Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

627—635. Ἀλλ᾿ οὐδαμῶς τοσοῦτον ὑπάρχει τὸ μέγεθος τῆς Ἀσίας γῆς, ὅσον τῆς Λιβύης καὶ Εὐρώπης, οὐδὲ κατὰ τὸ εἶδος ἅπαν ὅμοιον καὶ παραπλήσιον. Καὶ γὰρ ἐν ἐκείναις ταῖς ἡπείροις μία μεγίστη ἡγεμονεύει θάλασσα, ἐν δὲ τῆ Ἀσίᾳ πολὺς ὠκεανός· τρεῖς γὰρ κόλπους μεγάλα κύματα ἔχοντας συστρέφων ἐρεύγεται ἢ ἀποτίκτει ἐξ ἑαυτοῦ ἔσωθεν βάλλων εἰς τὴν ἤπειρον τῆς Ἀσίας, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον καὶ τὸν Ὑρκάνιον τὸν καὶ Κάσπιον κόλπον τὸν βαθείας συστροφὰς ἔχοντα, τοὺς δύο μέν, τουτέστι τὸν Περσικὸν καὶ Ἀράβιον, πρὸς νότον, τὸν Κάσπιον δὲ ἐς τὸν βορρᾶν ὁρῶντα καὶ ἐς τὸν Λίβα ἄνεμον, γείτονα τοῦ Εὐξείνου πόντον· ὅντινα κόλπον ἄπειρα καὶ ἀναρίθμητα ἔθνη περιοικεῖ.

636—651. Ἀμφοτέρων δὲ τῶν δύο τούτων κόλπων ἄπειρος ἰσθμὸς μέσον διαχωρίζει, ἔνθα κἀκεῖσε εἰς πολλὰ μέρη τοῖς πεδίοις περιτεινόμενος, εἰς τὰ μέσα δὲ ἁπάσης τῆς Ἀσίας ὄρος ἐπιβέβηκεν ἀρξάμενον ἀπὸ τῆς Παμφυλίας μέχρι τῶν Ἰνδῶν, ἄλλοτε μὲν λοξὸν καὶ κυρτὸν, ἄλλοτε δὲ ὀρθότερον ἰχνῶν, Ταῦρον δὲ καλοῦσιν αὐτὸ, διότι ταυροφανές ἐστι καὶ ὀξυκέφαλον, ὥστε λοφοῦσθαι εἰς ὕψος πολυσχιδὲς, ὃ ἔστι εἰς πολλὰ μέρη διασχιζόμενον· εἰς γὰρ τὰς ἐξοχὰς αὐτοῦ κέρατα ταύρου μιμεῖται ἔνθα κἀκεῖσε τοῖς ἐκτεταμένοις ὄρεσιν. Ἐξ αὐτοῦ δὲ πολλοὶ καὶ ἄπειροι ποταμοὶ ἠχητικῶς ῥέουσιν, οἱ μὲν πρὸς τὸν βορρᾶν, οἱ δὲ ἰπὶ νότον, οἱ δὲ ἐπὶ τὴν ὁρμὴν τοῦ ζεφύρου. Τίς ἂν πάντων τὰ ὀνόματα εἴποι, οὐδαμῶς γὰρ μίαν ἐπωνυμίαν ὁ Ταῦρος ἔλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ τοῦ τόπου θέσει ἐν ᾧ καὶ ὁρᾶται καὶ ὄνομα ἔχει. Ἄτινα ὀνόματα ἐν φροντίδι γένοιτο τοῖς ἀνδράσιν, οἵτινες κατὰ χώραν ἑκάστην τὴν οἴκησιν ἔχειν κεκλήρωνται ὁμούριον ἢ αὐτῶν πλησιόχωρον. Ἀρτίως δὲ διέλθω καὶ περιγένωμαι λέξων πάντα τὰ ἔθνη, ὅσα διάδηλα καὶ ἐπίσημα τὴν Ἀσίαν οἰκεῖ, αἱ δὲ Μοῦσαι τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ διεσπαρμένην φέροιεν.

652—662. Πλησίον μὲν οὖν τῆς Μαιώτιδος λίμνης αὐτοὶ οἱ Μαιῶται οἰκοῦσι, καὶ τὸ γένος τοῦ πολεμικωτάτου Ἄρεος, τὰ ἔθνη τῶν ἀγαυῶν Σαυροματῶν· καὶ γὰρ ἐξ ἐκείνης τῆς συνουσίας τὴν γένεσιν ἕλκουσι τῶν Ἀμαζόνων, ἥντινά ποτε ἐμίγησαν τοῖς Σαυρομάταις, πόρρω τῆς οἰκείας πατρίδος καὶ τοῦ Θερμώδοντος ποταμοῦ πλανηθεῖσαι, ὁπόταν καθ᾿ Ἑλλάδος ἐστρατοπέδευσαν, ἢ φεύγουσαι τὸν Ἡρακλέα. Τούτου χάριν καὶ μεγαλόψυχοι παῖδες καὶ ἰσχυροὶ (ἐξ αὐτῶν ἐγεννήθησαν, ἐπὶ τὴν ἄπειρον κατοικοῦντες καὶ ὑλώδη γῆν, ἧστινος ἐπὶ μέσον ὁ Τάναῖς ποταμὸς συρόμενος εἰς τὴν μυχὸν ἢ τὸ μέσον τῆς Μαιώτιδος λίμνης ἐκβάλλει, ὅστις καὶ τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας διαχωρίζει, ἐπὶ τὴν δύσιν μὲν τὴν Εὐρώπην, ἐπὶ δὲ τὰς αὐγὰς, ἤτοι τὴν ἀνατολὴν, τὴν τῆς Ἀσίας ἤπειρον.

663 679. Τούτου δὲ τοῦ Τανάϊδος αἱ μὲν πηγαὶ ἐν τοῖς Καυκασίοις πόρρωθεν ἀναβράζονται, ἤτοι ἀναπέμπονται, οὗτος δὲ ἔνθα κἀκεῖσε ἐπὶ τὰ Σκυθικὰ ὁρμῶν ἐπιτρέχει πεδία. Τούτου δὲ κυμαίνοντος ἀπὸ τοῦ βορρᾶ, ἄπειρον καὶ πολὺν προσβλέψειας ἀπὸ τοῦ κρύους παγέντα. Σχετλιασμοῦ δὲ ἄρα ἐκεῖνοι οἱ ἄνδρες ἄξιοι, οἵτινες περὶ τὸν ποταμὸν ἐκεῖνον τὴν οἴκησιν αὑτῶν ἔχουσιν· ἀεὶ γὰρ ἐν αὐτοῖς ψυχρά ἐστι χιὼν καὶ ὁ δύσπνοος κρυμός. Καὶ δὴ ὁπόταν ἐκ τῶν ἀνέμων πολὺ ψύχος ἐπέλθῃ, ἢ ἵππους ἐκπνέοντας τοῖς ὀφθαλμοῖς ὁρῶσιν αὐτῶν, ἢ ἡμιόνους, ἢ τὸ γένος τῶν ἐν ἀγρῷ αὐλιζομένων προβάτων. Οὐδαμῶς δὲ οὐδ᾿ αὐτοὶ σῶοι οἱ ἄνδρες ὑπάρχουσιν, οἵτινες ὑπὸ τῆς πνοῆς ἢ φορᾶς τῶν ἀνέμων ἐκείνων μένουσιν, ἀλλ᾿ ἁμάξας ὑποζεύξαντες εἰς ἑτέραν χώραν ἐκκλίνουσι καὶ φεύγουσι, καταλείπουσι δὲ τοῖς χειμερίοις ἀνέμοις ἐκείνην τὴν γῆν, οἵτινες σὺν κακαῖς συστροφαῖς ὁρμώμενοι τήν τε γῆν ἅπασαν ἐκείνην καὶ τὰ πευκόεντα ὄρη συγκλονοῦσι. Τοσοῦτοι μὲν περὶ τὸν Τάναῖν ποταμὸν κατοικοῦσιν.

680—694. Οἱ δὲ Σινδοὶ καὶ οἱ Κιμμέριοι πυκνοὶ καὶ συνεχεῖς ὄντες τοὺς Σαυρομάτας ἐπέχουσιν, οἳ τε πλησίον τοῦ Εὐξείνου ὄντες Κερκέτιοί τε καὶ Ὀρέται καὶ οἱ ἰσχυρότατοι Ἕλληνες, οὕστινάς ποτε ἀπὸ τοῦ Ξάνθου καὶ τοῦ Σιμόεντος ποταμοῦ τοῦ ἐξ Ἴδης ῥέονιος αἱ τοῦ ζεφύρου καὶ νότου πνοαὶ ἀπεχώρισαν τῷ πολεμικωτάτῳ Ἀγαμέμνονι καὶ Μενελάῳ ἐπὶ τὸν κατὰ τῆς Τροίας πόλεμον ἀκολουθήσαντας. Ἐπὶ τούτοις δὲ κατοικοῦσι πλησιόχωρον γῆν ἔχοντες ἔκγονοι ὄντες τῶν Πελασγῶν οἳ τε Ἡνίοχοι καὶ οἱ Ζύγιοι. Περὶ δὲ τὸ ἐνδότατον τοῦ Εὐξείνου πόντου μετὰ τὴν Διοσκουριάδα γῆν Κόλχοι, οἱ τῶν Αἰγυπτίων ἀπόγονοι, μέτοικοι ὄντες, κατοικοῦσι, πλησίον τοῦ Καυκάσου ὄρους ὑπάρχοντες, ὅστις Καύκασος περὶ τὸν Ὑρκάνιον πόντον τοῖς ὑψηλοῖς ὄρεσιν αὔξεται· ὅπου ὁ Φᾶσις ποταμὸς κατὰ τὸν νῶτον τοῦ Κιρκαίου πεδίου συστρεφόμενος εἰς τὸν Εὔξεινον πόντον τὸ ἀχνῶδες καὶ χορτῶδες αὐτοῦ ἀπερεύγεται, ἀπὸ Ἀρμενίου ὄρους ἀρξάμενος.

695—705. Πρὸς δὲ τὴν ἀνατολὴν τούτου καὶ τὸν βορρᾶν ὁ ἰσθμὸς τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου ἐπίκειται. Ἐπὶ δὲ τούτῳ τῷ ἰσθμῷ τὸ ἀνατολικὸν ἔθνος κατοικεῖ τῶν Ἰβήρων (οἵτινές ποτε Ἴβηρες ἀπὸ τῆς Πυρήνης, ἤγουν τῆς ἑσπερίας ἢ δυτικῆς Ἰβηρίας ἐπὶ τὴν ἀνατολὴν παρεγένοντο, τοῖς Υρκανίοις ἀνδρασι

419
μεγάλην ἔχθραν συμβαλόντες), καὶ τὸ μέγα ἔθνος τῶν Καμαριτῶν, οἵτινές ποτε τὸν Διόνυσον ἀπὸ τοῦ πολέμου τῶν Ἰνδῶν προσδεξάμενοι ἐξενοδόχησαν, καὶ ἱερὸν χορὸν, ὃ ἔστι μέγαν, μετὰ τῶν Βακχῶν ἔστησαν, ζώματα καὶ νεβρῖδας ἐπὶ τοῖς στήθεσιν αὐτῶν περιβαλόμενοι, εὐ οἱ εὐάν λέγοντες. Οὗτος δὲ ὁ Διόνυσος ταῖς ἑαυτοῦ φρεσὶ τὴν γενεὰν τῶν ἀνθρώπων καὶ τὰ ἤθεα τῆς γῆς ἐκείνης, τουτέστι περιφραστικῶς τὴν γῆν ἐκείνην, ἠγάπησεν.

706—717. Ἐπὶ τούτοις δὲ ἡ Κασπία κυμαίνεται θάλασσα· ῥᾳδίως δέ σοι καὶ ταύτην τὴν θάλασσαν καταγράψαιμι, οὐδαμῶς μὲν τῶν ἄποθεν ἀπῳκισμένων χωρῶν τὰς θέσεις ἰδὼν, οὐδὲ μετὰ νηὸς περάσας· οὐδὲ γὰρ ἐμοὶ τοιοῦτος βίος ὑπῆρξεν, οὐδὲ πατρική μοί ἐστιν ἐμπορία, οὐδὲ ἐπὶ τὸν Γάγγην πεπόρευμαι, ὁποῖα πολλοὶ διὰ τοῦ Ἐρυθραίου πόντου πλέουσιν, ἵνα πολὺν πλοῦτον λάβωσι τῆς ψυχῆς αὐτῶν οὐ φροντίζοντες, ἀλλ᾿ οὐδὲ τοῖς Ὑρκανίοις ἐπιμίσγομαι, οὐδὲ τοῦ Καυκάσου ὄρους τὰς κνημῖδας, ὃ ἔστι τοὺς συμφύτους καὶ δασεῖς τόπους, καὶ τῶν Ἐρυθραίων Ἀριηνῶν, οἵπερ εἰσὶν ἔθνος περὶ τὴν Ἐρυθρὰν θάλασσαν, πολυπραγμονῶ· ἀλλ᾿ αἱ Μοῦσαί με ἄγουσι καὶ φέρουσιν, αἵτινες χωρὶς πλανήσεως καὶ κακοπαθείας τὴν πολλὴν θάλασσαν καὶ τὴν ἄπειρον γῆν καὶ τὰ ὄρη καὶ τὴν αἰθερίαν ὁδὸν τῶν ἀστέρων μετρήσασθαι δύνανται.

718—725. Ἀλλὰ τῆς μὲν Κασπίας θαλάσσης τὸ σχῆμα πανταχοῦ περιελισσόμενον καὶ περιερχόμενον κυκλοτερές ἐστιν· οὐδαμῶς ἂν ἐκείνην ἐπὶ τρεῖς κύκλους τῆς σελήνης, τουτέστιν ἐπὶ τρεῖς μῆνας, περάσεις· τοσοῦτον γάρ ἐστι δυσπέρατος ὁ τόπος ἐκεῖνος. Εἰς τοὐπίσω δὲ ἐπὶ τὰ ἀρκτῶα μέρη ἑλκόμενος ταῖς προχύσεσι τοῦ ὠκεανοῦ ἀναμίγνυται· ἥτις Ὑρκανία ἐν τοῖς ἀνδράσι θαύματα πολλὰ αὔξει καὶ ἕτερα, ἀναβλαστάνει δέ καὶ τὸν κρύσταλλον καὶ τὴν σκοτεινὴν ἴασπιν, τὴν ἐχθρὰν οὖσαν ταῖς ἐμπούσαις καὶ τοῖς δαίμοσιν ἢ φάσμασιν.

726—738. Ἅπαντα δέ σοι ἔθνη λέξω, ὅσα τὴν Ὑρκανίαν ἢ Κασπίαν θάλασσαν περιοικεῖ, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορρᾶ. Πρῶτοι μὲν οἱ Σκύθαι ὑπάρχουσιν, ὁπόσοι κατὰ τὴν παραλίαν οἰκοῦσι τῆς Κρονίας θαλάσσης κατὰ τὸ στόμα τῆς Κασπίδος θαλάσσης. Ἐφεξῆς δὲ Οὖννοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Κάσπιοι, ἐπὶ τούτοις δὲ πάλιν οἱ πολεμικώτατοι Ἀλβανοὶ, καὶ οἱ τὴν ὑπεράνωθεν αὐτῶν τραχεῖαν γῆν κατοικοῦντες Καδούσιοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Μάρδοι καὶ οἱ Ὑρκάνιοι καὶ οἱ Τάπυσοι. Ἐπ᾿ αὐτοῖς δὲ τὴν περιπλοκὴν αὐτοῦ συστρέφει ὁ τῆς Ὑρκανίας ποταμὸς Μάρδος, τῶν Δερκεβίων καὶ τῶν πλουσιωτάτων ὕδωρ Βάκτρων· δι᾿ ἀμφοτέρων γὰρ διερχόμενος, τῶν τε Δερκεβίων καὶ Βάκτρων, εἰς τὴν Κασπίαν θάλασσαν ἐκβάλλει. Ἀλλ᾿ οἱ μὲν Βάκτροι ὑπὸ τὴν εὐρυτέραν χώραν τῆς ἠπείρου, ὃ ἔστι τὴν μεσόγειον, κατοικοῦσιν, ὑπὸ τοῖς κνημοῖς τοῦ Παρνασσοῦ· εἰς δὲ τὸ ἕτερον μέρος, τῆς Ὑρκανίας δηλονότι τὸ δεξιὸν, ἐπὶ τοῖς Κασπίοις ὕδασιν οἱ Δερκέβιοι.

739—748. Μετὰ τούτους δὲ τοὺς Δερκεβίους ἐπὶ τὴν ἀνατολὴν πέραν τοῦ ἠχητικοῦ Ἀράξου ἄνδρες πολεμικοὶ καὶ τοξόται Μασσαγέται κατοικοῦσιν, ἐφ᾿ οἷς μήτε αὐτὸς ἐγὼ πλησιάσαιμι καὶ προσεγγίσαιμι, μήτε ἄλλος ἐμὸς φίλος. Πάνυ γὰρ κακοξεινότεροι τῶν ἄλλων εἰσίν· οὐδαμῶς γὰρ αὐτοῖς ἡ τροφὴ ἄρτος ἐστὶν ἡ εὐφραντικοῦ σίτου, οὐδὲ ὁ ἐν τῷ δήμῳ πινόμενος οἶνος, ἀλλὰ τῷ λευκῷ γάλακτι τὸ τῶν ἵππων αἷμα ἀναμιγνύντες τὴν εὐωχίαν αὐτῶν τίθενται. Ἐπὶ τούτοις δὲ τοῖς Μασσαγέταις ἀνωτέρω πρὸς τὰ βόρεια μέρη εἰσὶν οἱ Χωράσμιοι, ἐφ᾿ οἷς ἡ Σουγδία ἐστὶ γῆ, ἧστινος κατὰ τὸ μέσον ἐστὶν ὁ μέγας ποταμὸς Ὦξος, ὅστις τὸ περὶ τὰς Διονύσου κείμενον στήλας Ἠμωδὸν ὄρος καταλιπὼν ἐπὶ τὴν Κασπίδα κατέρχεται.

749—761. Μετὰ τοῦτον δὲ ἐπὶ ταῖς προχοαῖς Ἰαξάρτου κατοικοῦσιν οἱ Σάκαι τόξα φέροντες, ὡς ὄντες πολεμικοὶ, ἅτινα οὐδαμῶς τις ἄλλος τοξευτὴς ἀπελέγξοι διὰ τὸ ἀκριβὲς καὶ εὔστοχον· καὶ γὰρ οὐδαμῶς αὐτοῖς ἐστι θέμις ἢ δίκαιον μάταια καὶ εἰκῆ πέμπειν· ἐζημιοῦντο γὰρ οἱ ἀποτυγχάνοντες. Ὑπάρχουσι δὲ καὶ οἱ Τόχαροι καὶ οἱ Φροῦροι καὶ τὰ βάρβαρα ἔθνη τῶν Σηρῶν, οἵτινες τοὺς μὲν βόας καὶ τὰ λιπαρώτατα πρόβατα ἀπαρνοῦνται, διὰ τὸ μὴ γινώσκειν τὸ χρήσιμον αὐτῶν, τὰ δὲ ποικίλα ἄνθη τῆς ἐρήμου γῆς ξαίνοντες πολυδαίδαλα καὶ πολύτιμα, ὅμοια κατὰ τὴν χροιὰν τοῖς τῆς λειμωνίδος ποίης ἄνθεσιν, ἀντὶ τοῦ τῆς παραδεισιακῆς γῆς τοῖς ἄνθεσι, κατασκευάζουσιν· ἐκείνοις οὐδὲ τὸ τῶν ἀραχνῶν ἔργον ἐξισωθείη. Ἄλλοι δὲ πυκνοὶ καὶ συνεχεῖς Σκύθαι εἰσὶν, οἵτινες κατοικοῦσι κατὰ τὰ ἔσχατα μέρη· πλησίον δὲ αὐτῶν δυσάνεμος καὶ τοῖς χειμερίοις ἀνέμοις καὶ ταῖς χαλάζαις παράκειται γῆ. Τοσοῦτοι μὲν ἄνδρες τὴν Κασπίαν θάλασσαν περιοικοῦσιν.

762—771. Διαλογιζόμενος δὲ σκόπει ἀρτίως ἀπὸ τῶν Κόλχων καὶ τοῦ Φάσιδος ποταμοῦ ἐπὶ τὴν δύσιν παρὰ τὸ χεῖλος τοῦ Εὐξείνου πόντου τὸ πλῆθος τῶν ἐθνῶν ἄχρι τοῦ Θρᾳκικοῦ στόματος, ἤγουν τοῦ Βοσπόρου, ὅπου ἡ τῶν Καλχηδονίων χώρα ἐστίν. Μετὰ δὲ τοὺς Κόλχους πρῶτά εἰσιν ἔθνη οἱ Βύζηρες, καὶ πλησίον αὐτῶν τὰ ἔθνη τῶν Βεχείρων, καὶ οἱ Μάκρωνες, καὶ οἱ Φίλυρες, καὶ οἵτινες τοὺς οἴκους αὐτῶν ξυλίνους ἔχουσιν. Ὧντινων πλησίον εἰσὶν οἱ πολυθρέμματοι, ἤτοι πολλὰ θρέμματα ἔχοντες, Τιβαρηνοί· ἐπὶ τούτοις δὲ οἱ Χάλυβες τὴν ἀμετακίνητον καὶ σκληρὰν γῆν κατοικοῦσι, τὰ τοῦ μοχθηροῦ σιδήρου ἔργα μεμαθηκότες, οἵτινες βαρυκτύποις σφύραις ἐπὶ τοῖς ἄκμοσιν ἐστηρικότες τῆς δεινῆς ταλαιπωρίας καὶ τοῦ χαλεποῦ κόπου οὐδαμῶς παύονται.