Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Τὰ δηλωθέντα πρὸς τὸν τῆς Λαοδικέων ἐκκλησίας Ἄγγελον.

Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμὴν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ἢ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ. οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ, οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς, ἣ ζεστός. οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρὸς, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. ὅτι λέγεις· ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα, καὶ οὐδενὸς χρείαν ἔχω. καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς, καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός.

Ἰσοδυναμεῖ τοῦτο· τάδε λέγει ὁ ἀληθινὸς, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἡρμήνευτο b. ἀμὴν γάρ ἐστι τὸ ναί. ναὶ οὐν ἐστὶν ἐν πᾶσι [*](t τοιοῦτο B. u νοοῦμεν om. B. x καὶ B. y τῆς θέας καὶ B. z τοῖς καὶ ληψομένοις· ὄις ἀδελφοῖς B. a Quae seq. om. Edd. suppl. e Cod. B. b æc om. Edd. quibiis sch. inc. Ἀμήν ἐστι τὸ ναί.)

231
τοῖς περὶ αὐτοῦ λεγομένοις, ἤτοι ἀλήθεια καὶ οὐδὲν ψεῦδος c ἐν αὐτοῖς. καὶ τὸ “ ὁ μάρτυς ὁ πιστὸς εἴρηται· καὶ περιττὸν πάλιν περὶ τῶν αὐτῶν διεξιέναι d. “ ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ,” ἀντὶ τοῦ ἡ βασιλεία καὶ ἡ ἀρχὴ e πάντων ὡς κτισμάτων δεσπόζουσα. ἀρχὴ γὰρ τῆς κτίσεως, ἡ προκαταρκτικὴ αἰτία τῆς κτίσεως f. ἐπηρέασε δ᾿ ἃν ἴσως τῷ ῥητῷ τὸ θεομάχον τῶν Ἀρειανῶν ἐργαστήριον, ὡς τοῦ Κυρίου Ἰησοῦ κτίσματος διὰ τούτων γνωριζομένου. οὐ χρὴ δὲ ταῖς τούτων παράγεσθαι κακουργίαις, σκοποῦντας εἴτι τοιοῦτο καὶ ἐν ἑτέρᾳ κεῖται γραφῇ περὶ τούτου, ἵν ἔχῃ g τις ἐκ τῶν ὁμοίων κανονίζειν τὰ ὅμοια. φησὶν οὖν Παῦλος Κολοσσαεῦσι γράφων περὶ τοῦ Χριστοῦ, “ ὅς ἐστιν ἀπαρχὴ πρωτότοκος πάσης “ κτίσεως.” “ κτίσεως πρωτότοκος, οὐ μὴν πρωτόκτιστος. καὶ Δαβίδ. “ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’’ ἀλλ’ οὐκ ἔκτισά σε. καὶ Σολομών. “ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” τὸ δὲ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. τὸ ἔκτισεν, ἀντὶ τοῦ κατέταξεν εἴληπται, ὡς καὶ ἐπὶ τοῦ, “ ἵνα κτίση τοὺς δύο εἰς “ ἕνα καινὸν ἄνθρωπον. ” καὶ τοῦ, “ καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ “ ὁ Θεός.’’ ὁ δέ γε θεῖος τὸν λόγον h Γρηγόριος ἐν τῷ περὶ τοῦ i Υἱοῦ λόγῳ, τὸ μὲν “ ἔκτισεν,” ἐπὶ τοῦ νοερῶς ἐμψυχωμένου τοῦ κυριακοῦ k σώματος ἀκούει. τὸ δὲ “ γεννᾷ, ἐπὶ τῆς θεότητος. τοσούτοις οὖν μαρτυρίοις τῆς κτίσεως συγκροτουμένης, ἡ ἀρχῆι τῆς κτίσεως, ὡς ἔφθημεν εἰρηκότες,) οὐκ ἄλλο, ἣ τὸ ἄρχον m τῆς κτίσεως τοῦ Θεοῦ δηλοῦν βούλεται, καθ’ ὅτι καὶ πάντα δι’ αὐτοῦ ἐγένετο. τούτῳ n καὶ ἄρχειν τῶν ὑπ’ αὐτοῦ δίδοται ο κτισμάτων, ἤγουν κατέστη· τοῦ εἰληφέναι καὶ τοῦ καταστῆναι οὐκ ἐλάττωσιν εἰσηγουμένων οὐσίας καὶ δόξης. εἴρηται γὰρ περὶ τούτων p.

Ὅτι οὔτε ψυχρὸς εἶ, οὔτε ζεστός.

“Ψυχρὸς” ὁ ἐστερημένος τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας καὶ ἐπιφοιτήσεως. “ ζεστὸς δὲ ὁ ζέων τῷ πνεύματι, ὡς καὶ Παῦλος φησί. χλιαρὸς δὲ, ὁ ἐν ἀμφοῖν ἀβέβαιος καὶ ἐπαμφοτερίζων, ὃς [*](c οὐδὲν οὐ ἐν αὐτ’. B. d Haec om. Edd, e περὶ δὲ τοῦ ἡ ἀρχὴ B. ἴ’ αἰτία καὶ ἄκτιστος B. g ἔχοι B. h Sic B. Edd. τῶν λόγων. i τοῦ om. B. k κυρίου B. 1 ὡς ἡ ἀρχὴ B. m ὁ ἄρχων B. n οὗτος Β. ο δέδοται B. p εἴρηται γ. π. τ. om. Edd.)

232
μετουσίαν q μὲν ἔλαβε πνεύματος ἁγίου διὰ τοῦ βαπτίσματος, ἔσβεσε δὲ τὸ χάρισμα r τῶν ζωοποιούντων τὴν ψυχὴν, τῇ τῶν παρόντων φροντίδι καταρᾳθυμήσας s. t τούτων οὕτως ἐχόντων αἰσχύνην καταχεάμενοι οἱ μὴ τούτων οὕτως ἐκλήπτορες τῷ φωτὶ τοῦ πυρὸς καὶ τῇ φλογὶ ἢ ἐξέκαυσαν πορευόμενοι οἰμωζέτωσαν u. διὸ καὶ περὶ τοῦ θείου Πνεύματος x Παῦλος Φησὶ, “τὸ Πνεῦμα μὴ “ σβέννυτε ” ἐπεὶ οὖν σὺ τοιοῦτος z, καὶ ζέσας τῷ πνεύματι διὰ βαπτίσματος, ἀπεψύχθης διὰ ῥᾳθυμίας, τὰς εἰς ὕστερον τῆς· σωτηρίας ἐλπίδας σεαυτοῦ ἐξέκοψας, καταγνοὺς τῆς αἱρεθείσης σοι πίστεως. ἐν ἔργοις μὲν γὰρ b οὐκ ἀπογνωστέα ἡ μεσότης, ὡς c ὁ νόμιμος d γάμος, μέσος ὢν παρθενίας καὶ πορνείας οὐκ e ἀπόβλητος, ἐν δὲ τῇ πίστει, τὸ μέσον καὶ χλιαρὸν ἀδόκιμον καὶ ἀσύστατον. δι’ ὅπερ “ ὄφελον ψυχρὸς ᾖς, ” τουτέστιν f ἀμέτοχος καθάπαξ θείου g βαπτίσματος χάριτος καὶ ἀβάπτιστος καὶ μὴ χλιαρὸς· ὁ μὲν γὰρ μήπω δεξάμενος τὴν τοῦ πνεύματος διὰ βαπτίσματος χάριν, ἐν ἐλπίσιν ἐνστρέφεται τοῦ ποτὲ δέξασθαι τὰ σωτήρια ἑαυτῷ. ὁ δὲ χλιαρὸς, ὡς ἤδη παρεθέμεθα, μικρὸν πρὸς τῇ ζωῇ h καὶ τὸ ποτὲ βαπτισθῆναι καὶ ζέσαι i ἀφῄρηται.

Μέλλω σε ἐμέσαι.

Tῇ μεταφορᾷ τοῦ χλιαροῦ δεόντως ἐχρήσατο, ὃ καὶ ἰατρῶν παῖδες πλάδον ἐργαζόμενον k εἰς ἔμετον ἐρεθίζειν παραλαμβάνουσιν. ὅθεν καὶ τοῖς δυσεμετοῦσιν, ὕδατος χλιαροῦ ἀποροφήσει τὸν ἔμετον ἀνασοβοῦσι. τοῦτο καὶ νῦν m φησὶν, ὅτι μέλλω σε ὡς βδελυκτὸν βρῶμα ἐμέσαι, τουτέστι, διὰ λόγου στόματός μου ἀπόβλητον τῆς ἐμῆς οἰκειότητος καταστῆσαι n. καὶ τίς ἡ τούτου αἰτία ; ὅτι o ἐπὶ πλούτου ἀδηλίᾳ ἐλπίσας, καὶ p τὸν σπόρον τοῦ θείου λόγου ἀποπνίξας q ταῖς ἀκάνθαις, οἱονεὶ τοῖς πειρασμοῖς r τοῦ προσκαίρου τούτου πλούτου καὶ s βίου, τὴν πνευματικὴν t [*](q μετουσίας Edd. r τὸ χαρ. τῇ τῶν πη. φροντίδι τῶν ζωοπ. B. s καταρυθμίσας Edd. t Quse seq. non hab. Edd. u οἰμοζέτωσαν Cod. B. x τὸ θεῖον Πνεῦμα Παῦλος φ. B. y σβέννυται B. z τοῦτο καὶ ζέσας B. a τῆς om. B. b ἔργα μὲν γὰρ B. c ὡς φέρε B. d ἔννομος B. e διὸ οὐκ B. f τουτέστιν om. B. g θείας B. h ζέσει Edd. i ζέσαι Om. Edd. k πλ. ἐργαζ. om. Edd. 1 ἀποφορήσει Edd. m καίτοι B. n καταστήσω B. o ὡς B. o καὶ om. B. q ἀπέπνιξας. r περισπασμοῖς B. s καὶ Om. B. t πνεῦμα Cod. B. πατρικὴν Edd.)

233
ἑαυτοῦ καὶ διαιωνίζουσαν ἠγνόησας d πτωχεῖαν e καὶ ἐλεεινότητα καὶ ταλαιπωρίαν καὶ γύμνωσιν καὶ τυφλότητα.

Ὅτι πλούσιός εἰμι, καὶ πεπλούτηκα.

Πλοῦτόν φησι τὸν γήινον πλοῦτον f. ἀγνοεῖς ὅτι σὺ εἶ ὁ ταλαιπωρῶν ἐν τοῖς ἀπολλυμένοις. διὸ καὶ ἐλέους ἄξιος εἶ, ὧς ἐξ ὕψους τῶν ἀρετῶν ἐκπεσὼν, σκοτοδινίᾳ περὶ τὴν ἐκλογὴν τῶν κρειττόνων ἁλοὺς, καὶ γυμνωθεὶς τῆς τέως περιστελλούσης σε g θείας δόξης.

Συμβουλεύσω σοι ἀγοράσαι χρυσίον παρ’ ἐμοῦ πεπυρωμένον ἐκ πυρὸς, ἵνα πλουτίσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω. ζήλευε οὖν καὶ μετανόησον. ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετ᾿ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ. ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Εἰ πλουτῆσαι h φησὶ βούλει, τὸν ὄντως i πλοῦτον κτῆσαι πη ἐμοῦ τοῦ k πλουτίζειν εἰδότος τὰ μένοντα. κτήσῃ δὲ διαπύρῳ προθέσει τὰ λόγια Κυρίου τὰ ἁγνὰ, τὰ πεπυρωμένα ἑπταπλασίως l τίνα δὲ ταῦτα ; ὁ διδασκαλικὸς καὶ θεῖος λόγος, ὃς οὐ μάτην οὐδὲ διακένως πρόεισιν εἰς τοὺς διδασκομένους, ἀλλ’ ἐκ τοῦ πρότερον διαπύρῳ σπουδῇ τὸν διδάσκοντα εὐπορῆσαι· ἐπιδεικνυμένην γὰρ πίστιν ἀπαγγελεῖ δίκαιος. καὶ ὁ ἀγαθὸς ἔμπορος “ἐκ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας m ἐκφέρει παλαιὰ καὶ νέα, ἐκ μὲν τῶν παλαιῶν ἀνδρῶν τῶν κατορθωμάτων κομίζων τὰ μείζονα n [*](d ἀγνοήσας B. e Quae seq. usque ad τυφλοτ. om. Edd. f πλουτῶν τὸν γηϊνόν Β. g σε om. Edd. h πλοῦ. βούλει φ. B. i τῷ ὄντι B. k τοῦ om. B. 1 καὶ ἑπτ’. B. m τῆς καρδ. Om. B. n μείζονα om. B.)

234
ὑποδείγματα, ἐκ δὲ τῶν νέων καὶ τῶν o αὐτῷ πεπονημένων διαπύρῳ ζέσει, τὰ κατορθώματα. ἀλλ’ ἐπειδὴ τὰ p τοιαῦτα πλουτεῖν οὐκ ἄνευ τῆς ἄνωθέν τινι περιγίνεται ῥοπῆς, διὰ τοῦτό, φησιν, ὁ χρηματίζων, “ παρ’ ἐμοῦ.ö ὁ πλοῦτος δὲ, ἱματίων περιβολῇ q περιστέλλειν ἔχουσα τὴν ἀσχήμονα τῶν ἀρετῶν γύμνωσιν, καὶ οὐχ ἁπλῶς περιστέλλουσα, ἀλλὰ μετὰ δόξης πομπικῆς, τὸν r ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῶν ἀντιπάλων δαιμόνων θρίαμβον ἐξανύουσα.

Καὶ κολλύριον.

Πρὸς τὸν s ἀμβλυώττοντα περὶ τὸ τοῦ Κυρίου νοητὸν φῶς τοὺς καταλλήλους ὀφθαλμοὺς περιχρίσαι τὸ πρόσταγμα. t ὡς καὶ Ιερεμίας ὁ προφήτης φησὶ, “ ἰδοῦ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου “ οὐδὲ ἡ καρδία σου καλή. ” διὰ τοῦτο τὴν σμηκτικὴν u δύναμιν τῆς τοιαύτης τυφλώσεως. ἔστι δὲ τοῦτο x ἡ διὰ μετανοίας πρόοδος συμβουλευομένη. y ὥσπερ καὶ τῇ ἀκάρπῳ συκῇ ἡ τῶν κοπρίων περίθεσις τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας διαγωγῆς ταπείνωσιν ὑπαινίττεται. ἣ τὸ κολλύριον τὴν ἀκτημοσύνην παρίστησιν. εἰ γὰρ τὰ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, τούτους πάντως ἀνοίξει τὸ ἀδωροδόκητον.

Καὶ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω.

Bαβαὶ τῆς φιλανθρωπίας· ὅσῃ ἀγαθότητι καταχρᾶται πρὸς τοὺς ἁμαρτάνοντας· καὶ τοιαῦτα οἷα ὁ λόγος ὑπέγραψεν · καὶ a εἰκότως. ὁ γὰρ ἀγαπῶν, ἐπιμελῶς παιδεύει, ὃ καὶ τῆς ὑπερβαλλούσης b χρηστότητος τοῦ Κυρίου περὶ τοὺς ἐπειθεῖς c τεκμήριον d. πλούτου δὲ ταύτης ἐνέχυρον ἡ ἀγάπη τοῦ μετιόντος e τοὺς τιμωρίας ἀξίους. καὶ f τίς ἡ παιδεία ; ζηλοῦν τὰ κρείττονα τῶν ἐπιτηδευμάτων, καὶ μετανοίᾳ καὶ μεταγνώσει g τῶν ἔμπροσθεν οἱονεὶ μεταθέσει h ἁμαρτημάτων τὸν ζῆλον ἤτοι τὴν μίμησιν ἐπαναλαμβάνεσθαι τοὺς πρὸς παιδείαν ἐξ ἀμαθίας ἀποκλίναντας. καὶ τίς ἡ ἐκ φιλανθρωπίας ἀντίδοσις ; ἡ ἐπὶ τὴν θύραν ἀπραγμάἐκ [*](ο τῶν B. p τὰ om. B. q περιβολὴ Edd. r τῶν Edd. s τὰ Edd. t Quæ seq. om. Edd. usq. ad τυφλῶς. u Cod. B. x τοῦτο om. B. y His carent Edd. usque ad ὑπαιν. z æc om. Edd. a καὶ om. B. b τοῦ ὑπερβάλλοντος B. c περὶ τ. ἀπ’. τοῦ κυρ. B. d τεκμήριον om. B. e ἀγάπῃ μετιόντος B. ἴ’ καὶ om. B. g καὶ μεταγν. om. B. h μετυγνώμῃ καὶ μεταθ. B.)

235
τευτος i προσεδρεία. θύραν δὲ ἐφεξῆς τὴν καρδίαν k λέγει, τῶν πρὸς μετάνοιαν προσκαλουμένων. οἷς ἀνοίξασι τῷ σωτηρίως 1 αὐτὴν κρούοντι, καὶ τὰ ἑπόμενα, τοῦ πρᾴου καὶ ἀγαθοῦ δαιτυμόνος εἰσόδῳ, ἐπιδαψιλευθήσεται.

Ἴδου ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω.

Ἀβίαστος, φησὶν, ἡ ἐμὴ παρουσία. τὴν θύραν τῆς καρδίας κρούω, καὶ τοῖς ἀνοίγουσιν ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ συνευφραίνομαι. τρυφὴν γὰρ καὶ δεῖπνον, τὴν σωτηρίαν τῶν ἀνθρώπων ἥγημαι ἐφ’ οἷς αὐτοὶ τρέφονται, καὶ τὸν λιμὸν m τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ τὸν σκότον τῆς πλάνης ἀποφεύγουσιν. Ὁ ἀγαθὸς καὶ πρᾷός κρούσας τὴν θυρᾶν καὶ μὴ τυχὼν ἀνοίξεως ἄπεισιν ἀψοφητί. τοῦτο καὶ ἐν τοῖς ᾄσμασι· “ τῇ νύμφῃ ἄνοιξόν “ μοι, ἀδελφή μου νύμφη.” καὶ εἰ μὲν ἀνοίξει τις αὐτῷ, εἰσέρχεται, εἰ δὲ μὴ παρέρχεται· οὐχ οὕτω δὲ καὶ ὁ διάβολος· ἀλλὰ τῷ μὴ ἀνοίγοντι, ἐν πελέκει καὶ λαξευτηρίῳ χρῆται καταράσσειν τὴν θύραν αὐτοῦ.

Καὶ δειπνήσω μετ’ αὐτοῦ.

Τὸ δεῖπνον τινὲς τὴν τῶν ἁγίων μυστηρίων μετάληψιν παρέθεντο. δεῖπνον τὴν σωτηρίαν φάσκει τοῦ ἑτοίμως ἀκούσαντος, τοῦ κόψαντος τὴν τῆς καρδίας θύραν· οὗ τῇ ἐπεισόδῳ καὶ δεῖπνον συστήσεται, κοινωνὸν λαβόντος τοῦ εἰσιόντος τὸν ἠνοιγότα τὴν θύραν· ἡ σωτηρία γὰρ τοῦ σωζομένου βρῶμα ἐστὶ τοῦ ἐπὶ σωτηρίᾳ ἡμῶν ἐνηνθρωπηκότος. διὸ καὶ εἴρηκεν, ἐμὸν βρῶμα καὶ πόμα ἐστὶν ἡ τοῦ πατρικοῦ θελήματος ἐκπλήρωσις· ὃς Πατὴρ πάντας ἀνθρώπους σωθῆναι θέλει, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διάλληλος δὲ ἡ ἐπὶ τῷ δείπνῳ εὐφροσύνη. οὐ γὰρ τοσοῦτον ἡ σωτηρία τὸν σωζόμενον εὐφραίνει, ὅσον ὁ διὰ ἄφατον φιλανθρωπίαν σώζων· ὃς καὶ συντη*ικὸν o ἑαυτοῦ τοῦ τἶναι τὴν σωτηρίαν ἡμῶν ἀπεφήνατο, βρῶμα ἑαυτοῦ τὴν ἐκπλήρωσιν τοῦ πατρικοῦ ἐμπεδώσας θελήματος. τι δὲ τοῦτο εἴρηται ἡμῖν ; ὡς [*](i ἀπραγμ. ἐπὶ τὴν θυρ. B. k θυρ. τὴν καρδίαν λέγων B. 1 τῷ σωτηρίῳ καὶ αὐτοῖς κρ. B. m τὸν λιμ. ἤγουν τὴν ἔνδειαν τοῦ ἅκ. B. n Omnibus æ seq. usque ad fiuem cap. except. ult. Sch. carent Edd. dedi e Cod. B. o συντηκτικὸν vid. esse.)

236
γὰρ ἡ τροφὴ συνίστησιν ἡμῶν τὴν ζωὴν, οὕτως ἀπόλλυσιν ὁ λιμὸς, ὃς καὶ ἐν ἀπειλῆς μοίρᾳ τῷ προφήτῃ κατήγγελται, ἐπάξειν λέγοντος τὸν Κύριον λιμὸν ἐπὶ τὴν γῆν, οὐκ ἀρτοὺ καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ὃς τῷ ὄντι λιμὸς, τὸν κατὰ Θεὸν ἐκτήκων ἡμῶν ἄνθρωπον.

Ὁ νικῶν, δώσω αὐτῶ.

Εἴρηται ἤδη ὅτι ἡ Ἑλληνικὴ παιδεία, τὴν τοιαύτην σύνταξιν τοῦ λόγου καὶ τὸν τοιοῦτον o εἱρμὸν τῆς φράσεως σολοικισμὸν καλεῖ, οὗ ἐπ’ ἔλαττον τῇ Ἐκκλησίᾳ φροντὶς, p τοῦ ἀπὸ τῶν νοημάτων σωτηριώδους ἀντεχομένη μόνου. τοῦ ὀχοῦντος δὲ τὸν νοῦν τῶν σωτηρίων κατὰ τοσοῦτον, καθ’ ὅσον καὶ σοφὸς ἔμπορος τὸν τιμαλφῆ πλοῦτον διειλκωμένου ὑποζυγίου ἀπολαμβάνων. ἀλλὰ πῶς τὸ ἄπταιστον τῆς συμφράσεως ; τῷ νικῶντι δώσω αὐτῷ· αἱ παροχαὶ γὰρ δοτικῇ πτώσει δηλοῦνται. διὰ τοῦ θρόνου δὲ τὴν ἐν τῇ βασιλείᾳ τοῦ μέλλοντος αἰῶνος ἀνάπαυσιν δηλοῖ. φησὶν οὖν ὅτι οἱ τὸν ἐχθρὸν νικήσαντες ὥσπερ καὶ ἐγὼ, διὸ καὶ ἔφην ὅτι ἐγὼ “ νενίκηκα τὸν κόσμον, σὺν ἐμοὶ βασιλεύσουσιν, ὃ καὶ ἐπηγγειλάμην, “ καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς “ δώδεκα φυλὰς τοῦ Ἰσραὴλ,” τουτέστι κατακρίνοντες, οἱονεὶ εἰς κατάκρισιν αὐτῶν, ὡς ἐξὸν καὶ αὐτοὺς τῶν ἴσων ἀξιωθῆναι τῶν ὁμοφύλων γερῶν, οὐκ ἔτυχον δι’ ἀπιστίαν. τῆς δὲ τοῦ μέλλοντος δόξης αἰῶνος, τῆς τοῦ συμβασιλεύσειν λέγω Χριστῷ, καὶ Παῦλος ὁ θεῖος μνημονεύει, δι’ ὧν φησὶν, “ εἴπερ συμπάσχομεν, ἵνα καὶ “ συνδοξασθῶμεν· τὸ δὲ, “ ὡς κἀγὼ νενίκηκα τὸν κόσμον” ἀνθρωπίνως εἴρηται διὰ τὴν πρόσληψιν, ὥσπερ καὶ τὸ λαβεῖν· οὐ γὰρ ἆθλον τῆς ἀρετῆς ἡ δόσις τῆς βασιλείας τοῦ θρόνου τῷ ἀιδίως ὡς Θεῷ συνυπαρχούσης, ἀλλ’ ἀνθρωπίνως εἴρηται· ἢ μᾶλλον εἰς παράστασιν τοῦ μετὰ τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου τῇ ἀνθρωπίνῃ φύσει τῇ διαλλήλῳ τῶν ἡνωμένων οἰκειώσει. Νεστόριος αἰσχύνοιτο, καὶ πᾶς ἄλλος ὁ τῶν ὁμοίων χόρος.

[*](ο ἡ σύνταξις τοῦ λόγου τὸν τοιοῦτ’. B. p His carent Edd.)
237