Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ὁραθείσης αὐτῷ θύρας ἐν τῷ οὐρανῷ, καὶ τοῦ θρόνου, καὶ τῶν κδ΄ πρεσβυτέρων, καὶ τῶν ἑξῆς δειχθέντων.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἢν ἤκουσα, ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγουσα, ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι.

Οὐκ ἐπειδὴ αἰσθητὴν θύραν 1 ἑώρακεν ἐν οὐρανῷ ἀνεῳγμένην κατὰ καιρὸν καὶ κλειομένην ταῦτα διέξεισιν. ἀλλ’ οὕτως ὤφθη τῷ Εὐαγγελιστῇ, ὡς ἄν διὰ θύρας r ἀνεῳγμένης s τὰ ἔνδον ἐπάναγκες καθορᾶσθαι. καὶ φωνήν φησιν, ἤκουσα, ἥτις ὡς σάλπιγξ ἠχήσασα, ἀνάβα, φησὶν, ὧδε· οὐ τόπω τοῦτο t φάσκουσα τὸ ἀνελθεῖν, θεῖν, ἀλλὰ διάνοιαν u μετεωρίσαι x ἀπὸ τῶν περιπεζίων καὶ ἀνθρωπίνων. ἀλλ’ y οἱ μάλιστα τὸ ἡγεμονικὸν τυπούμενοι διὰ καθαρότητα τῶν ἀπὸ τοῦ ἐνύλου βίου κηλίδων, τῶν ἀξιοθέων τούτων καὶ τῶν τοιούτων τυγχάνουσι θεαμάτων.

Καὶ ἡ φωνὴ ἡ πρώτη ἢν ἤκουσα.

Καὶ τοῦτο παρὰ τὴν τοῦ λόγου σύνταξιν, καὶ διατί, εἴρηται ἤδη. ἐχρῆν γὰρ οὕτω λέγειν z. καὶ ἡ φωνὴ τοῦ a λαλοῦντος μετ’ ἐμοῦ, ἀνάβα b ὧδε, ἔλεγεν. οὕτω c γὰρ προήχθη ἁρμοζόντως.

Καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ. καὶ ἐπὶ τὸν θρόνον καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου, ὁμοίως ὁράσει σμαραγδίνῳ· καὶ κυκλόθεν τοῦ θρόνου, θρόνοι εἰκοσιτέσσαρες. καὶ ἐπὶ τοὺς θρόνους τοὺς εἰκοσιτέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις [*](q αἰσθητὴ θύρα ἐν οὐρ. ἀνοιγομένη. κατὰ κ. καὶ ἀνοιγομένη τ. διέξεισιν B. ἔξεισιν Edd. f ὡς δ. θύρας B. s ἠνεῳγμένης B. t τούτῳ Edd. u τὸ τὴν δίαν. B. x μετεωρῆσαι B. y ἀλλὰ τῶν ἀξιοθέων καὶ ὧν οἱ τὸν ἡγεμονικὸν τυπούμενοιδιὰ καθαρότητα τῶν ἀπὸ τοῦ ἐνύλου βίου κηλίδων τοιούτων τυγχάνουσι θεαμάτων B. z οὕτω λέγ’. om. B. a ἡ τοῦ λαλ. B. b ἔλεγεν ἀνάβα ᾧδε B. c οὕτως προῆχθαι B.)

238
λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ, καὶ φωναὶ, καὶ βροντᾶι· καὶ ἑπτὰ λαμπάδες πυρὸς καλόμεναι ἐνώπιον τοῦ θρόνου αὐτοῦ, αἵ εἰσιν ἑπτὰ πνεύματα τοῦ Θεοῦ.

d Διὰ τοῦ εἰπεῖν ἐν Πνεύματι, ἐσήμανεν ὡς οὐδὲν αἰσθητὸν χρὴ νοεῖν ἐνταῦθα συντελούμενον.

τῷ Πνεύματι, φησὶ, τυπωθεὶς, θρόνον ἐθεασάμην, δι’ οὗ δηλοῦται ἡ ἐν τοῖς ἁγίοις ἀνάπαυσις τοῦ Θεοῦ. αὐτοῖς γὰρ ἐνθρονίζεται ὡς χωρητικοῖς οὖσι τῶν θείων ἐμφάσεων.

e Ἄλλωσ. “Θρόνον” τεθέαται, οὗ τὸ εἶδος οὐ διέξεισιν, ὅτι μηδὲ Ηασΐας μηδὲ Ἰεζεκιήλ. οὐδὲ γὰρ θνητῇ φύσει ἔνεστιν εἰπεῖν τοῦ κράτους Θεοῦ τὸ ὑπερβάλλον, μηδὲ εἰκόνα παραστῆσαι τῆς ἐξουσίας αὐτοῦ ἐξ ἀνθρωπίνης δυναστείας, ὅπερ ὁ θρόνος ἐμφανίζειν βούλεται. ἐπισημαντέον ὡς ἡ τῶν λίθων ἐνταῦθα παράληψις, οὐ τὸ τίμιον παριστῶσα παρείληπται τῶν ἃ βούλεται παριστᾷν. εἰ τοῦτο γὰρ σμαράγδῳ μὲν τῶν νοερῶν πνευμάτων ἀπεικασθέντων λίθῳ τιμίῳ, ἴασπις δὲ τῷ τούτων ἐπόχου ἧττον τιμίου, ὅπερ ἀσεβὲς καὶ ἐν νῷ, οὐ τοῦ τιμίου αὐτὸν χάριν, ἀλλὰ τῶν ἐκ τῆς χρόας σημαινομένων ἡ παράληψις χάριν.

Ομοίος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ.

Επειδὴ τὸν Πατέρα τὸν ὁραθέντα ἐνταῦθα παρίστησι, σωματικὸν αὐτῷ χαρακτῆρα οὐ περιτίθησιν, ὥσπερ τῷ Υἱῷ ἐν τῇ προτέρᾳ αὐτοῦ ὀπτασίᾳ, ἀλλὰ τιμίοις αὐτὸν λίθοις ἀπεικάζει· τῆς μὲν ἰάσπιδος ὡς χλοερᾶς σημαινούσης τὸ ἀειθαλὲς ὁμοῦ καὶ φερέσβιον, καθὸ εἴρηται f, “ ἐξανατέλλων χόρτον κτήνεσι g καὶ “ χλοὴν τῇ δουλείᾳ τῶν ἀνθρώπων. πᾶν γὰρ σπέρμα χλοηφορεῖ πρὸς τροφὴν τοῖς ζῶσιν h ὑπὸ Θεοῦ τεταγμένον. ἰάσπις δὲ καλεῖται ὅτι ὁμοία καὶ ἰῷ i ἀσπίδος ἐοικυῖα. σαρδίῳ δὲ, διὰ τὸ φοβερὸν τοῦ Θεοῦ. πυροειδὲς γὰρ τὸ σάρδιον. k διὸ καὶ Μωϋσῆς φησι, “ πῦρ γὰρ ὁ Θεὸς καὶ πῦρ καταναλίσκον.” ἐπειδὴ γὰρ [*](d Hoc Sch. non hab. Edd. e Haec non insunt Edd. f καὶ εἴρηται B. g ἐξαν. χορτ. τ. κτην. om. Edd. h ζώοις B. i ὡς ἰῶ ἀσπ. ἔοικ’. B. k Quæ seqq. usque ad ἐπειδὴ γὰρ omm.)

239
ἀσύμφορος τοῖς φιλαμαρτήμοσι καὶ καταφρονηταῖς, διὰ τοῦτο τὸ φοβερὸν τοῦ Θεοῦ· ἡ γὰρ χρηστότης οὐκ ἐπὶ μετάνοιαν ἀλλὰ πρὸς ἄδειαν πλημμελιῶν ἄγει. ἐπειδὴ γὰρ 1 τὸ κατ’ ἄκρας χρῆσθαι τῇ δικαιοκρισίᾳ Θεὸν οὐ φορητὸν, διὸ καὶ Δαβίδ φησι, “ ἐὰν “ ἀνομίας παρατηρήσῃς, τίς ὑποστήσεται ; εἰκότως τοῦ ἀνεξικάκου καὶ ἀγαθοῦ τὸ σάρδιον δεῖγμα παρέχει, ὡς τοῦ φοβεροῦ διὰ m τοῦ πυροειδοῦς n εἰ μή που καὶ τῆς πατρικῆς φῶμεν προμηθείας ἐκ τῆς ἄγαν πρὸς τοὺς υἱοὺς φιλίας ἐμφανιζόμενον. ὡς οὖν τὸ πυρῶδες τοῦ φοβεροῦ, διὸ καὶ πρῶτον ἡ ἀπὸ τοῦ χρώματος ἡμῖν παρελήφθη δήλωσις, οὕτως ἀπὸ τῆς δυνάμεως τῆς αὐτῆς λίθου, ἑτέρα χρηστότητος τούτου ἐμφανίζεται οἰκονομία· φασὶ γὰρ ἴασπιδα λίθον o, οὐ μόνον p φοβερὸν εἶναι θηρίοις φάσμασιν, ἀλλὰ καὶ θεραπευτικὴν τῶν ἐπιφυομένων τῷ σώματι ἡμῶν ἀλγεινῶν ἔχειν δύναμιν r. λέγει γὰρ ὁ μέγας Ἐπιφάνιος ἰατρεύειν αὐτὴν οἰδήματά τε καὶ ἀπὸ σιδήρου πληγὰς ἐπιχριομένην. ἐπισημαντέον s δὲ ὡς ἡ τῶν λίθων ἐνταῦθα παράληψις, οὐ τοῦ τιμίου χάριν, ἀλλὰ τὸ ἐκ τῆς χρόας σημαινόμενον ἔσχεν.

t Ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι.

Διατὶ οὐκ ἐν σχήματι ὁ Πατὴρ δείκνυται ὥσπερ ὁ Υἱὸς, εἴρηται· ὁράσει δὲ λίθων παραβάλλεται· πρωτῇ τῇ ἰάσπιδι, διὰ τὸ τοῦ χρώματος χλοερὸν, αἰνιττομένου τὸ εὐεργετικὸν τοῦ θείου καὶ πάντροφον καὶ φιλάνθρωπον· τὸ σάρδιον δὲ μετ’ αὐτὸ τὸ φοβερὸν αἰνιττομένου διὰ τοῦ πυρώδους. εἰ γὰρ καὶ φύσει φιλάνθρωπον ὁ Θεὸς καὶ ἀγαθὸν, ἀλλ’ ὅμως τὸ ἡμέτερον σκαιὸν καὶ διάστροφον εἰκάζεται αὐτὸ, εἰ θέμις τοῦτο εἰπεῖν, ἀφιέναι μὲν τὸ ἥμερον, ἐπὶ δὲ τὴν αὐστηρίαν χωρεῖν. ἐπεὶ γὰρ “ τὰ φρικτὰ, οὐ πτοεῖ κατὰ τὸν εἰπόντα ἅγιον, “ τὰ φαιδρὰ οὐ προτρέπεται. τί ἔτι λοιπὸν ἣ τῇ αὐστηρίᾳ κεχρῆσθαι ; εἰ μή πω καὶ τοῦτο τιμωρητικοῦ φῶμεν ἔργον, ἀλλὰ πατρικῆς γνώμης τοῦ πάντας ἡμᾶς σωθῆναι θέλοντος, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ἐπιγνῶναι δὲ διὰ [*](l καὶ ἐπειδὴ τὸ B. m καὶ Edd. n His usque ad οἰκονομία carent Edd. ο ὡς φασὶ λίθον Edd. p ὃν οὐ μόνον Edd. q φασὶν εἶναι Edd. r ἔχειν δύναμιν om. B. s Hæc alibi inserit Cod. t His carent Edd.)

240
παιδείας. τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατὴρ, εἰ γὰρ μὴ παιδεύει, εἰς νόθους δηλονότι ἀποπεμπόμενος υἱούς.

Καὶ ἶρις κυκλόθεν τοῦ θρόνου.

Ἡ μὲν αἰσθητὴ ἶρις, ἣν ἡ θεία γραφὴ τόξον καλεῖ Θεοῦ u, ἡνίκα φάσκει, “ τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, ” ἐκ τῆς ἀντανακλάσεως τοῦ ἡλιακοῦ φωτὸς x συνίσταται, ὅταν ἐν παχύτητι νέφους ὑδατώδους ἀποληφθέντος, ἀντιφράσσηται μὲν αὐτὸ τὸ φῶς τὴν ἑαυτοῦ ἐκπομπὴν διὰ τοῦ νέφους, ποικίλην δὲ καὶ παντοειδῆ φαντασίαν χροιῶν ὑποβάλλεται. κἀκείνη μὲν τοιαύτη ἡ ἶρις. ἡ δέ γε τὸν θρόνον περικυκλοῦσα, μονοειδὴς σμαραγδίζουσα. ἶριν δὲ κέκληκεν αὐτὴν, ἀπὸ τῆς παρ’ ἡμῖν ἴριδος ποικιλοχρωμάτου y, ὡς ἃν τὸ διάφορον τῶν θείων Ἀγγέλων τῆς ἀγαθοεργοὺς ἐννοήσωμεν λειτουργίας, ὧν τὸ διάφορον εἰς μίαν ἐνεργητικὴν z ἀποτελευτᾷ χρείαν, κατὰ μίμησιν τοῦ οἰκείου a δεσπότου. ἐπεὶ καὶ τούτου τὸ πάντροφον καὶ εὐεργετικὸν, ἡ χλοάζουσα τῆς ἰάσπιδος λίθου χροιὰ παραδηλοῦν ἐβούλετο, τῷ πρασίῳ εἴδει τῆς σμαράγδου λίθου ὁμοιουμένης b.

Θρόνοι εἰκοσιτέσσαρες.

Θρόνον, οὐκ ἄλλο τι ἐνταῦθα χρὴ νοεῖν, εἰ μὴ τὸ πρὸς τὰ θεῖα προστάγματα φιλότιμον πρὸς ἐργασίαν. μόνως γὰρ ἃν οὕτως παρασκευασθεῖσα ψυχὴ, ὄχημα θεῖον ἐνάμιλλόν c ἐστι τῶν χερουβίμ. d ἔποχον ὡς ἐκεῖνα τὸν δι’ αὐτῶν ὡς Δαβίδ φησι, φερόμενον ἔχουσα ἔφορον παντὸς τοῦδε τὸν ποιητήν.

Πρεσβυτέρους καθημένους.

Περὶ τοῦ ἀριθμοῦ δὲ τῶν εἰκοσιτεσσάρων πρεσβυτέρων e κατὰ τίνα λόγον οὗτος παρείληπται· δοκεῖ δή μοι εἰ καὶ ἀναξίως, πλὴν τὸ τοῦ μακαρίου Παύλου ἐρεῖν, ὡσπερεὶ τῷ ἐκτρώματι τὸ ἐπελθὸν φθέγξασθαι, εἰς παράστασιν τοῦ ὅτι ἡ ὑπεράρχιος, ᾧδ᾿ ἃν θεωροῖτο. ἡ ὑπεράρχιος καὶ ἡ ὑπέρθεος παναγία τριὰς, τὸν ἑβδοματικὸν ἀριθμὸν, ὃν καὶ σύστοιχον τῷ ὁρατῷ αὐτῆς συστήματι [*](u Θεοῦ om. Edd. x ἡλίου Edd. Y τῆς ποίκιλ’. B. z εὐεργετικήν B. a οἰκείου om. Edd. b ὁμοιουμένη Edd. c ἅμιλλόν Edd. d Haec om. Edd. e His carent Edd. qui sic eonst. πρεσβῦτ’. ᾧδ᾿ ἂν θεωροῖτο ἡ ὑπεράρχιος, κ. τ. λ.)

241
τούτῳ ἴ’ ἔθετο, καταρχὰς κατὰ τὸ ἀνεξερεύνητον 8 τῆς ἑαυτῆς σοφίας βάθος ἰσαρίθμως ἑαυτῇ τὸν ἑβδοματικὸν h ἀνελίξασα ἀριθμὸν i, τὸν εἰκοσιτέσσαρα ἀριθμὸν ὑπέφηνε. τριάκις γὰρ ἑπτὰ, εἴκοσι καὶ ἓν ἀποσωρεύει τοῦ ἀπολειπομένου ποσοῦ τοῦ εἴκοσι καὶ τέσσαρα ἀριθμοῦ, ὅς ἐστιν ὁ τρία, τῇ παντουργῷ θείᾳ Τριάδι ἀνατεθέντος k. διὸ καὶ ὁ ἕβδομος ἀριθμὸς τριαδικῶς ἀνελιχθεὶς, μετὰ τοῦ ἀνελιχθῆναι παρεσχηκότος 1 τὸν εἰκοσιτέσσαρα ἀπετέλεσε. τῶ ἑβδόμῳ δὲ, οὐ καὶ παντὸς διὰ παντὸς τοῦ αἰσθητοῦ κόσμου τούτου χωρεῖ ; καὶ κατά τινα ἑαυτοῦ δύναμιν θνητῇ φύσει ἀδύνατον εἰς τόδε εἰδέναι ; n ὅτι δὲ ὁ ἑπτὰ ἀριθμὸς διὰ παντὸς ἐνορᾶται τοῦ αἰσθητοῦ κόσμου χωρῶν, Φίλων ὁ ἐξ Ἰουδαίων θεωρητικώτατος καὶ πολυμαθέστατος ἀνὴρ ἱκανὸς παραστῆσαι· ὃς πολύς ἐστιν ἐν τῷ λόγῳ τῷ περὶ τῆς κατὰ Μωϋσέα φιλοσοφίας, ἐπιστημονικαῖς ἐφόδοις τὸν ἀριθμὸν τοῦτον κρατύνων, καὶ διὰ πάσης διήκειν ἀποδεικνὺς τῆς αἰσθητῆς κτίσεως, ὅσα κινήσει τῆς οὐρανίου ἐνθεωρεῖται φορᾶς, ὅσα τοῖς κινουμένοις ἐμπρέπειν ἁρμόδιον. καὶ τούτου οἶμαι παράδειγμα καὶ τοὺς κδ΄ νῦν πρεσβυτέρους, τοὺς ἐπόχους τῶν θρόνων τοῦ ἀπ’ αἰῶνος πρεσβείου σύμβολον φέροντας, ἡ ἀποκάλυψις προυβάλετο τῷ πάντων γενάρχῃ Θεῷ, διὰ τῆς προσκυνήσεως τὴν δουλικὴν πρὸς αὐτὸν σχέσιν σημαίνοντας. ἰσάριθμοι δὲ τοῖς θρόνοις οἱ καθήμενοι, καὶ πρεσβύτεροι, οὐ νεώτεροι, ἐπεὶ καὶ ἡ ἐπαγγελία τῆς κληρονομίας τῆς βασιλείας ο πρεσβυτάτη, ὡς πρὸ καταβολῆς κόσμου. p διό φησιν ὁ κριτὴς ζώντων καὶ νεκρῶν. “ δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν πρὸ καταβολῆς κόσμου ἡτοιμασμένην ὑμῖν βασιλείαν.” προητοιμασμένης ἡμῖν βασιλείας. πάντως δὲ τοῖς πρὸ καταβολῆς κόσμου τὸ ἔπαθλον ἔχουσιν ἑτοιμασθὲν, οὐχ ὡς νεωτέροις, ἀλλ’ ὡς ἐγγηράσασι q τοῖς θείοις προστάγμασι δίδοται ἡ αἰώνιος r βασιλεία. s διὸ καὶ ἰδικὴ αὐτῶν ἡ περιβολὴ ὡς πλειστάκις καὶ ἀνενδότως τοῖς τῆς ἀρετῆς καθαρτηρίοις λελευτούτῳ [*](f συστ. B. g ἀνεξεύρητον B. h τὸν ἑβδοματικὸν om. Edd. i ἀριθμὸν om. Edd. k ἀνατεθείς Edd. 1 παρεσχ. om. Edd. m ὅτι B. n Haec om. Edd. o τῆς βᾶσ’. om. Edd. p His carent Edd. q γηράσασιν B. r προαιώνιος B. s Desunt hæc Edd.)
242
κασμένη· ὅπως δὲ κδ΄ καὶ οὗτοι καὶ τοῖς θρόνοις ἰσάριθμοι ἡ περὶ τοῦ ἀριθμοῦ τῶν θρόνων φθάσασα θεωρία ἐδήλωσεν· ἥτις τὸν ἑπτὰ ἀριθμὸν ὡς σύστοιχον τῷ ὁρατῷ τούτῳ κόσμῳ τριπλασιασθέντα ἐπισωρευθῆναι τὸν κδ΄ ἀπέφηνεν· ἐξ οὗ καὶ πάντας τοὺς ἐν τῷ ἑβδοματικῷ κόσμῳ κατορθωκότας ταῖς λαμπροτάταις ἀμφιέννυσιν ἀρεταῖς, καὶ νικητηρίοις τοῖς κατὰ τῶν παθὼν καὶ τῶν ἀοράτων ἐχθρῶν τοῖς παγκρατιασταῖς συμβόλοις συμβόλοις κατακοσμεῖ. χρυσοῦς δέ φησι τοὺς στεφάνους. οὐδὲ γὰρ εἶχί τι χρυσοῦ τιμαλφέστερον τοῖς ἐν τῷ παρόντι βίῳ ἐνστρεφομένοις ὑποτίθεσθαι t πρὸς ἐναργῆ γνῶσιν.

u Περιβεβλημένους ἐν ἱματίοις λευκοῖς.

Ἱστέον ὡς τοῦ ἱστορικοῦ ἔθους τὰ γεγονότα ἐξαγγέλλειν ἔχοντος πράγματα σκοπὸν, ἀλλ’ οὐχὶ τὰ μέλλοντα καὶ ἐνεστῶτα· τίς γὰρ ἡ χρεία τὰ ἐνεργούμενα καὶ παρόντα διδάσκειν ; ὃ ὁ προκείμενος Εὐαγγελίστης μέχρι τοῦ νῦν φυλάξας, ἀπὸ τοῦδε ἤμειψε τὴν τάξιν. οὐ τὰ γεγενημένα ἀλλὰ τὰ ἐνεστῶτα ἱστορῶν· ἔστιν οὖν περὶ τούτου εἰπεῖν, ὡς βουλόμενος τὸ φρικτὸν καὶ ἔμφοβον καὶ ἀδιάπαυστον αὐτῶν παραστῆσαι, τοῦτο ἐποίησε· τὸ γὰρ τὰ παρελθόντα διηγεῖσθαι οὐ τοσοῦτον φέρει τοῖς ἀκούουσι τὸ φοβερὸν, ὅσον τὸ ἐνεργές τε καὶ ἐνεστώς.

x Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί.

Ἐντεῦθεν τὸ φοβερὸν καὶ καταπληκτικὸν τοῦ θείου αἰνίττεται. τὸ γὰρ θεῖον κάλλος οὐκ ἐν διαχύσει τινὶ καὶ ἡδονῇ τέρψεως τὴν εὐφροσύνην ἔχει. ἀλλ’ ἐν τῷ μετὰ θαύματος φοβερῷ· διὸ καὶ ὁ προφήτης φησὶ, “ δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλ- “ λιᾶσθε αὐτῷ ἐν τρόμῳ.” τὸ γὰρ ἀγαλλίαμα τῆς πρὸς αὐτὸν οἰκειώσεως φόβον οἶδεν ἐμποιεῖν τοῖς ἀγαπῶσι γνησίως, μήτι τούτοις ἐνδεῖ πρὸς ὑπουργίαν τοῦ οὕτως ἀγαπωμένου. διὸ φησιν ὁ Δαβὶδ, “ φοβήθητε τὸν Κύριον πάντες ἅγιοι αὐτοῦ, ” ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

[*](t ὑποθέσθαι B. u Hoc Sch. carent Edd. x Et hoc Sch. deest Edd.)
243

Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι.

Tὰς ἑπτὰ y λαμπάδας, αὐτὸς ἡρμήνευσεν z ἑπτὰ πνεύματα, ἅ τινα a ἤτοι ὡς ‘Hσαΐας, τὰ θεῖα τοῦ πνεύματος χαρίσματα, σοφίας, ἰσχύος, βουλῆς b καὶ τὰ τούτοις ἑξῆς δεῖ νοεῖν, ἢ, ὡς Εἰρήναιος καὶ Κλήμης ὁ στρωματεὺςc, τὰ λειτουργικὰ καὶ τῶν ἄλλων ἐξέχοντα ταγμάτων. ἑπτὰ μὲν,διὰ τὴν ἐφορείανd τοῦδε τοῦ κόσμου τοῦ τῷ ἑβδόμῳ συστοίχου ἀριθμῷ e. ἢ, ὡς ἤδη παρεθέμεθα. καιόμεναι δὲ, διὰ τὸ ἀνένδοτον καὶ διηνεκὲς τῆς περὶ τὸ θεῖον ἁγιστίας. τοιοῦτον γὰρ καὶ πῦρ f, τοῦτο τὸ ἔνυλον ἀδιαλείπτως φωτίζον καὶ φλέγον. διὸ καὶ ὁ προφήτης φησὶν, “ ὁ ποιῶν τοὺς “ Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ “ φλέγον g.”

Καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. καὶ ἐν μέσῳ τοῦ θρόνου, καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. καὶ τὸ ζῶον τὸ πρῶτον ὅμοιον λέοντι. καὶ τὸ δεύτερον ζῶον, ὅμοιον μόσχῳ. καὶ τὸ τρίτον ζῶον, ἔχον πρόσωπον ἀνθρώπου. καὶ τὸ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ.

Θαλάσσῃ ἀπεικάζει τὸ κατενώπιον τοῦ θρώνου, τὸ ἄπειρον καὶ ἀνείκαστον πλῆθος τῶν κυκλούντων θείων δυνάμεων τῷ θρόνῳ h σημαίνων τοῦ Θεοῦ. ὃ i καὶ Δανιὴλ διὰ τοῦ χιλιακοῦ καὶ μυριαδικοῦ ἀριθμοῦ παριστᾷν βούλεται. ἡ δὲ ὑαλίνη καὶ κρυσταλλοειδὴς k θάλασσα, τὴν διαύγειαν τῶν ἀσωμάτων φύσεων σημαίνοντός ἐστιν, καὶ τοῦ l περὶ τὸν θρόνον, ἤγουν τῆς ἀγγελικῆς ζωῆς m τὸ ἀτάραχον. ἅτε ἀκινήτως ὡς ὕαλος πεπηγυῖα n καὶ κρύσταλλος, τῷ μηδὲ μιᾷ κηλῖδι σκοτουμένη πρὸς ἀνοήτους περισπᾶσθαι κλονήσεις o. . . . . τὶς καὶ κρυσταλλοειδὴς ἡ τοῦ [*](y ἑπτὰ ταύτας B. z εἱρμήνευσεν B. a ἅ τινα om. B. b βουλῆς ἰσχύος B. c ἐν στρώματι ἑκάστῳ B. d ἐφορίαν B. e ἀριθμοῦ B. f τὸ πῦρ B. o καὶ τ. λειτ. αὐτ’. π. φλεγ. om. Edd. h τὸν θρόνον B. i ἃς B. k ὑαλ. θάλασσα λαὶ ηυστ. B. l τὸ B. m τὴν ἀγγελιῶτιν υιὴν B. n πεπηγύας B. o Add. hic B. aliquot initio et fine quæ aciem effugiunt propter evanidam scripturam, in fine videor legere ἐστὶ ζεύς.)

244
οὐρανοῦ νενόμισται φύσις σκοπεῖν χρὴ εἰ δία δια * * * * ἐδάφους σημαίνεται τὸ στίλβον ὁμοῦ καὶ διαυγὲς ἔχουσα, εἰ μὴ * * * * δόξωμεν τὰ ὑπὲρ κατάληψιν ὑμῖν τερατευόμενοι.

p Καὶ ἐν μέσῳ τοῦ θρόνου, καὶ κύκλῳ τοῦ θρόνου.

Ὁ θρόνος σημαντικός ἐστι τῆς τοῦ Θεοῦ βασιλείας καὶ τοῦ αἰωνίου κράτους τῆς Κυρείας ἐν ἐξουσίᾳ καὶ περὶ * * τὸ ἀναπόδραστον δραστον τῆς προνοητικῆς αὐτοῦ δεσποτείας κατανοεῖται καὶ ἡ ἀγαθότης. ταῦτα δὲ τὰ ἅγια ζῷα ἕτερα τῆς τοῦ Ἰεζεκιὴλ τυγχάνει ὀπτασίας. ἐκείνων μὲν γὰρ ἕκαστον τετραπρόσωπον ὡρᾶτο καὶ ὀκταπτέρυγον, καὶ τροχούς τινας ἐπισυρόμενα οἱς ἐπεκέκλητο γ γέλ·q εἰ καὶ πολυόμματα κἀκεῖνα ὡς καὶ ταῦτα· ἐνταῦθα δὲ ἐν ἑκάστῳ πρόσωπον διάφορόν τε καὶ πτέρυγες ἕξ· κἀκείνοις μὲν ὡς αὐτῷ δοκεῖ Ἰεζεκιὴλ ὄνομα Χερουβεὶμ, τούτοις δὲ ἀκολούθως Σεραφεὶμ, ἃ τῷ Ἡσαΐᾳ ἐδείχθη τῷ θείῳ· οὐχ ὁμοιότητα ἐμφαίνοντα ὡς ταῦτα προσώπων, ἀλλὰ ταῖς δυσὶ μὲν πτέρυξι τὰ ἑαυτῶν κατακαλύπτοντα πρόσωπα, ἐκτὸς τοῦ περιανθίζεσθαι ὡς ταῦτα καὶ ὀφθαλμοῖς. ἀλλ’ εἰ τι ταῦτα αἰνίττεσθαι βούλεται τὰ νῦν δειχθέντα τῷ Εὐαγγελιστῇ τὴν πλάνην τὴν ἀπὸ τοῦ ψαλμικοῦ ἐγγενομένην ῥητοῦ “ Κύριος,” φάσκουσαν, “ ἐν τῷ “ οὐρανῷ τὸ ἔλεος σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.” ἔδοξε γὰρ ἐκ τούτου τοῦ ῥητοῦ τισὶ τὴν περίγειον κτίσιν ἀνεπισκόπητον Θεοῦ διατελεῖν διὰ τὴν παράβασιν τοῦ Ἀδὰμ, καὶ τὸ ἀλλοιωτὸν τῶν περὶ γῆν φύσεων· οὐ συνιέντων τὸ “ οἱ οἰκτιρμοὶ “ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ· ὥστε εἰ ἔργα καὶ τὰ ἐπίγεια Θεοῦ ἐπισκοπῆς ἂν εἰκότως ἀξιοῖτο· δεικνύναι οὖν τῆ ὀπτασία τῶ Εὐαγγελιστῇ σκοπὸς τῆς πλάνης ἣν εἰρήκαμεν ἀποφέρων ὡς διὰ τῶν δ΄ τούτων ζώων, ἢ τῶν ἐκ δ΄ στοιχείων, πυρὸς, ὕδατος, ἄερος, γῆς, σύγκατος κτίσις τῆς ἐποψίας τυγχάνει Θεοῦ, ὡς ἑκάστῳ τῶν ὁραθέντων ζώων εἰς ὑποτύπωσιν ἀναφερομένου τῶν κοσμικῶν στοιχείων· λέοντος μὲν διὰ τὸ θυμικὸν καὶ θερμὸν εἰς τὸ πῦρ· μόσχου δὲ διὰ τὰ περὶ γῆν ἔργα, εἰς τὴν γῆν· ἀνθρώπου δὲ εἰς τὸν ἄερα· οὐράνιον γὰρ καὶ μετάρσιον ῥυτὸν ἄνθρωπος διὰ τὴν τοῦ νοῦ [*](p His carent edd. q Post γ marg. abscissa literas quasdam abstulit.)

245
λεπτότητα· ἀετοῦ δὲ εἰς τὸ ὕδωρ· ἐξ ὑδάτων γὰρ ἡ γένεσις τοῖς πτηνοῖς· τὸ πολυόμματον δὲ τὴν περὶ πάντα τοῦ Θεοῦ ἐποψίαν, ἣν καὶ διὰ τῶν νοερῶν πνευμάτων τῆς διακονίας ποιεῖται· ὡς Δαβίδ φησι, “ δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ “ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.’ τουτέστιν ἀνυπερθέτως ἐξ αὐτοῦ προστάγματος ἐκτελοῦντες λειτουργίαν.

Τέσσαρα ζῷα γέμοντα.

Ταῦτα τὰ τέσσαρα ζωὰ τινὲς, καὶ τὰ τέσσαρα Εὐαγγέλια καὶ τὰς τέσσαρας γενικὰς ἀρετὰς ἐξέλαβον r, τοῦ μὲν λέοντος δληοῦντος τὴν ἀνδρείαν καὶ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, ὃ καὶ Εἰρήναιος ὁ Λουγδούνου ἅγιός φησι τῆς προαιωνίου βασιλείας εἶναι δηλωτικὸν, διὰ τοῦ, “ ἐν ἀρχῇ ἦν ὁ Λόγος. τοῦ δὲ μόσχου, τὴν δικαιοσύνην, ἅτε τοῖς οἰκείοις ἀρκουμένον s πόνοις, καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, ὡς νομικῶς καὶ ἱερατικῶς τὸν Χριστὸν γενεαλογήσαντα t. τοῦ δὲ ἀετοῦ τὴν σωφροσύνην. ταύτην u γὰρ μαρτυρεῖται τὸ ζῶον ἔχειν x, καὶ τὸ κατὰ Μάρκον Εὐαγγέλιον σύντομον ὃν, ὡς ὁ ἀετὸς τὴν πτῆσιν y, καὶ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος ἀρξάμενον. τοῦ δὲ ἀνθρώπου τὴν φρόνησιν, καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φυσικῶς καὶ οὐ νόμῳ κηρύξας τὴν Χριστοῦ γένησιν. ἴσως δὲ καὶ διὰ τούτων ἡ οἰκονομία Χριστοῦ δηλοῦται. διὰ τοῦ λέοντος, ὡς βασιλεύς. διὰ τοῦ μόσχου, ὡς ἱερεὺς μᾶλλον δὲ καὶ ἱερεῖον a. διὰ τοῦ ἀνθρώπου b ὡς δι’ ἡμᾶς ἀνδρωθείς. διὰ τοῦ ἀετοῦ, ὡς χορηγὸς c τοῦ ζωοποιοῦ Πνεύματος καὶ d ἐπὶ πάντας καταπτάντος e.

Καὶ τέσσαρα ζῷα ἓν καθ’ ἓν εἶχον ἀνὰ πτέρυγας ἓξ κυκλόθεν. καὶ ἔσωθεν γέμοντα ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, Ἅγιος ἅγιος, ἅγιος, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος. καὶ ὅταν δῶσι τὰ ζῷα δόξαν, [*](r καὶ τὰς δ΄ γεν. ἄρετ’. ἐξέλαβον καὶ τὰ δ. εὐαγγ. B. s ἀρκουμένην τὴν δικαιοσύνην B. t γενεαλογῆσαι B. u ταὐτῇ Edd. x ἔχειν om. Edd. y ὡς ὁ ἀετ. τ. πτῆσ. om. Edd. z ἱερέως B. a μάλλ’. δὲ ἱερείου B. b τὸ ἀνθρώπινον B. mox ὡς δι’ ἠμ’. ἀνδρ’. om. c χορηγοῦ B. d ὡς B. e Post καταπτ. caet. om. B. quae Edd. habent, sed quæ priore Schol. exstant.)

246
καὶ τιμὴν, καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, πεσοῦνται οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες, Ἄξιος εἶ ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν ὁ Ἅγιος, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν. ὅτι σὺ ἔκτισας πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.

Εἰπὼν τὰ f τέσσαρα ζῷα τὰ τὸν θρόνον κυκλοῦντα, καὶ τὸ εἶδος ἑκάστου διεξελθὼν, ὃ καὶ ἡμεῖς ὡς ἐφικτὸν ἡμῖν κατὰ τὸ κατ’ ἀξίαν δοθὲν χάρισμα παρεθέμεθα, ὅτι τὸ προνοητικὸν περὶ πᾶσαν τὴν περίγειον αὐτοῦ κτίσιν περιστῶντός ἐστι τοῦ Θεοῦ, διὸ καὶ τέσσαρα ζῷα ἰσάριθμα τῇ τετρακτύι· τῶν ποιοτήτων, δι’ ὧν τὰ στοιχειώδη σώματα ὑπέστη τοῦδε τοῦ ὑλικοῦ κόσμου, νῦν καὶ τὸ τῆς λειτουργίας ὀξύρροπον g αὐτῶν παρίστησιν· ὃ καὶ Δαβὶδ παρίστησι h διὰ τοῦ, “ δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ, “ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ, οἱονεὶ οὐκ ἔφθη τὸ πρόσταγμα τὴν συντέλειαν τοῦ προτεταγμένου, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐντολῆς ἠνύσθη τὸ βούλημα. τὸ τάχος δὲ διὰ τῶν πτερύγων ἓξ κατανύεσθαι 1 φησὶν ἑκάστῳ. τοῦτο γὰρ τὸ ἓν καθ’ ἓν k ὺποφαίνει ἵνα μή τις τὰς ἓξ πτέρυγας ἀκούσας, κοινὴ ταύτας προεῖναι νομίσῃ. τὸ δὲ “ κυκλόθεν, οὐ τῶν πτερύγων, ἀλλὰ τῶν τεσσάρων τὴν στάσιν ἐμφαίνει, ὅτι μὴ στοιχηδὸν, ἀλλὰ καὶ κυκλικῶς m ἦν. τῶν δὲ πτερύγων ὁ ἀριθμὸς, τὸ τέλος αἰνίττεται τῆς λειτουργίας, καὶ τὸ πρὸς ὃ ἡ λειτουργία· τέλειος γὰρ n ὁ ἓξ ἀριθμὸς, παρὰ τοῖς τὰ τοιαῦτα κομψοῖς ἀνυμνεῖται. οὐδὲν δὲ παρὰ τοῖς τὴν αἴσθησιν ἀναβεβηκόσιν ἀτελὲς, οὐδὲ τὴν ἐκ μετα- μελείας συμπλήρωσιν ἐκδεχόμενον. ἓξ δὲ πτέρυξιν ὁ θεῖος Διονύσιος o τὰ νοερὰ ζωὰ διηρτῆσθαι φησὶ p, δυσὶ τὰ πρόσωπα καλύεἰπὼν [*](f τὰ om. B. g ὀξυρ. om. Edd. h φησὶ B. i καταμηνύεσθαι B. k τὸ ἓν καθ’ ἓν Om. Edd. 1 ἐνυποφαίνει Edd. m κυκλικὸς Edd. 1 λειτουργία πέλει. καὶ γὰρ Edd. ο Δῖον. ὁ θεῖος B. p φησὶ om. B.)

247
πτοντα, ταῖς δὲ δυσὶ τοὺς πόδας, ταῖς μέσαις δὲ πετᾶσθαι· ἵνα περὶ τὰ ὑψηλότερα καὶ βαθύτερα τῆς οἰκείας καταλήψεως φανῇ αὐτῶν ἡ εὐλάβεια, δι’ ἣν τοῖς μέσοις προστάσσεσθαι τὰς ἀρχικὰς αὐγὰς θείοις ζυγοῖς ἀνατείνειν q. τὸ δὲ “ κυκλόθεν, διὰ τὸ παντεπίσκοπον παρείληπται. τὸ δὲ “ ἔσωθεν,’’ ὅτι οὐδὲν τὰ θεῖα λανθάνειν δύναται, οὐδὲ τῶν ἐν παραβύστῳ τισὶ τελουμένων. τὸ δὲ “ ἀνάπαυ- “ σιν οὐκ ἔχουσιν,’’ οὐχ ὅτι ἔγκοπόν τι ὑφίστανται, τῇ ἀνενδότῳ λειτουργοῦντα ὑμνῳδίᾳ· περὶ τὴν αἰσθητὴν γὰρ κτίσιν ὁ κόπος. ἀκάματα δὲ πάντα ὅσα ὑπὲρ τὴν ὕλην. ἐκεῖ δὲ, κατὰ τὸν εἰπόντα, “ ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός. οὐ τὸ ἔγκοπον οὖν τὸ, “ ἀνάπαυσιν οὐκ ἔχουσι, παριστᾷ, ἀλλὰ τὸ περὶ τὴν θείαν ὑμνῳδίαν ἀνένδοτον, ὡσπερεὶ κατεντρυφωντων πρὸς δόξαν καὶ αἶνον του θείου συντελουμένων. τὸ δὲ r τρισυπόστατον s τῷ τριπλασιασμῷ τῆς δόξης καὶ τοῦ ἁγιασμοῦ t ἔχομεν u νοεῖν. x οὐκ ἀμάρτυρος δὲ ἡ τῶν τριῶν ὑποστάσεων ἐπὶ τοῦ θείου ἐμφάνεια. ἀλλ’ ἐκ παλαιᾶς καὶ νέας γραφῆς ποριζομένη. ἐκ παλαιᾶς, ἀφ’ ὧν πρὸς Μωϋσῆν ὁ χρηματίζων “ ὁ ὢν ἀπέσταλκέ με κελεύων ἐρεῖν· ἐκ δὲ τῆς νέας αὐτὸς οὗτος ὁ τὴν Ἀποκάλυψιν ταύτην διδάσκων· τὸν μὲν Υἱὸν διὰ του ἢ ἐν ἀρχῇ ἢν ὁ Λόγος εἰπών. τὸ Πνεῦμα δὲ, αὐτὸς ὁ ἐνανθρωπήσας, ὁ ἦν, τοῖς μαθηταῖς αὐτοῦ ἐν τῷ θείῳ πάθει ἐπαγγειλάμενος “ πέμψειν αὐτοῖς ἄλλον Παράκλητον· τίς δὲ νοῦ κύριος τὸν ἀποστελλόμενον οὐχὶ τὴν ἀποστολὴν ἐκπληροῦντα καὶ ἐρχόμενον φήσει ; ἐναργεστέρας οὔσης τῆς ἐπὶ τοῦ βαπτίσματος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἐντολῆς.

Πεσοῦνται οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι.

Διὰ τούτων δηλοῦται καὶ τοὺς νοηθέντας ἡμῖν πρεσβυτέρους κοινωνοὺς εἶναι τῆς ὑμνῳδίας τῶν οὐρανίων δυνάμεων· ὁμολογοῦντας ἐκ Θεοῦ κεκομίσθαι τῆς τῶν νοητῶν ἐχθρῶν νίκης τὴν δύναμιν. ἐπισκοπητέον y δὲ τὴν τῶν χρονικῶν διαστημάτων ἐν τῇ ἀφηγήσει ἀκρίβειαν. ἀπὸ γὰρ τῆς τῶν ἐνεστώτων ἐπαγγελίας z, ἐπὶ τὰ μέλλοντα χωρεῖ, οὐκ ἀσυνεσίᾳ τοῦτο ποιῶν, ἐνδεικνύμενος δὲ ὡς καὶ τῆς πρὸ τῆς τελευταίας τῶν κατορθούντων ἀναρρήσεως, ἐστί [*](q ἀνατείνονται τὸ κυκλόθεν B. r καὶ ἵνα δὴ τὸ d. s τρισυπ. παραδηλῶται B. t καὶ τ. ἁγίας. om. B. u ἔχωμεν B. x Desunt quae seq. in Edd. y ἐπισκεπτέον B. z ἀπαγγελίας B.)

248
τι a τοῖς ἀπεκδύνουσι τὸ παρὸν ἐναγώνιον στάδιον τῷ τεθειμένῳ ὑπείκουσιν ὅρῳ, τοῦ συμφέροντος b ἑκάστῳ ὡροθετηκότος c εὐχαριστίᾳ· ἅτε καὶ ἀντιλαμβάνουσι συμμέτροις πρὸς τὸν μέλλοντα d καὶ ἀκατάλυτον αἰῶνα, παραραβλήτω e τὰς ἀντιδόσεις, ἤτοι Θαυμάτων μάτων περιουσίαν τοῖς πρὸς αὐτοῦ ἐπιδεῶς ἀφικνουμένοις, ἢ καὶ τισιν ἑτέραις εὐεργεσίαις g. οὐκ οὑν ἐπὶ τῆς τελευταίας μόνον τεθησαύρισται ἡμέρας, ἡ ἀπὸ τῶν λειτουργικῶν Πνευμάτων καὶ τῶν ἐκείνοις ἐναμίλλων ἀνθρώπων ἐξαιρέτως τῷ ἔργῳ δειχθέντων πρὸς τὸν σαρκωθέντα Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ὑποτύπωσις τύπωσις καὶ εὐφημία καὶ αἶνος, ἀλλ’ ἤδη καὶ ἔπι του ἐνεστῶτος, ὡς ἡ δοκοῦσα τῶν χρονικῶν διαστημάτων παράβασις τοῖς ὀξυωπεῖν δυναμένοις ὑπέστησεν.

Καὶ βαλοῦσι τοὺς στεφάνους αὐτῶν.

Τὸ βαλεῖν τοὺς στεφάνους ἐνώπιον τοῦ θρόνου, τὴν νίκην δηλοῖ l ὡς καὶ νυν ἔπι τῶν νικώντων ἀγῶνάς ἐστιν ἰδεῖν. ὁ θρόνος δὲ τὴν κυριότητα καὶ ἐξουσίαν. ἔστι καὶ βασιλείας ὁ στέφανος σύμβολον. βάλλοντες οὖν ἐνώπιον τοὺς στεφάνους τοῦ θρόνου, τί ἃν ἄλλο, ἢ τὴν ὄντως καὶ ἀληθῆ βασιλείαν, καὶ τὴν κατὰ πάντων νίκην, τῷ ἐπὶ πάντων n ἀνατιθέασι Θεῷ ; λέγοντες, σοὶ δέσποτα παρὰ πάντων ἐποφείλεται δόξα, ὡς κτίστῃ καὶ δημιουργῷ, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προσαγωγεῖ o καὶ συντηρητῇ τε p καὶ συνοχεῖ.