα κατοικοῦσι, καὶ τὴν ἀρχαίαν Τύρον, καὶ τὴν ἐρατεινὴν ἢ καλὴν γῆν τῆς Βηρυτοῦ, καὶ Βύβλον τὴν πλησίον τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα ἄνθη πολλὰ ἔχουσαν, κατοικουμένην ἐπὶ τοῖς ὕδασι τοῦ χαρίεντος Βοστρηνοῦ, καὶ τὴν πλουσίαν καὶ εὐδαίμονα Τρίπολιν, καὶ τὴν Ὀρθωσίδα, καὶ τὴν Μάραθον, καὶ τὴν Λαοδίκειαν, ἥτις ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης κεῖται, καὶ τὰ Ποσιδήϊα ἔργα, ἀντὶ τοῦ τὴν Ποσείδιον πόλιν οὕτω καλουμένην, καὶ τὰ ἱερὰ, τουτέστι μεγάλα, τέμπη τῆς Δάφνης, ὅπου καὶ ἐπωνύμως τῷ Ἀντιόχῳ Ἀντιόχεια λέγεται.

918—922. Μέση δὲ τῶν εἰρημένων δύο πόλεων, τοῦ τε Ποσειδίου καὶ Δάφνης, ὑπάρχει ἡ Ἀπάμεια πόλις. Πρὸς δὲ τὴν ἀνατολὴν τῆς Ἀπαμείας πολὺς ὁ ὑγρὸς Ὀρόντης κατασύρεται, τήν τε Ἀντιόχου γῆν, ἤτοι τὴν Ἀντιόχειαν, μέσην διορίζων, ἢ παραρρέων μᾶλλον καὶ οὐ διορίζων. Ἅπασα δὲ ἡ τῶν τριῶν Συριῶν γῆ πλουσία τε καὶ εὔβοτος ὑπάρχει, καὶ πρὸς τὸ τρέφειν τὰ πρόβατα καὶ τὸν καρπὸν τοῖς δένδρεσιν αὔξειν.

923—932. Ταύτης δὲ τῆς Συρίας, οὐ τῆς Ἀντιοχείας, ἐπὶ τὸ πρόσω τοῦ νότου ὁδεύων τὸν ἐνδότατον πόρον ἢ μυχὸν τοῦ Ἀραβίου κόλπου θεάσῃ, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας συστρέφεται, ὀλίγον ἢ μικρὸν πρὸς ἀνατολὴν ἄχρι τῶν Ἐλανῶν. Ἐκεῖθεν δὲ ἀπὸ τῶν Ἐλανῶν πρὸς ἀνατολὰς ἡ τῶν εὐδαιμόνων λεγομένων Ἀράβων γῆ ἐπίκειται καταπολὺ ἀνερχομένη, διπλῇ θαλάσσῃ κατεχομένη, τῇ τε Περσίδι καὶ τῇ Ἀραβίᾳ, ἤγουν τῷ τε Περσικῷ καὶ Ἀραβικῷ κόλπῳ. Ἑκάστη δὲ αὐτῶν ἄνεμον ἔλαχεν, ἡ μὲν Ἀραβία θάλασσα τὸν ζέφυρον, ἡ δὲ Περσὶς τὰς ὁδοὺς ἢ τὸ κλίμα τοῦ εὔρου. Ἡ δὲ πέζα, ἤτοι τὸ τέλος καὶ ἡ βάσις αὐτῆς, νοτιωτέρα ἐπὶ τὴν ἀνατολὴν τετραμμένη ὑπὸ τῶν Ἐρυθραίων κυμάτων τοῦ ὠκεανοῦ κλύζεται, τουτέστιν ὑπὸ τῆς Ἐρυθρᾶς θαλάσσης.

933—953. Καὶ ταύτης δὲ τῆς Ἀραβίας τὴν θέσιν λέξω. Ἐξόχως γὰρ καὶ ὑπὲρ πασῶν πολύπλουτα καὶ λαμπρὰ κατοικοῦνται ἔθνη, ἐξοχώτατον δὲ καὶ ἐξαίρετο??

422
τάλιν ἄλλο μέγα θαῦμα ὑπὲρ πᾶσαν γῆν ἡ τῶν Ἀράβων κλυζομένης Σινώπης. Ἐν μεσογείᾳ δὲ τῆς βαθείας ἢ χώρα ἔλαχεν· ἀεὶ γὰρ εὐώδης καὶ τεθυμίαται μεγάλης ἠπείρου οἱ ἐμπειρικώτατοι τῶν ἱπποσυνάων ἐπιθυμητὸν καὶ καλὸν καὶ ἡδὺ μυρίζει, ἢ θύου ἢ σμύρνης καὶ πολεμικώτατοι Καππαδόκαι κατοικοῦσιν, οἳ δὲ Ἀσσύριοι ἢ τοῦ εὐώδους καλάμου, ἢ καὶ τοῦ θείου καὶ θαυ οἱ καὶ Λευκόσυροι πλησίον τῆς θαλάσσης, δηλομαστοῦ καὶ ἐπαινουμένου, ὃ ἔστιν ἀκμάζοντος, λιβάνου ἢ τῆς κασίας. Καὶ γὰρ ἀληθῶς κατὰ τὴν γῆν ἐκείνην αὐτὸν τὸν Διόνυσον ἀπὸ τοῦ καλῶς ἐρραμμένου αὐτοῦ μηροῦ ὁ Ζεὺς ἔλυσεν. Διὰ τοῦτο καὶ γεννήσαντος ἢ γεννηθέντος αὐτοῦ εὐώδη ἅπαντα καὶ τεθυμιαμένα ἐγένοντο. Τότε δὲ καὶ τὰ πρόβατα τοῖς δασέσι μαλλοῖς ἐν τῇ βοσκῇ ἐβαρύνετο, αὐτόματοι δὲ τοῖς ὕδασι καὶ αἱ λίμναι κατέρρεον, ἀπὸ δὲ τῶν ἑτέρων ἀοικήτων νήσων, ἤγουν τῶν περὶ Ταπροβάνην, αἱ ὄρνιθες παρεγένοντο ἀκεραίων καὶ ἀφθάρτων κιναμώμων τὰ φύλλα φέρουσαι. Καὶ οὗτος μὲν ὁ Διόνυσος νεβρῖδας ἐπωμαδίας, τουτέστιν ἐλάφων μικρῶν δέρματα ἐπὶ τῶν ὤμων ἐτάνυσε, τῷ δὲ ἐπιθυμητῷ κισσῷ τὰς καλὰς ἔστεψε τρίχας, τοὺς δὲ πλεκτοὺς θύρσους ἅπερ εἰσὶ Διονυσιακὰ ὅπλα ὁ ἄκρως τῷ οἴνῳ μεθύων ὑπογελῶν ἀνέσεισε, καὶ πολὺν πλοῦτον ἐπὶ τοῖς ἀνδράσιν ἔχευε. Τούτου χάριν ἀρτίως αἱ ἄρουραι ἐκεῖναι τῷ λιβάνῳ κομῶσι, τῷ δὲ χρυσῷ τὰ ὄρη· λέγεται γὰρ καὶ χρυσοῦ μέταλλα εἶναι ἐκεῖ· οἱ δὲ ποταμοὶ ἑτέρωθεν τοῖς θυμιάμασι καὶ τοῖς ἀρώμασι πληθύουσιν, αὐτοί τε οἱ κατοικοῦντες λίαν εὐτραφῆ γῆν ἔχοντες τοῖς χρυσοῖς καὶ μαλακοῖς πέπλοις ἀγάλλονται.

954—961. Ἀλλὰ πρῶτοι μὲν ὑπὸ τὴν ἀνάκλισιν, ἤτοι τὴν πλευρὰν, τοῦ Λιβάνου ὄρους πλούσιοι κατοικοῦσιν οἱ ἐπωνύμως λεγόμενοι Ναβαταῖοι, πλησίον δὲ Χαυλάσιοι, οἱ περὶ τὴν Χαύλαμι οὕτω καλουμένην γῆν, καὶ οἱ Ἀγρέες, ὑφ᾿ ὧν ἡ Χατραμὶς γῆ κατοικεῖται ἐξεναντίας τῆς Περσίδος γῆς· ὑπὸ δὲ τὸ πλευρὸν τῆς Ἐρυθρᾶς θαλάσσης οἵ τε Μινναῖοι καὶ οἱ Σάβαι κατοικοῦσι, καὶ πλησίον αὐτῶν οἱ Κλεταβηνοί. Τοσαῦτα μὲν περὶ τὴν Ἀραβίαν ἐξαίσια καὶ ἐπίσημα ἔθνη κατοικοῦσι, καὶ ἄλλα πάνυ πλεῖστα· μεγίστη γὰρ ἔμπροσθεν ἢ σφόδρα καὶ πάνυ ἐπὶ τὰ ἔμπροσθέν ἐστιν.

962—969. Πρὸς ἀντιπέραν δὲ ὑπὸ τὴν πνοὴν τοῦ ζεφύρου, ὅπου καὶ οἱ καταρράκται λέγονται εἶναι, τῶν ἐν ὄρεσι διαιτωμένων Ἐρεμβῶν λυπηρὰ καὶ ἀνιαρὰ γῆ φαίνεται, τουτέστι τῶν Τρωγλοδυτῶν Ἀράβων, οἵτινες τὸν βίον καὶ τὴν ζωὴν αὐτῶν ἐν ταῖς κατωρυχέσι πέτραις, ἤτοι σπηλαίοις, ἔθεντο, γυμνοὶ καὶ κτημάτων ἐνδεεῖς ὄντες· θαλπομένοις δὲ τῷ ἱδρῶτι τὸ κατάξηρον αὐτῶν σῶμα μελαίνεται. Ματαίως δὲ οὕτως καθάπερ θῆρες πλανώμενοι ἄλγη ἔχουσιν, οὐχ ὡς τῶν ἁβροβίων Ἀράβων γένος· καὶ γὰρ ἐπὶ πᾶσιν ἀνδράσιν ὁ δαίμων οὐ τὴν ἴσην δύναμιν ἐπὶ τῷ ὄλβῳ ἐθήκατο, τουτέστιν οὐκ ἐπὶ πᾶσιν ἀνθρώποις ὁ θεὸς τὴν ἴσην μοῖραν ἐν τῇ εὐδαιμονίᾳ τοῦ πλούτου ἔθηκεν.

970—976. Ὑπεράνω δὲ τοῦ Λιβάνου πρὸς τὰς αὐγὰς, ἤτοι τὴν ἀνατολὴν, τοῦ ἡλίου τῆς ἑτέρας Συρίας, τουνότι τοῦ Εὐξείνου πόντου, περὶ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ.

977—982. Ἀπὸ δὲ τῶν ὑψηλῶν καὶ τραχέων αὐτῆς ὀρῶν πρὸς τὴν ἀνατολὴν τοῦ ἀπείρου, ἤτοι μεγίστου, ποταμοῦ Εὐφράτου ὁ ῥοῦς φαίνεται, ὅστις δὴ Εὐφράτης πρῶτον μὲν ἀπὸ τοῦ Ἀρμενίου ὄρους μακρὸς ἐπὶ νότον πορεύεται, πάλιν δὲ τοὺς ἀγκῶνας συστρέψας, ἐξεναντίας τοῦ ἡλίου πορευόμενος, μέσον τῆς Βαβυλῶνος περάσας εἰς τὸν Περσικὸν κόλπον τὸν ἀφρὸν αὑτοῦ ἀπερεύγεται, ταῖς ἐσχάταις ἐκβολαῖς ἐγγὺς τῆς Τερηδόνος ὁδεύων,

983—991. Μετὰ τοῦτον δὲ τὸν Εὐφράτην εἰς ἀνατολὴν Τίγρις ὁ ταχύτατος πάντων τῶν ποταμῶν καὶ καλὰ ῥεύματα ἔχων φέρεται, ὃς καὶ ἀπὸ τοῦ Νιφάτου ὄρους γεννᾶται, ἴσον ῥοῦν καὶ ὁμαλὸν κατὰ τὸ τάχος ἐλαύνων, τοσοῦτον ἄποθεν καὶ χωρὶς ὑπάρχων ἀπὸ τοῦ Εὐρράτου, ὁπόσον ἐπὶ ἑπτὰ ἡμέρας ὁδοιπόρος ἰσχυρὸς καὶ γενναῖος καὶ ταχὺς ὁδεύσειεν. Ὑπάρχει δέ τις λίμνη κατὰ τὸ μέσον κυκλοτερὴς τοῖς ὕδασιν, ὄνομα Θωνῖτις καλουμένη, ἐφ᾿ ἧστινος τὸ ἐνδότατον δύνων καὶ ὡς εἰς βάραθρον ἐμπεσὼν ὁ Τίγρις καταπολὺ ὑποκάτωθεν σύρεται· πάλιν δὲ ὑπόγειος ἐξ αὐτῆς ἀνατείλας ὀξύτερον ῥοῦν κάτω προπέμπει, διὰ τὸ πρανὲς, ἤτοι τὸ κατωφερὲς τῶν χωρίων· οὐδαμῶς ἂν ἐκείνου ἐπὶ πᾶσι τοῖς ποταμοῖς ταχύτερον κατόψει.

992—1000. Ὅση δὲ γῆ μεταξὺ κεῖται τοῦ τε Εὐφράτου καὶ Τίγριος, ταύτην οἱ περίοικοι Μεσοποταμίαν καλοῦσιν· οὐδαμῶς μέντοι τὰς νομὰς ἐκείνης τῆς χώρας βούκολος ἀνὴρ μέμψοιτο, οὐδ᾿ ὅστις τὸν κέρᾳ καὶ ὄνυξι χρώμενον Πᾶνα τῇ σύριγγι τιμῶν τοῖς ἐν ἀγρῷ αὐλιζομένοις προβάτοις ἕπεται, ἀλλ᾿ οὐδὲ τὴν ποικίλην καὶ πυκνὴν τῶν δένδρων φυτείαν φυτουργὸς ἀνὴρ τῶν καρπῶν ἀποδοκιμάσειεν ἢ ἀπορίψειεν, ἐπειδὴ τοιαύτη ὑπάρχει τῆς γῆς ἐκείνης ἡ ἄροσις ἐν τῷ αὔξειν τὴν πόαν καὶ διὰ τὸ κάλλος καὶ τὸ ἀνθηρὸν τῶν νομῶν. Ἐν αὐτῇ δὲ καὶ ἡ τῶν ἀνδρῶν γενεὰ ὅμοια καὶ παραπλησία τοῖς ἀθανάτοις θεοῖς κατὰ τὸ μέγεθος καὶ τὸ κάλλος αὔξεται.

1001—1016. Πρὸς βορρᾶν δὲ τῆς Μεσοποταμίας οἱ Ἀρμένιοι καλὴν καὶ εὐδαίμονα γῆν κατοικοῦσι καὶ οἱ μαχόμενοι ἐκ τῶν χειρῶν Ματιηνοὶ, εὐτραφεῖς καὶ ἰσχυροὶ καὶ πλούσιοι καὶ καλῶς τὰ τοῦ πολέμου μεμαθηκότες, ἐπὶ τοῖς τοῦ Καυκάσου ὄρεσι κεκλιμένοι παρὰ τοῦ Εὐφράτου ποταμοῦ. Πρὸς δὲ τὸν νότον ἡ μεγάλη πόλις Βαβυλὼν, ἥντινα χαλκοῖς καὶ ἰσχυροῖς τείχεσιν ἡ Σεμίραμις ἐστεφάνωσεν, ἐπὶ δὲ τὴν ἀκρόπολιν τῷ Βήλῳ, ἤτοι τῷ βασιλεῖ ἢ μᾶλλον τῷ Διὶ ἢ τοῦ Διὸς υἱῷ, μέγαν δόμον ἢ ναὸν ᾠκοδόμησεν ἢ ἱδρύσατο, τῷ χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ καλλωπίσασα καὶ ἐπιμελησαμένη. Καὶ ταύτης μὲν τὸ πεδίον πολὺ ἢ μέγιστον,

423
καὶ ἐκεῖσε πολλοὶ φοίνικες οἱ κατὰ ἄκρον κομῶντές εἰσιν. Ἀληθῶς μὴν τοῦ χρυσοῦ χαριέστερον ἄλλο ἡ Βαβυλὼν φέρει, τὴν γλαυκὴν λίθον ὑγρᾶς βηρύλλου, ἥτις περὶ τὸν τόπον ἐκεῖνον ἐν τοῖς προβασίμοις τόποις ἔσωθεν τῆς ὀφιήτιδος πέτρας φύεται. Ὑπεράνω δὲ τῆς Βαβυλῶνος ἐπὶ τὴν πνοὴν τοῦ βορρᾶ οἵ τε Κισσοὶ καὶ οἱ Μεσαβάται καὶ οἱ Χαλωνῖται κατοικοῦσιν, ἅτινά εἰσιν ἔθνη Συρίας.