Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
517—524. Τούτων δὲ τῶν νήσων τοῦ Αἰγαίου πελάγους αἱ μὲν τῆς Εὐρώπης ἐπὶ τὰ ἀριστερὰ κεῖνται τῷ εἰσπλέοντι, οἱ δὲ τῆς Ἀσίας ἐπὶ τὰ δεξιὰ κατὰ τὸ μῆκος ἐκτεινόμεναι ἀπὸ τῆς μεσημβρίας πρὸς ἄρκτους ἢ τὸν ἀρκτῶον βορέαν. Καὶ ἐπὶ τῆς Εὐρώπης μέν ἐστιν ἡ Εὔβοια, Μάκρις διὰ τὰ μακρὸν σχῆμα λεγομένη, ἣν οἱ Ἄβαντες κατοικοῦσι, καὶ ἡ Σκῦρος ἀνέμους βιαίους ἔχουσα, καὶ ἡ ὑψηλὴ Πεπάρηθος· ὅπου ὑπάρχει καὶ ἡ Λῆμνος, τὸ τραχὺ πέδον, ἤγουν ἡ τραχεῖα νῆσος, τοῦ Ἡφαίστου, καὶ ἡ ἀρχαία Θάσος, Δημήτερος ἀκτὴ, τουτέστι πυροφόρος χώρα, καὶ Ἴμβρος καὶ ἡ Σαμοθρᾴκη, ἡ πόλις τῶν Κορυβάντων τὰ μυστήρια ἐν αὐτῇ τελούντων.
525—532. Αἱ δὲ τὴν πρώτην μοῖραν ἢ τάξιν τῆς Ἀσίας λαχοῦσαι νῆσοι αὗταί εἰσιν, αἳ κύκλῳ τὴν Δῆλον περιέχουσι, καὶ Κυκλάδες ἐκ τούτου ὀνομάζονται. Χαριστήρια δὲ τῷ Ἀπόλλωνι καὶ χοροὺς ἅπασαι αἱ νῆσοι ἄγουσι, τὴν Δῆλον τοῦ Ἀπόλλωνος κυκλοῦσαι, τοῦ καλοῦ καὶ ἐπιθυμητοῦ ἔαρος νεωστὶ ἀρχομένου, ἡνίκα ἡ ἡδύφωνος ἀηδὼν χωρὶς καὶ ἄπωθεν τῶν ἀνθρώπων γεννᾷ ἢ νεοττεύει. Αἱ δὲ Σποράδες νῆσοι ἐφεξῆς μετὰ τὰς Κυκλάδας πανταχοῦ ἐν τῷ πόντῳ λάμπουσιν, ὥσπερ τὰ ἄστρα διὰ ἀνεφέλου καὶ καθαροῦ ἀέρος φαίνονται, τοῦ ταχυτάτου βορρᾶ τὰ ὑγρὰ νέφη βιασαμένου ἢ διασκεδάσαντος.
533—540. Ἐπὶ ταύταις δέ εἰσιν αἱ Ἰωνίδες νῆσοι, ὅπου ἡ Καῦνος, καὶ ἡ καλὴ καὶ ἐπιθυμητὴ Σάμος, τὸ ἔδαφος τῆς ἐν Πελασγίᾳ τιμωμένης Ἥρας, καὶ ἡ Χίος ὑπὸ τὴν πέζαν τοῦ ὑψηλοῦ Πεληναίου ὄρους. Λέγει δὲ πρὸς τὸ Πεληναῖον ὄρος εἶναι τὴν Χίον, οὐ τὴν νῆσον, ἀλλὰ τὴν πόλιν. Ἐκεῖθεν δὲ τὰ ὄρη τῶν Αἰολίδων νήσων φαίνεται, τῆς τε μεγάλης ἢ πλατεῖαν χώραν ἐχούσης Λέσβου καὶ τῆς ἐπιθυμητῆς Τενέδου. Κἀκεῖθεν περὶ τὴν Τένεδον νῆσον ὁ Μέλας καλούμενος κόλπος τὸν Ἑλλήσποντον ἐπέρχεται τὸν ἀφρὸν ἀποπέμπων, τῷ δὲ κατὰ πολὺ ἐπὶ τὸν βορρᾶν πορευομένῳ τὸ αὔξημα ἢ τὸ φύσημα τῆς Προποντίδος θαλάσσης ἔνθα κἀκεῖσε παρατέταται.
541—549. Ὑπὲρ δὲ τὸν ἀριστερὸν πόρον, ἤγουν πρὸς τὰ ἀριστερὰ μέρη, τοῦ Εὐξείνου πόντου ἐξ ἐναντίας τοῦ Βορυσθένους ποταμοῦ μεγαλώνυμος καὶ ἔνδοξός τις νῆσος τῶν ἡμιθέων ἀνδρῶν κεῖται, Λευκὴν δὲ τὸ ἐπίκλην
550—554. Ἄλλη δὲ νῆσος ἄπειρος καὶ μεγάλη ὑπάρχει ἰθύνοντί σοι καὶ ἐπ᾿ εὐθείας ὁρμῶντι ἐπὶ τὸν Κιμμέριον Βόσπορον, ἥτις δὴ ἔσωθεν τῆς Μαιώτιδος λίμνης κατὰ τὸ δεξιὸνμέρος ἐστηριγμένη ἐστίν· ἐφ᾿ ἧστινος λίμνης ἥ τε Φαναγόρη καὶ ἡ καλῶς ἐκτισμένη Ἑρμώνασσα, ὅπου καὶ ἀπὸ τῆς Ἰωνίδος γῆς ἀπόγονοι κατοικοῦσιν. Αὗται μὲν ἐπίσημοι καὶ μεγαλόδοξοι παρὰ τοῖς ἀνθρώποις νῆσοι ἐν τῇ καθ᾿ ἡμᾶς θαλάσσῃ ὑπάρχουσιν.
555—564. Ἕτεραι δὲ πάλιν ἐν τῷ ὠκεανῷ κεῖνται, τῷ ῥῷ, ἤγουν τοῖς κύμασιν, αὐτοῦ κύκλῳ περιεχόμεναι· ὧντινων ἐγὼ τὴν εὔδηλον καὶ φανερὰν θέσιν λέξαιμι, καὶ ὁποίῳ ἀνέμῳ παράκειται ἑκάστη αὐτῶν. Περὶ μὲν τὴν βοοτρόφον Ἐρύθειαν καὶ τὸ ῥεῦμα τοῦ Ἀτλαντικοῦ πελάγους κατοικοῦσιν οἱ θεοειδεῖς διὰ τὸ κάλλος καὶ ἀρετὴν Αἰθίοπες, τῶν μακροβίων ἄψογοι υἱοὶ καὶ ἀπόγονοι, οἵτινες μετὰ τὸν θάνατον τοῦ αὐθάδους ἢ ὑπερηφάνου, ὡς τῇ ἀνδρίᾳ ὑπερέχοντος, Γηρύονος ἐκεῖσε ᾤκησαν. Ὑπὸ δὲ τὴν ἱερὰν ἄκραν, ἥντινα λέγουσι τῆς Εὐρώπης εἶναι ἀρχὴν, καὶ τὰς Ἑσπερίδας νήσους, ὅπου ὁ κασσίτερος γεννᾶται, τὸ ἔθνος τῶν λαμπροτάτων Ἰβήρων κατοικεῖ.
565—569. Ἐπὶ δὲ τὰ βόρεια μέρη τοῦ ὠκεανοῦ ἄλλαι δύο νῆσοί εἰσι Βρετανικαὶ ἐξ ἐναντίας τοῦ Ῥήνου ποταμοῦ· ἐκεῖσε γὰρ ὁ Ῥῆνος τὴν ἐσχάτην αὐτοῦ συστροφήν τῶν ὑδάτων εἰς τὴν θάλασσαν ἀπερεύγεται. Τούτων δὲ τῶν νήσων τὸ μέγεθος ἄπειρον, καὶ οὐδεμία ἄλλη ἐν πάσαις ταῖς νήσοις τῷ μεγέθει ἐξισάζεται ταῖς Βρεταννικαῖς.
570—579, Πλησίον δὲ τῶν λεγομένων Κασσιτερίδων ἄλλος ἐστὶ πόρος μικρῶν νησίων, ὅπου αἱ γυναῖκες τῶν Ἀμνιτῶν ἀντιπέραν, ὃ ἔστιν ἐξ ἐναντίας, διεγειρόμεναι τὰ ἱερὰ τῷ Διονύσῳ κατὰ τὸν νόμον τελοῦσι τοῖς κορύμβοις τοῦ μελαμφύλλου κισσοῦ, ἤγουν τοῖς κλάδοις τοῖς βοτρυώδεις καρποὺς ἔχουσι, νυκτεριναὶ ἢ νύκτωρ στεψάμεναι· ἠχὴ δὲ κτυπώδης τῶν τε τυμπάνων καὶ τῶν κυμβάλων διεγείρεται. Οὐδαμῶς γὰρ οὕτως ἐπὶ τοῖς αἰγιαλοῖς τῆς Θρᾶκικῆς Ἀψύνθου οἱ Β??στονίδες, τουτέστιν οἱ Θρᾷκες, τὸν ἐρίβρομον Εἰραφιώτην, τουτέστι τὸν Βάκχον τὸν ῥαφθέντα ποτὲ ἐν τῷ τοῦ Διὸς μηρῷ, ἢ ἀπὸ πόλεως Εἰραφίας καλουμένης οὕτως λεγόμενον καλοῦσιν, ἐν τοῖς μυστηρίοις αὐτοῦ μέγαν ἦχον διεγείροντες· οὐδὲ οὕτω σὺν τοῖς παισὶν αὐτῶν κατὰ τὸν Γάγγην ποταμὸν τὸν μελαίνας στροφὰς ἔχοντα τῷ μεγαλοήχῳ Διονύσῳ οἱ Ἰνδοὶ τὸν κῶμον ἄγουσιν, ὡς κατὰ ταύτην τὴν χώραν αἱ γυναῖκες τῶν Ἀμνιτῶν τὸ εὐοῖ Βάκχε, τουτέστι τὸν ὕμνον τὸν εἰς τὰ Διονύσια τελούμενον, λέγουσιν.
580—586. Πολλὴν δὲ ὁδὸν τοῦ ὠκεανοῦ ἐπὶ τὰ ἔμπροσθεν βόρεια μέρη ὑπὲρ τῶν Βρετανικῶννήσων διελθὼν ἐπὶ τὴν Θούλην νῆσον τῇ καλῶς ἐργασθείσῃ νηῒ διαπεράσαις. Ἐκεῖσε μὲν τοῦ ἡλίου πρὸς τὰ ἀρκτῶα μέρη τοῦ κόσμου, ἤγουν ἐπὶ τὸν ἀρκτῶον πόλον, βεβηκότος, διὰ τὸ ἐπίμηκες τῶν ἡμερῶν τάς τε ἡμέρας καὶ νύκτας τὸ ἀειλαμπές αὐτοῦ φῶς ἐκκέχυται. Τηνικαῦτα γὰρ λοξότερος ὁ ἥλιος φέρεται καὶ τὸν ὁρίζοντα ἐκκλινόμενος, κατὰ εὐθεῖαν τῶν ἀκτίνων αὐτοῦ ἐρχομένων· μυλοειδῶς γὰρ αὐτὴν περιστρέφεται καὶ εἰς αὐτὴν ἐφορᾷ καθ᾿ ὅλον τὸν κύκλον, ἕως ὅτου πάλιν ἔλθῃ ἐπὶ τοὺς τὰ νότια μέρη, ἤγουν τὸ ἀντικείμενον νότιον ἡμικύκλιον, κατοικοῦντας Ἰνδοὺς καὶ Αἰθίοπας.
587—605. Ἀλλ᾿ ὅταν τοῦ Σκυθικοῦ ἢ βορείου ὠκεανοῦ βαθὺ ῥεῦμα τῇ νηῒ περάσῃς, εἰς τοὔμπροσθεν δὲ ἐπὶ τὸ ἑῷον πέλαγος κάμψῃς, ἐπὶ τὴν Χρυσῆν νῆσόν σε ὁ πλοῦς ἄγει Ἐκεῖ δὲ ἡ τοῦ καθαροῦ ἡλίου φαίνεται ἀνατολή. Ἐκεῖθεν δὲ στραφεὶς ἔμπροσθεν τῆς νοτίας ἄκρας ταχέως ἐπὶ τὴν Ταπροβάνην, μεγάλην νῆσον τῆς Κωλιάδος, ἤτοι τῆς Ἀφροδίτης, παραγενήσῃ, τὴν μητέρα τῶν ἐλεφάντων τῶν ἐξ Ἀσίας τὸ γένος ἐχόντων· ὑπὲρ ἧστινος Ταπροβάνης ἄνωθεν ἐν τῷ ζωδιακῷ τοῦ οὐρανοῦ κύκλῳ ὁ διάπυρος καρκίνος ἀναστρέφεται, ὡς ἐπιπολάζοντος τοῦ ἡλίου ἐκεῖ διὰ τὸ μέγεθος αὐτῆς. Καὶ γὰρ πλατεῖά ἐστιν ἡ Ταπροβάνη κατὰ τὸ μέγεθος. Οἱ δὲ περὶ αὐτὴν αἰγιαλοὶ τὰ κήτη ἔχουσι, τὰ βοτὰ, τουτέστι τὰ θρέμματα, τῆς Ἐρυθρᾶς θαλάσσης, τοῖς ὑψηλοῖς ἢ τοῖς μεγάλοις ὄρεσιν ἀφομοιούμενα ἢ ἀπεικαζόμενα, κατὰ δὲ τὸν νῶτον αὐτῶν ἡ πολλὴ καὶ ἐπιμήκης τῆς ἀκάνθης περιπλοκὴ τραχύνεται. Τῶν δὲ δυσμενῶν καὶ ἀγρίων ἀνδρῶν παῖδες περὶ τὸν πόντον πλανώμενοι αὐτοῖς ὑπαντήσειαν· οὐδαμῶς γὰρ ἐκφυγεῖν ἔνεστι τὸ μέγα χάσμα τῶν στομάτων, πολλάκις δὲ τὰ τέρατα ἐκεῖνα, ἤτοι τὰ Ἐρυθραῖα κήτη, τὴν ναῦν σὺν τοῖς ἀνδράσι τῆς νηὸς ἢ σὺν τοῖς ναύταις καταπίοιεν. Τοῖς γὰρ κακοῖς ὁ θεὸς πανταχοῦ καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ μυρία κακὰ ἡτοίμασεν.
606—619. Ὑπάρχει δέ σοι ἐπὶ τὰ ἔμπροσθεν μέρη ἔξωθεν τῆς Καρμανίδος ἄκρας ἡ Περσόνησος, Ὤγυρις καλουμένη, ὅπου ὁ τύμβος ἢ τὸ σῆμα τοῦ Ἐρυθραίου βασιλέως, ἀφ᾿ οὗ καὶ Ἐρυθρὰ ἡ ἐκεῖθι θάλασσα λέγεται. Ἐκ ταύτης δ᾿ ἂν περάσαις ἐπὶ τὸ στόμα τῆς Περσικῆς θαλάσσης. Ὁρμηθεὶς δὲ πρὸς τὰ βόρεια, εἰς Ἤκαρον πελαγίαν νῆσον παραγενήσῃ, ὅκου τῆς Ταυροπόλου θεοῦ, ἤτοι τῆς Ἀρτέμιδος, βωμοὶ κνισσήεντες πικρὸν καπνὸν τῶν θυσίῶν ἔχουσιν. Τοσαύτας μέν πλατυτέρας ἢ μείζους νήσους ὁ ῥοῦς τοῦ ὠκεανοῦ ἔχει· ἄλλαι δὲ ἄπειροι καὶ ἀναρίθμητοί εἰσιν, αἱ μὲν ἐπὶ ταῖς προχοαῖς τῆς Λιβυκῆς θαλάσσης, αἱ δὲ ἐπὶ τῆς Ἀσίας, αἱ δὲ περὶ τὸ κλίμα τῆς Εὐρώπης, ἄλλαι δὲ ἀλλαχόσε πολλαὶ, αἱ μὲν ὑπ᾿ ἀνθρώπων κατοικούμεναι καὶ ταῖς ναυσὶν λιμένα καλὸν ἔχουσαι, αἱ
620 626. Τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ τῆς Ἀσίας ἐστὶν ὁ ῥυσμὸς, τουτέστιν ἡ ἔκτασις καὶ ἡ περιγραφὴ, τῶν ἀμφοτέρων ἠπείρων, τῆς τε Εὐρώπης καὶ Λιβύης, ὅμοιον δέ ἐστι τὸ σχῆμα καὶ παραπλήσιον κώνῳ, ὅπερ ἐστὶ σχῆμα στροβιλοειδὲς, κατὰ τὸ ἔτερον μέρος ἢ τὸ ἐναντίον ἑλκόμενον κατὰ μικρὸν, καὶ ἀποξυνόμενον πρὸς τὸ ἔσχατον πέρας τῆς ἀνατολῆς, τῶν ἑτέρων δύο ἡπείρων πρὸς τὴν δύσιν κειμένων· ὅπου καὶ τοῦ ἐν Θήβῃ γεννηθέντος Διονύσου αἱ στῆλαι περὶ τὰ ἔσχατα τοῦ ὠκεανοῦ ἵστανται ἐν τοῖς ἐσχάτοις μέρεσι τῶν Ἰνδῶν, ὅπου ὁ Γάγγης τὸ Νυσσαῖον λευκὸν ὕδωρ ἢ τὸ ἀπὸ Νύσσης κατερχόμενον ἐπὶ τὸν πλαταμῶνα κυλίει.