Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

772—782. Μετὰ δὲ τούτους τοὺς Χάλυβας τῆς Ἀσσυρίας γῆς ἡ πρόχυσις ἐκτετάνυσται· λέγει δὲ τὰ περὶ Θερμώδοντα καὶ Παφλαγονίαν· ὅπου ταῖς Ἀμαζόσιν ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὸ λευκὸν ὕδωρ ὁ πολεμικώτατος Θερμώδων προπέμπει, ὅστις ποτὲ Θερμώδων τὴν Ἀσώπου θυγατέρα Σινώπην πλανωμένην ἐδέξατο

420
κελεύσαντος τοῦ Διὸς λελυπημένην· καὶ γὰρ ὁ Ζεὺς τῆς ἐπεράστου καὶ καλῆς φιλίας αὐτῆς ἐπιθυμῶν καὶ χρῄζων, καίτοι μὴ θέλουσαν, πόρρω τῆς ἰδίας πατρίδος ἐχώρισεν· ἐκ ταύτης δὲ καὶ ἡ πόλις Σινώπη τὸ ὄνομα ἔχει. Περὶ ἐκείνου δὲ τοῦ Θερμώδοντος ποταμοῦ κρυμώδεις ἢ ψυχρὰς ὄχθας τὸν καθαρὸν λίθον τοῦ κρυστάλλου, καθάπερ χειμερίαν πάχνην, τέμνοις, εὑρήσεις δὲ καὶ τὴν πρασινίζουσαν ἴασπιν.

783—792. Ἑξῆς δὲ ὁ Ἶρις ποταμὸς τὸ καθαρὸν ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει· ἐπὶ τούτῳ δὲ αἱ τοῦ Ἅλυος ποταμοῦ ῥοαὶ ἀναβλύζουσι πλησίον τῆς Καραμβίας ἄκρας, ἐπὶ δὲ τὸν βορρᾶν ἑλκόμεναι ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὴν ἀρχὴν ἔχουσιν. Ἐπὶ τούτοις δὲ τοῖς αἰγιαλοῖς τῶν ποταμῶν κατοικοῦσιν οἱ Παφλαγόνες καὶ τὸ τῶν Μαριανδυνῶν ἱερὸν γένος. Ἐκεῖσε τὸν ἰσχρυρόφωνον μέγαν κύνα τοῦ ὑπογείου Πλούτωνος τὸν Κέρβερον, ταῖς χερσὶ τοῦ μεγαλόφρονος Ἡρακλέους ἑλκόμενον, δεινὸν χυλὸν σιελώδη ἀπὸ τῶν στομάτων αὐτοῦ φασιν ἐκβεβληκέναι. Καὶ τοῦτον μὲν τὸν ἰὸν ἀναμεμιγμένον ἡ γῆ ἐδέξατο καὶ τοῖς Μαριανδυνοῖς ἀνδράσι μεγάλην βλάβην ἐφύτευσε, τὴν ἀκόνιτον δηλονότι θανάσιμον οὖσαν.

793—798. Πλησίον δὲ τῶν Μαριανδυνῶν οἱ Βιθυνοὶ λιπαρὰν καὶ καλὴν χώραν κατοικοῦσιν, ἔνθα ὁ Ῥήβας τὸ κάλλιστον ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει, ὅστις παρὰ τοῖς στόμασι τοῦ Πόντου διέρχεται, οὗτινος κάλλιστον ὕδωρ ἐπὶ τὴν γῆν σύρεται. Τοσοῦτοι μὲν ἄνδρες τοῦ Πόντου περίοικοι ὑπάρχουσιν· ἐκεῖνά σοι ὑπαρχέτω τὰ προκατηριθμημένα τῆς Σκυθίας ἔθνη.

799—808. Ἀρτίως δὲ τῆς παραλίας Ἀσίας τὸν πόρον, τουτέστι τὴν θέσιν, διαγράψαιμι, ὅστις δὴ ἐπὶ τὸν Ἑλλήσποντον ὁδεύων πρὸς τὸν νότον πορεύεται καὶ πρὸς τὸν νοτιώτατον ῥοῦν τοῦ Αἰγαίου πελάγους, μέχρι τῆς Συρίας αὐτῆς καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας. Πρῶτον μὲν οἱ Χαλκηδονῖται πλησίον τοῦ στόματος τὴν γῆν κατοικοῦσι, τὸ Βυζάντιον κατὰ τὴν πέραν ὁρῶντες. Ἐπὶ τούτοις δὲ οἱ Βέβρυκες καὶ τὰ ὄρη τῆς Μυσίας, ἤτοι τῆς μικρᾶς Βιθυνίας· τὰ ὄρη δὲ λέγει τοὺς νῦν καλουμένους Ὀλύμπους, ὅπου ὁ Κίος ποταμὸς τὰ ἐπιθυμητὰ αὐτοῦ ῥεῖθρα ἐπιπέμπει, ἐφ᾿ οὗτινός ποτε Κίου προχοαῖς ἢ ἐκβολαῖς τὸν ἰσχυρρότατον θεράποντα τοῦ μεγάλου Ἡρακλέους τὸν Ὕλαν ἡ νύμφη ἀνήρπασεν.

809—819. Ἐκεῖσε τῆς μικροτέρας Φρυγίας ὁ πολὺς ἢ μέγας ἀγκὼν ἐπὶ τὸν Ἑλλήσποντον ἐπιτρέχει, ἡ δὲ ἑτέρα Φρυγία ἡ μεγάλη ἔνδοθεν ἐπὶ τοῖς ὕδασι τοῦ Σαγγαρίου ποταμοῦ κεῖται. Ἀλλ᾿ ἡ μὲν μεγάλη Φρυγία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται, ἱπποτρόφος οὖσα καὶ πλουσία, πρὸς δὲ τὴν δύσιν τὴν ἑτέραν ἴδοις, ἥτις ὑπὸ τοὺς ἄγαν θείους καὶ θαυμαστοὺς πόδας τῆς Ἴδης κεῖται, ὑπὸ τῷ εὐρὺ ῥέοντι Ξάνθῳ καὶ τῷ ἐκ τῆς Ἴδης κατερχομένῳ Σιμόεντι, τὴν ὑψηλὴν καὶ τοὺς ἀνέμους προσδεχομένην Ἴλιον ὑπὸ ταῖς πλευραῖς αὐτῆς ἔχουσα, τὴν λαμπρὰν καὶ ἐπίσημον πόλιν τῶν πάλαι γεγενημένων ἡμιθέων, ἣν ὅ τε Ποσειδῶν καὶ Ἀπόλλων ἔκτισε, καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπόρθησεν.

820—829. Μετὰ ταύτην δὲ τὴν Φρυγίαν ἡ Αἰολὶς γῆ παρατέταται παρὰ τὸν μέγαν Ἑλλήσποντον καὶ παρὰ τὸ χεῖλος, ἤγουν τὴν παραλίαν, τοῦ Αἰγαίου. Ἐφεξῆς δὲ μετὰ τὴν Αἰολίδα οἱ εὐδοξότατοι Ἴωνες κατοικοῦσιν, εἰσὶ δὲ καὶ αὐτοὶ παράλιοι· δι᾿ ἧστινος γῆς μέσος ὁ Μαίανδρος ταῖς λιπαραῖς αὐτοῦ συστροφαῖς κατέρχεται εἰς τὴν θάλασσαν, ἀναμεταξὺ τῆς Μιλήτου καὶ τῆς πλατυχώρου Πριήνης. Τούτων δὲ τῶν ἀμφοτέρων πόλεων πρὸς τὰ βόρεια μέρη ἴδῃς τὴν παραθαλασσίαν Ἔφεσον τὴν μεγάλην πόλιν τῆς Ἀρτέμιδος ὅπου ποτὶ τῇ θεᾷ ἐν τῇ ῥίζῃ τῆς πτελέας αἱ Ἀμαζονίδες βωμὸν κατεσκεύασαν μέγιστον καὶ ἐξαίσιον θαῦμα τοῖς ἀνθρώποις.

830—845. Ἐπὶ ταύταις δὲ ἡ Μήονία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται ὑπὸ τῷ ἠνεμόεντι ὄρει Τμώλῳ, ἀφ᾿ οὗ ὁ Πακτωλὸς διερχόμενος ταῖς συστροφαῖς αὑτοῦ ὁμοῦ χρυσὸν ἐπισύρων ἠχεῖ. Ἐπὶ τούτου δὲ ταῖς πλευραῖς ἐν τῇ τοῦ ἔαρος ὥρᾳ καθήμενος τὴν ὀξεῖαν ἢ μᾶλλον εἰπεῖν ἡδεῖαν φωνὴν τῶν κύκνων ἀκούσαις, οἵτινες αὐξομένης τῆς πόας ἔνθα κἀκεῖσε ἐπὶ τὸ ὕδωρ πλαζόμενοι νέμονται. Πολλοὶ γάρ εἰσι λειμῶνες, ὃ ἔστιν ἀνθοῦντα πεδία, ἐν τῇ Ἀσίᾳ, ἐξόχως δὲ καὶ ὑπὲρ πάντα περὶ τὸ Μαιάνδριον πεδίον, ὅπου ὁ Κάϋστρος ποταμὸς ἡσυχῆ καὶ ἠρέμα τὸ λαμπρὸν αὐτοῦ ὕδωρ ἀναβράζων ἐπιρρεῖ. Ἀλλ᾿ οὐδὲ τὰς γυναῖκας ἐκείνας μέμψῃ, αἵτινες περὶ τὸ θεῖον καὶ θαυμαστὸν ἐκεῖνο ἔδαφος ἐπὶ τῆς ὀσφύος τὴν ζώνην βαλοῦσαι θαυμαστὸν συστρεφόμεναι κύκλον ὀρχοῦνται, ἡνίκα τὰς χοροστασίας, ἤτοι τοὺς χοροὺς, τῷ Διονύσῳ ἐκπληροῦσιν· ἅμα δὲ αὐταῖς καὶ αἱ νέαι παρθένοι καθάπερ νεβροὶ συσκιρτῶσιν. Ἐπὶ ταύταις δὲ καὶ αἱ τῶν ἀνέμων πνοαὶ τοὺς ἐπιθυμητοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας κτυποῦσαι ἠχοῦσιν. Ἀλλὰ ταῦτα μὲν τοῖς Λυδοῖς ἀνθρώποις ἐν φροντίδι γενήσονται.

846—853. Τὴν δὲ ἐπὶ τὴν θάλασσαν κειμένην γῆν περὶ τὰς ἐκβολὰς τοῦ Ξάνθου, καλλίστου ἢ καλὰ ῥεύματα ἔχοντος ποταμοῦ, κατοικοῦσιν οἱ Λύκιοι· ὅπου τὰ ὄρη τοῦ Ταύρου βαθέα κρημνὰ ἔχοντος μέχρι τῆς Παμφυλίας φέρεται, Κράγον δὲ αὐτὸν καλοῦσιν. Ἐκεῖθεν δὲ πάλιν θεάσῃ περὶ τὸν ῥοῦν τοῦ Εὐρυμέδοντος ποταμοῦ ὑπεράνωθεν τῆς θαλάσσης Ἄσπενδον πόλιν, ὅπου τὴν Ἀφροδίτην ταῖς τῶν συῶν ἐξιλεοῦνται σφαγαῖς.

854—860. Ἄλλαι δὲ ἐφεξῆς τῆς Παμφυλίας ὑπάρχουσι πόλεις, ἥ τε Κώρυκος καὶ ἡ Πέργη καὶ ἡ ἀνεμώδης Φάσηλις. Μετὰ ταῦτα δὲ ἐπὶ τὴν ἀνατολικὴν μεσόγειον κατοικοῦσιν οἱ ἐν τοῖς πολέμοις ἐπιτήμονες καὶ ἐπικαμπῆ τόξα ἔχοντες Λυκάονες. Ἐπὶ τούτοις δὲ τῶν Πισιδέων πλουσία γῆ ἐστιν, ὅπου αἱ Πισιδικαὶ πόλεις, ἣ τε Τερμησσὸς καὶ ἡ Λύρβη καὶ ἡ Σέλγη, ἥντινα Σέλγην ὁ τῶν Ἀμυκλαίων, ἤτοι τῶν Λακώνων, λαὸς ὁ μεγαλώνυμος κατοικισθῆναι ἐποίησεν.

861—873. Ἐκεῖθεν δὲ, δηλονότι· ἀπὸ τῆς Πισιδίας, ἡ

421
περίδρομος θάλασσα συνεστραμμένην ὁδὸν πρὸς ἀνατολὴν περιτέμνεται, καταπολὺ ἔσω προβαίνουσα εἰς τὸν Ἰσσικὸν κόλπον· οὗτος δὲ ὁ κόλπος γείτων ἐστὶν ἢ πλησίον τοῦ Εὐξείνου πόντου, τὰ τῆς Κιλικίας ἔθνη μακρὸς ἐπὶ τὴν ἀνατολὴν περισυρόμενος. Ἐκεῖνα δὲ τὰ τῆς Ἀσίας Στενὰ καλοῦσιν. Καὶ τούτῳ μὲν τῷ Ἰσσικῷ κόλπῳ πολλῶν ποταμῶν πόρρωθεν ἐρχομένων τὸ ὕδωρ ἐπιμίσγεται τοῦ τε Πυράμου καὶ τοῦ Πινάρου καὶ τοῦ Κύδνου τοῦ σκολιοῦ, τοῦ μέσην τὴν Ταρσὸν τὴν καλῶς κατοικουμένην πόλιν διαρρέοντος· ὅπου ποτὲ ὁ Πήγασος ἵππος τὸν ταρσὸν τοῦ ποδὸς αὐτοῦ ἀφεὶς τῷ τόπῳ ἐκείνῳ τοὔνομα ἐγκατέλιπεν, ὁπηνίκα ὁ ἥρως Βελλεροφόντης ἐς τὸν οὐρανὸν πορευόμενος κατενεχθεὶς κατεάγη τοῦ ἵππου πτερορρυήσαντος. Ἐκεῖ δὲ ἔστι καὶ τὸ Ἀλήϊον πεδίον, ἐφ᾿ οὗτινος πεδίου ἄποθεν καὶ χωρὶς τῶν ἀνθρώπων πλανώμενος διῃτᾶτο.

874—880. Πολλαὶ δὲ τῶν Κιλίκων ἐφεξῆς ὑπάρχουσι πόλεις, ἣ τε Λυρνησσὸς καὶ ἡ Μαλλὸς καὶ ἡ Ἀγχιάλεια καὶ οἱ Σόλοι, αἱ μὲν κατὰ τὸ μεσόγειον, αἱ δὲ πλησίον αὐτῆς τῆς θαλάσσης. Ἐπὶ ταύτης δὲ τῆς Κιλικίας εἰσὶ καὶ οἱ Κομμαγηνοὶ, ἀπὸ Κόμμας χώρας οὕτως λεγόμενοι, καὶ αἱ τῆς Συρίας ἐκτεταμέναι καὶ περιμήκεις πόλεις ἐπὶ τῆς στρεπτῆς παραλίας· καὶ γὰρ ἐπὶ τὴν δύσιν στρέφεται ὁ ὁλκὸς, ἤτοι ἡ περιφέρεια καὶ ὁ κύκλος, τῆς λευκῆς θαλάσσης, μέχρι τοῦ ὑψηλοῦ καὶ παραθαλασσίου καὶ βαθυκρήμνου, ἤτοι τοῦ συμφύτου καὶ δασέος, Κασίου ὄρους.

881—886. Τὸν δὲ λοιπὸν πόρον τῶν γαιῶν τῆς Ἀσίας ῥᾳδίως σοι καὶ εὐκόλως προσείποιμι. Οὗτος δέ σοι ὁ λόγος ἐν ταῖς φρεσὶν ὑπαρχέτω, καὶ ἡ χάρις τῶν πονηθέντων τούτων ἔργων, ἤγουν ἡ τῶν ποιημάτων τούτων ὠφέλεια, μὴ φέροιτο τοῖς ἀνέμοις· εἰ γὰρ σαφῶς τοῦτον τὸν πόρον τῆς Ἀσίας συνίης, ταχέως ἂν καὶ ἄλλοις καλῶς καὶ ἐπισταμένως ἀγορεύσοις καὶ λέξοις τούς τε ποταμοὺς καὶ τὴν θέσιν τῶν πόλεων καὶ ἑκάστην χώραν.