Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

1017—1038. Ἀλλ᾿ ὁπόταν ἀπὸ τῶν Ἀρμενίων ὀρῶν ἔμπροσθεν εἰς ἀνατολὴν ὁδεύσῃς, μετὰ ταῦτα τῶν Μήδων τὰ στενὰ εὑρήσεις, ὅπου ἡ Μήδεια φυγοῦσα τὸν Θησέα ἔμεινεν. Ὧντινων τῶν Μηδικῶν ὀρῶν πρὸς τὸν βορρᾶν τὴν ἄγαν θάλλουσαν γῆν ἢ τὴν καλλίστην χώραν ἔχουσιν οἵ τε Γηλοὶ καὶ οἱ Μάρδοι καὶ οἱ Ἀτροπατηνοὶ ἄνδρες. Πρὸς δὲ τὸν νότον τῶν λαμπροτάτων Μήδων τὰ ἔθνη κατοικοῦσιν, ἐξ ἐκείνης τῆς μεγαλοδόξου γενεᾶς γεννηθέντα, τῆς ἀψόγου θυγατρὸς Αἰήτου, τουτέστι τῆς Μηδείας. Ἡνίκα γὰρ ἐπὶ τὸν ῥοῦν τοῦ Ἀττικοῦ ποταμοῦ Ἰλισσοῦ φάρμακα χαλεπὰ ἐβουλεύσατο τῷ Αἰγεῖ τῷ Πανδίονος παιδὶ, αἰδοῖ μὲν τὸν τόπον ἐκεῖνον κατέλιπεν, εἰς δὲ τὴν βαθεῖαν ταύτην χώραν, ὁμώνυμον αὐτῆς, πλανωμένη κατὰ τοὺς ἄνδρας ἢ ἀνθρώπους τούτους παραγίνεται, οὐ πόρρω μὲν τῆς γῆς τῶν Κόλχων, εἰς αὐτὴν δὲ τὴν τῶν Κόλχων χώραν ἱκέσθαι διὰ τὴν τοῦ πατρὸς ὀργὴν ἐφοβεῖτο. Τούτου χάριν εἰσέτι καὶ ἀρτίως πολυφάρμακοι ἄνδρες ὑπάρχουσι, χώραν μεγίστην καὶ ἄπειρον κατοικοῦντες, οἱ μὲν ἐπ᾿ αὐτὰς τὰς πέτρας, αἵτινες τὸν σκοτεινὸν ναρκισσίτην λίθον φύουσιν, οἱ δὲ ἐν τοῖς δασέσι καὶ ἐνύδροις καὶ κηπευσίμοις κατοικούμενοι τόποις, καλὰ ποίμνια βόσκοντες δαψιλῶς καὶ ἀφθόνως τοῖς μαλλοις καταβαρούμενα, τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν τετραμμένοι μέχρι τῶν Κασπίων πυλῶν, αἵτινες πύλαι ὑπὸ βαθείας ἢ ὑψηλὰς πέτρας ἐν τάξει πυλῶν κλεῖδες τῆς Ἀσίας εἰσίν· ὅπου καὶ ἐπὶ τὰ βόρεια μέρη καὶ ἐπὶ τὰ νότια ἐρχομένοις ἢ πορευομένοις ἡ ὁδὸς ὁμοίως ἐκτέταται, ἡ μὲν πρὸς βορρᾶν ἐπὶ τὰ τῆς Ὑρκανίας, ἡ δὲ πρὸς νότον ἐπὶ τὰ ὄρη τῆς Περσίδος γῆς.

1039—1052. Ἀλλ᾿ ἐπὶ τὸ ἔσχατον τῶν Κασπίων πυλῶν οἱ πολεμικώτατοι καὶ ἐπικαμπῆ τόξα ἔχοντες Πάρθοι κατοικοῦσι τῶν πολεμικῶν ἔμπειροι· οὐ γὰρ τὴν γῆν τῷ ἀρότρῳ τέμνοντες τὴν αὔλακα ἐπ᾿ εὐθείας ὁρμῶσι, τουτεστιν οὐκ ἀροτριῶσι τὴν γῆν, οὐδὲ μετὰ νηῶν τὴν θάλασσαν ταῖς κώπαις διαχωρίζουσιν, ἤτοι τὴν θάλασσαν μετὰ νηῶν οὐ περῶσιν, οὐδὲ τοὺς βόας τοῖς βοσκήμασι τρέφουσιν· ἐκ μικρᾶς δὲ ἡλικίας καὶ ἐξ ἁπαλῶν ὀνύχων ἐν φροντίδι εἰσὶ τῶν ἱππικῶν καὶ τῶν τόξων, ἀεὶ δὲ ὁ κτύπος τῶν δοράτων καὶ τῶν βελῶν διὰ τὰ πολεμικὰ αὐτῶν γυμνάσια κατὰ τὴν γῆν ἐστι, πανταχοῦ δέ ἐστι καὶ ὁ δρόμος τῶν ταχυπόδων ἵππων ὁρμωμένων. Οὐδὲ γὰρ νόμος αὐτοῖς ἢ δίκαιόν ἐστι πρότερον τοῦ δείπνου γεύσασθαι, πρὸ τοῦ τὴν κεφαλὴν αὐτῶν τῇ τοῦ πολέμου κακοπαθείᾳ ἱδρῶτι λευκᾶναι, τῇ δὲ ἐξ ἀπωλείας ἢ ἁρπαγῆς καὶ δόρατος κληθείσῃ εὐωχίᾳ τρέφονται. Ἀλλ᾿ ὅμως, καίτοι ἀπροσπελάστους ὄντας κατὰ τὴν μάχην καὶ φοβεροὺς, ἡ τοῦ Αὐσονίων βασιλέως, τούτεστι τοῦ Νέρωνος, ἀκωκὴ ἢ ὀξύτης τοῦ δόρατος ἐταπείνωσεν.

1053—1062. Ἐὰν δέ σε ἐπιθυμία καταλαμβάνῃ καὶ ἐπικρατῇ καὶ τοὺς Πέρσας ἰδεῖν, σαφῶς ἄν σοι καὶ τούτων τὸ γένος προσείποιμι, καὶ τῶν ἀεὶ καὶ διαπαντὸς κατερχομένων ποταμῶν τὸν πόρον καὶ τὰς ὁδοὺς τῶν ὀρῶν. Μόνοι γὰρ τῆς Ἀσίας τὸ ἔθνος βασιλικώτατον ἔχουσι, καὶ μόνοι τὸν ἄπειρον πλοῦτον ἐν τοῖς οἴκοις αὐτῶν ἔθεντο, ὁπότε τὴν Μῃονίαν, ἥπερ ἐστὶν ἡ Λυδία, ἐπὶ Δαρείου καθελόντες καὶ τὰς Σάρδεις ἐπόρθησαν. Ἐπὶ τῷ σώματι μὲν ἐκείνων τῶν ἀνδρῶν τὰ ὅπλα χρυσᾶ, χρύσειοι δὲ καὶ οἱ χαλινοὶ τοῖς ἵπποις αὐτῶν ἐπὶ στόμασι, χρυσᾶ δὲ καὶ τοῖς ποσὶ τὰ ἑαυτῶν ὑποδήματα ἐκάλλυναν· τοσοῦτος γὰρ ἦν αὐτοῖς ἄπειρος πλοῦτος.

1063—1079. Ἔστω δέ σοι ὅλη ἡ Περσὶς χώρα τοῖς μεγάλοις ὄρεσι περίδρομος, ἐπὶ τὸ νοτιώτερον μέρος τῶν Κασπίων πυλῶν τὴν ἔκτασιν ἔχουσα, ἑλκομένη ἕως τῆς ὁμωνύμου, τουτέστι τῆς Περσικῆς, θαλάσσης. Τριχῶς δὲ κατοικοῦσι καὶ κεχωρισμένως, οἱ μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη πρὸς τοῖς σκιεροῖς καὶ δασέσιν ὄρεσι τῶν Μήδων καθήμενοι, οἱ δὲ μεσόγειοι, οἱ δὲ ἐπὶ τὰ νότια μέρη μέχρι τῆς Περσικῆς θαλάσσης. Πρῶτα δὲ ἔθνη εἰσὶν οἱ Σάβαι, μετὰ τούτους δὲ οἱ Πασαργάδαι, πλησίον δὲ οἱ Τασκοὶ, καὶ ἄλλοι, οἵτινες ἑκατέρωθεν τὴν Περσίδα γῆν κατοικοῦσι. Καὶ ταύτην μὲν πολλοὶ ποταμοὶ ἄρδουσι καὶ περισσῶς πιαίνουσιν, ἔνθα κἀκεῖσε ταῖς σκολιαῖς προχύσεσιν ἐλαυνόμενοι· χωρὶς μέν ἐστιν ὁ μέγας Κόρος, χωρὶς δὲ ὁ Χόασπις, ὅς ἐστιν ἀπόρροια τοῦ Ἰνδοῦ ποταμοῦ, Ἰνδικὸν ὕδωρ ἕλκων καὶ τὴν τῶν Σούσων γῆν παραρρέων. Ἐπὶ τούτου δὲ πλευραῖς καθάπερ κύλινδρον ἐπὶ τὴν γῆν κείμενον τὸν ἡδὺν τῇ ὄψει θεάσῃ ἀχάτην, ὃν ἀπὸ τῆς πέτρας τοῦ χειμερίου ποταμοῦ αἱ χαράδραι, οἱονεὶ τὰ ἀπὸ τῶν ὄμβρων τῆς γῆς σχίσματα, κάτω σύρουσιν. Ἀεὶ δὲ καὶ διαπαντὸς τῷ χλιαρῷ ἀνέμῳ οἱ καρποὶ χαίροντες πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι θάλλουσιν.

1080—1085. Διανοούμενος δὲ σκέπτου καὶ τὸν ὑπόλοιπον πόρον τῆς Ἀσίας ἐπὶ τὴν ἀνατολήν· καὶ γὰρ ἐγγὺς ἡ βάσις ἢ τὸ ἔσχατον πέρας τῆς ἠπείρου, ὃ ἔστι τῆς Ἀσίας, πληροῦται. Καὶ περὶ μὲν τὸ Περσικὸν ῥεῦμα τοῦ ὠκεανοῦ, ἤγουν τὸν Περσικὸν κόλπον, ὑπὸ τῷ ἀνατέλλοντι ἡλίῳ οἱ Καρμανοὶ κατοικοῦσι πλησίον τῆς Περσίδος, διχῶς μεμερισμένην γῆν ἔχοντες, οἱ μέν ὑπεράνωθεν τῆς θαλάσσης, οἱ δὲ ἔνδοθεν ἐν μεσογείᾳ. Καὶ ἡ μὲν βορεία Καρμανία ἔρημος, ἡ δὲ νοτία λιπαρά.

1086—1106. Πρὸς δὲ τὴν ἀνατολὴν τῶν Καρμανῶν ἡ τῶν Γεδρωσῶν χώρα ἐκτείνεται, πλησίον τοῦ ὠκεανοῦ τοῦ μεγάλα κήτη τρέφοντος. Ἐφ᾿ οἷστισιν ἔθνεσι πρὸς τὴν ἀνατολὴν παρὰ τὸν Ἰνδὸν ποταμὸν οἱ νότιοι Σκύθαι, οἱ καὶ Ἰνδοσκύθαι καλούμενοι, κατοικοῦσιν, ὅστις

424
Ἰνδὸς κατεναντίον τῆς Ἐρυθρᾶς θαλάσσης κατέρχεται, ταχὺν ῥοῦν ὀρθὸν ἐπὶ νότον ἐλαύνων, ἀπὸ τοῦ ὑψηλοῦ ὄρους Καυκάσου πρῶτον ἀρξάμενος. Δύο δὲ στόματα αὐτοῦ ὑπάρχουσι, μέσην δέ τινα νῆσον τῶν δύο στομάτων περιρρεῖ, ἥντινα νῆσον Παταλήνην οἱ ἄνθρωποι καλοῦσιν. Ἐκεῖνος δὲ ὁ ποταμὸς πολλῶν ἀνδρῶν ἔθνη διαχωρίζει· καὶ μὲν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου τούς τε Ὠρίτας καὶ Ἄραβας καὶ τοὺς λινᾶς χλαίνας ἔχοντας Ἀραχώτας καὶ τοὺς Σατραΐδας, καὶ ὅσους παρὰ τῇ ἐξοχῇ τοῦ Παρπανίσου ὄρους, οὓς πάντας ἑνὶ κοινῷ ὀνόματι Ἀριηνοὺς λέγουσιν. Οὐκ ἐπέραστον δὲ καὶ καλὴν κατοικοῦσι χώραν, ἀλλ᾿ ὑπὸ τῇ λεπτῇ ψάμμῳ καὶ τοῖς δασέσι θάμνοις πλήθουσαν· ἀλλ᾿ ὅμως ἐπαρκεῖς καὶ ἱκαναὶ τοῦ βίου τοῖς ἀνθρώποις εἰσὶν ὁδοὶ καὶ ἄλλαι πολλαὶ, ἄλλον δὲ πλοῦτον αὐτοῖς ἄφθαρτον κομίζει ἡ γῆ· πανταχοῦ γὰρ τοῦ ἐρυθροῦ κοραλίου ὁ λίθος ἐστὶ, πανταχοῦ δὲ ὑπὸ ταῖς πέτραις αἱ φλέβες ὠδίνουσι τὴν καλὴν πλάκα τῆς τε χρυσιζούσης καὶ τῆς κυανῆς σαπφείρου (δύο καὶ γάρ εἰσι γένη)· τούτους δὲ ἀποτέμνοντες τὴν ὠφέλειαν καὶ τὴν εὐπορίαν τῆς ζωῆς προσπρίζονται.

1107—1113. Πρὸς ἀνατολὰς ὃ ἡ τῶν Ἰνδῶν ἐπέραστος γῆ ἐκτείνεται πασῶν ἐσχάτη περὶ τὰ χείλη, ἤτοι τὸν αἰγιαλὸν, τοῦ ὠκεανοῦ, καθ᾿ ἣν ὁ ἥλιος ἐπὶ τὰ τῶν θεῶν καὶ ἀνθρώπων ἔργα ἀνερχόμενος, τουτέστιν ἀνατέλλων, πρώταις ἀκτῖσιν ἐπιλάμπει. Διὰ τοῦτο οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες τὰ σώματα μελαίνονται, λίαν πιαινόμενοι, εὐτραφεῖς δὲ τρίχας ὁμοίας τῷ ὑακίνθῳ ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν φέρουσι.

1114—1127. Τῶν Ἰνδῶν δὲ οἱ μὲν τοῦ χρυσοῦ μέταλλα ἐργάζονται, εὐκαμπέσι μακέλλαις τὴν γῆν σκάπτοντες, οἱ δὲ τοὺς ἐκ τοῦ λίνου κατασκευασθέντας ἱστοὺς ὑφαίνουσιν, οἱ δὲ τοὺς λευκοὺς ὀδόντας τῶν ἐλεφάντων πρισθέντας ἀποξύουσιν, ἄλλοι δὲ ἐπὶ ταῖς προόδοις ἢ ἐκβολαῖς τῶν ξηροποτάμων ἢ τὴν γλαυκὸν λίθον τοῦ βηρύλλου ἢ τὸν τιμιώτατον καὶ διαυγῆ ἀδάμαντα ἰχνεύουσιν, ἢ τὴν χλωρῶς διαυγάζουσιν ἴασπιν, ἢ καὶ τὸν γλαυκὸν λίθον τοῦ θαλασσοειδοῦς τοπάζου, καὶ τὴν γλυκερὰν ἀμέθυστον ἡσύχως πως καὶ μετρίως πορφυρίζουσαν. Καὶ γὰρ παντοῖον πλοῦτον τοῖς ἀνδράσιν ἡ γῆ ἀενάοις ἢ τοῖς ἀεὶ ῥέουσι ποταμοῖς ἔνθα κἀκεῖσε κατάρρυτος αὔξει. Ἀληθῶς δὲ καὶ οἱ λειμῶνες, ἤτοι οἱ σπειρόμενοι τόποι, τοῖς φύλλοις ἀεὶ κομῶσιν, ἤτοι εὐθαλεῖς εἰσι· καὶ γὰρ ἀλλαχοῦ μὲν ἡ κέγχρος αὔξεται, ἀλλαχοῦ δὲ τοῦ ἐρυθραίου καλάμου, ὅπερ ἐστὶν εἶδος ἀρώματος, αἱ ὗλαι θάλλουσι· τὸ δὲ ἐρυθραίου ἢ ὅτι ἐρυθρὰν ἔχει τὸν χροιὰν, ἢ ὅτι πρὸς τῇ Ἐρυθρᾷ φαίνεται.

1128—1140. Διανοούμενος δὲ σκόπει, ὅπως ἄν σοι καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς εἴποιμι καὶ τὰ ὑψηλὰ ὄρη καὶ τὰ ἔθνη αὐτῆς. Καὶ αὐτὴ μὲν ἡ Ἰνδία ἐπὶ ταῖς τρισσαῖς πλευραῖς ἁπάσαις οὔσαις λοξαῖς ἥρμοσεν, ὁμοιά τῷ εἴδει ῥόμβου· ἀλλὰ τὰ μὲν ἑσπέρια ὕδατα ὁ Ἰνδὸς ποταμὸς γείτων ὑπάρχων διαχωρίζει, καὶ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης τὸ νότιον, ὁ δὲ Γάγγης εἰς τὴν ἀνατολὴν, καὶ ὁ Καύκασος τὰ ἀρκτῶα τοῦ οὐρανοῦ μέρη. Καὶ ταύτην μὲν τὴν χώραν πολλοὶ καὶ πλούσιο ἄνδρες κατοικοῦσιν, οὐχ ὁμώνυμοι οὐδ᾿ ὁμοῦ ὄντες, ἀλλ᾿ ἀμφοτέρωθεν κεχωρισμένοι. Οἱ μὲν Δαρδανέες ἔγγιστα τοῦ μεγίστου καὶ ἀπείρου Ἰνδοῦ ποταμοῦ, ὅθεν ὁ Ὑδάσπης ναυσίπορος ποταμὸς τὸν Ἀκεσίνην ποταμὸν ἀπὸ τῶν ὑψηλῶν σκοπέλων συρόμενον εἰσδέχεται. Ἐπὶ τούτοις δὲ καὶ ὁ Κώφης ποταμὸς ὁ καλὰ συστρέμματα ἔχων ἐπακολουθεῖ.

1141—1151. Μέσον δὲ τῶν ποταμῶν τούτων οἱ Σάβαι κατοικοῦσι καὶ οἱ τοξίλοι, οἱονεὶ οἱ τοξικοὶ ἄνδρες, ἢ οὕτω καλούμενοι Τοξίλοι· ἐφεξῆς δὲ καὶ οἱ Σκόδροι. Ἐπακολουθεῖ δὲ καὶ τὰ ἄγρια ἢ βάρβαρα ἔθνη τῶν Πευκανέων. Μετὰ τούτους δὲ οἱ τοῦ Διονύσου θέραποντες Γαργαρίδαι κατοικοῦσιν, ὑπερβαλλόντως γὰρ ἐκεῖνοι τὸν Διόνυσον τιμῶσιν· ὅπου τὴν ποικίλην τοῦ χρυσοῦ γενεὰν ἢ τὸ μέταλλον τοῦ χρυσοῦ ὅ τε Ὕπανις ὃς ἐστι ποταμὸς τῆς Σκυθίας καὶ ὁ θαυμαστὸς Μέγαρσος φέρει, πλουσιώτατοι γὰρ ἐκεῖνοι τῶν ποταμῶν, οἳ ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους διεγειρόμενοι ἐπὶ τὴν Γαγγήτιδα χώραν προρρέουσι, συρομένην πρὸς νότον περὶ τὰ ἔσχατα τῆς Κωλίδος γῆς ἥ ἐστι νῆσος ὅπου ἡ Ἀφροδίτη τιμᾶται· Καὶ αὐτὴ μὲν ἐπὶ τὸν βαθέα συστρέμματα ἔχοντα ὠκεανὸν ὑψηλὴ προνένευκε, τοῖς ταχέσιν ὀρνέοις δυσέκβατος οὖσα διὰ τοῦτο καὶ οἱ ἄνθρωποι Ἄορνιν αὐτὴν καλοῦσιν ἢ ἐπιδοξάζουσιν, ὡς μὴ ἔχουσαν ὄρνιν διὰ τὸ ὕψος.

1152—1166. Ὑπάρχει δὲ θαυμαστός τις καὶ τίμιος καὶ μέγας τόπος περὶ τὸν καλὰ ῥεύματα ἔχοντα Γάγγην, ὅν ποτε ὁ Βάκχος ὀργιζόμενος ἐπάτησεν, ὅτε αἱ ἁπαλαὶ καὶ τρυφεραὶ τῶν Βακχῶν νεβρῖδες εἰς ἀσπίδας ἠλλάσσοντο, οἱ δὲ θύρσοι εἰς σίδηρον, καὶ οἱ ἕλικες τῆς πολυκαμποῦς ἀμπέλου εἰς ἕλιγμα δρακόντων καὶ εἰς διαζώσματα, τότε ὅτε ταῖς ἀφροσύναις αὐτῶν τὴν ἑορτὴν τοῦ θεοῦ ἠτίμησαν. Τούτου χάριν τὴν μὲν ὁδὸν Νυσσαίαν ἐκάλεσαν, κοσμίως δὲ καὶ ἐπιστημόνως σὺν τοῖς υἱοῖς αὐτῶν πάντα ἐτέλεσαν τὰ μυστήρια, ὁπότε αὐτὸς τὰ ἔθνη τῶν μελάνων Ἰνδῶν ὤλεσε καὶ τῶν Ἠμωδῶν ὀρῶν ἐπέβη, ἀφ᾿ ὧντινων ὀρῶν βάσιν ὁ μέγας ῥοῦς τοῦ ἀνατολικοῦ ὠκεανοῦ φέρεται. Ἐκεῖσε δύο στήλας περὶ τὰ ἔσχατα τῆς γῆς στήσας χαίρων ἐπὶ τὸν Ἰσμηνὸν ποταμὸν, ἤτοι εἰς τὰς Θήβας, κατῆλθε. Τοσοῦτοι μὲν κατὰ τὴν γῆν μάλιστα ἐπίσημοι καὶ ἐπιφανεῖς ἄνδρες ὑπάρχουσιν.

1167—1185. Ἄλλοι δὲ πλεῖστοι ἔνθα κἀκεῖσε ἐπὶ τὰς ἠπείρους πλανῶνται, οὓς οὐκ ἄν τις τῶν θνητῶν φανερῶς καὶ διαδήλως εἴποι· μόνοι δὲ οἱ θεοὶ ῥᾳδίως καὶ εὐκόλως δύνανται πάντα. Αὐτοὶ γὰρ πρῶτοι τὰ τῆς γῆς θεμέλια οἱονεὶ ἐν τόρνῳ ἔθηκαν καὶ περιεγράψαντο, διὰ τὸ σφαιρικὸν τοῦ κόσμου, καὶ τὴν βαθεῖαν ὁδὸν τῆς ἀμετρήτου θαλάσσης ἐδήλωσαν, αὐτοὶ δὲ ἑδραῖα καὶ ἀσφαλῆ πάντα ἐν τῷ βίῳ διεσάφησαν, καὶ τὰ τοῦ οὐρανοῦ ἄστρα διακρίνοντες, τοῦ δὲ πόντου καὶ τῆς βαθείας

425
ἠπείρου ἑκάστῳ ἀνθρώπῳ μοῖραν ἔχειν ἐκληρώσαντο. Διὰ τοῦτο καὶ ἑκάστη μοῖρα τῆς γῆς ἄλλην καὶ παρηλλαγμένην φύσιν καὶ θέσιν ἔλαχεν. Καὶ γὰρ ἡ μὲν λευκὴ καὶ ἀργιλλώδης ἐστὶν, ἡ δὲ μελανωτέρα, ἡ δὲ καὶ ἀμφοτέρων τὴν μορφὴν ἔλαχεν, ἡ δὲ ἄλλη τοῖς ἄνθεσι τῆς Ἀσσυρίης μίλτου ὁμοία καὶ παραπλησία, ἄλλαι δὲ ἑτεροεδεῖς· οὕτως γὰρ ὁ μέγας διανοησάμενος ἐσκέψατο Ζεὺς, οὕτω τοῖς ἀνθρώποις ἑτεροειδῆ πάντα κατεσκεύασεν. Ὑμεῖς δὲ. ὦ ἤπειροι καὶ αἱ ἐν τῇ θαλάσσῃ κείμεναι νῆσοι καὶ τὰ ὕδατα τοῦ ὠκεανοῦ καὶ τὰ μεγάλα τοῦ πόντου χεύματα καὶ οἱ ποταμοὶ καὶ αἱ κρῆναι καὶ τὰ βάσιμα ἢ κατάσκια καὶ δασέα ὄρη, χαίρετε. Ἄρτι γὰρ καὶ τὸ μέγα κῦμα τῆς θαλάσσης ἐπέδραμον, ἄρτι δὲ τὸν πολλὰς ἔχοντα στροφὰς πόρον τῆς ἠπείρου· ὧντινων ποιημάτων ἕνεκα ἐκ τῶν μακαρίων καὶ ἀθανάτων θεῶν ἡ ἀνταπόδοσις ἀνταξία ἐμοὶ γένοιτο.