Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Τὰ γραφέντα πρὸς τὸν τῆς Φιλαδελφέων ἐκκλησίας Ἄγγελον.
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαβίδ, οὐδεὶς κλείσει, εἰ μὴ ὁ ἀνοίγων, καὶ οὐδεὶς ἀνοίξει, εἰ μὴ ὁ κλείων. οἶδά σου τὰ ἔργα· ἰδοὺ, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, καὶ οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ [*](k æ seq. usque ad τοῦ ὀνόματος om. Edd. l ἡ Edd. m ἀνάγραπτος B. n ἀνομολογηθήσεσθαι B. ο ἁγίοις μαρτ. B. p τὸ εἰπεῖν B. q εἴρηται ὡς ὄντων om. B. r ὡς πίστ’. B. s οἰκετῶν om. Edd. t εἴποτε δὲ τοὺς ἀγγέλους ἑαυτοῦ καλεῖ ὡς ὅταν ὁ Ματθῖος φησι B. u τῶν τῆ B.)
Ἄγιος μὲν ἔστιν ὁ ἀληθινὸς ἅγιος, ὃς καὶ Υὶός ἐστι τοῦ Θεοῦ. καὶ τῷ τρισσῷ τῶν Σεραφὶμ ἁγιαστικῷ ὕμνῳ τὸ ἀληθὲς ἀποφέρεται, ὡς καὶ ἐν τῷ y θεαστικῷ Ἡσαΐᾳ κεχρημάτισται, τοῦ τριττοῦ ἁγιασμοῦ εἰς μίαν συγκλειομένου κυριότητα, ἵνα καὶ τὸ τριττὸν δειχθῇ z τῶν ὑποστάσεων τῆς ὑπερουσίου Τριάδος a, καὶ τὸ ἀδιάσπαστον τούτων τῷ ἑνιαίῳ τῆς κυριότητος. τοῦτο δὲ τῶν πεζῆ b καὶ θνητῶν φὐσεως c τὸ ὑπερανεστηκὸς ὅσον, τίς ἂν διὰ λόγων παρεμφαίνοιτο d; κλεῖδα e δὲ τοῦ Δαβὶδ, τὴν παντοκρατορικὴν ἐξουσίαν φησὶ παριστῶν, δι’ οὗ οἱ θησαυροὶ μόνου g τῆς θεοσοφίας ἀνοίγονται. τὴν μὲν οὖν πρώτην ἐξουσίαν κατὰ ἀνθρωπίνηνβ h δέχεται φύσιν, ὡς καὶ αὐτοῦ τοῦτο i ἔσται ἀκοῦσαι, “ ἐδόθη μοι j πᾶσα “ ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,’’ φάσκοντος. τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἔστι γὰρ Ἐμμανουὴλ Θεὸς ἀληθὴς, κἂν οὐ βούλεται τοῦτο Νεστόριος, εἰ καὶ γέγονεν ἂνορωπος. καὶ δή γε καὶ ἄνθρωπος ἀληθῶς οὐ φαντάζων τὸν ἄνθρωπον, εἰ καὶ δυσχεραίνει ὁ θεοστυγὴς Εὐτυχής. ἀλλ’ ὅπερ ἐστιν, ἀληθῶς Θεός ἐστιν k, οὐ κατὰ ἀναφορὰν, ὡς Νεστοριανοὶ ληροῦσιν, καὶ ἄνθρωπος ἀληθὴς, οὐ κατὰ δόκησιν καὶ 1 φαντασίαν, ὡς οἱ ἐμβρόντητοι Εὐτυχιανισταὶ, καὶ τὸ βδελυρώτατον m τῶν n Μανιχαίων βούλεται φῦλον. ἐπειδὴ δέ τινα τῶν ἀντιγράφων οὐ τὴν Δαρὶδ o ἔχει κλεῖδα p, ἀλλὰ τοῦ ᾅδου, οὐδὲν διάφορον q οὐδὲ ἐν τούτῳ. δείκνυται r γὰρ ἐκ τούτου, ὡς ζωῆς καὶ θανάτου τὴν κυρίαν s, ἅτε Θεὸς ὁ Χριστὸς, ἀναμφιβόλως ἔχει.
Ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαβίδ.
Κλεῖδα τὴν ἐξουσίαν καλεῖ. ὁ γὰρ ἔχων ἐξουσίαν τῆς κλεῖσαι καὶ ἀνοῖξαι τὸν οὗτος οὗτος καὶ τὸν οἶκον πεπίστευται. καὶ τοῦτο σαφέστερον ἐν Εὐαγγελίοις ἔστι μαθεῖν, ἀφ’ ὧν πρὸς τὸν Πέτρον [*](y καὶ τῷ B. z παραδειχθῇ B. a θεότητος B. b τῆς τῶν περιπεζίων B. c φύσεων Edd. d οὐ μενοῦν εἰπεῖν παρεμφαίνοιτο B. e κλεῖν B. f παριστ. φησι B. g μόνοι Edd. h κατὰ τὸ ἀνθρώπινον δέχ’. B. i τοῦτο om. B. j μοι, λέγοντος B. k ἀλ. ἐστὶ Θεός B. l καὶ om. B. m Edd. male ἐμβρόντητον. n τῶν om. B. o τοῦ Δ B. p τὴν κλεῖν B. q οὐδὲ διάφωνον B. r δείκνυσι B. s Κυρείαν.)
Καὶ οὐδεὶς ἀνοίξει.
Ἐπειδὴ ἡ κλεῖς τὴν ἐξουσίαν αἰνίττεται, ὁ λέγων ἑαυτὸν ἔχειν τὴν κλεῖν τοῦ Δαβὶδ τι ἄλλο λέγει, εἰ μὴ ὅτι ὥσπερ ὁ Δαβὶδ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐβασίλευσεν, οὕτω καὶ ἐγὼ πρὸς τῷ αἰσθητῷ, καὶ τοῦ νοητοῦ ; εἰ καὶ ἐξουσία x ἀσύγκριτος ἀνθρώπου πρὸς Θεόν. διὸ καὶ Γαβριὴλ πρὸς τὴν παρθένον εἶπε y τὸν θρόνον Δαβὶδ δοθῆναι z παρὰ Πατρὸς τῷ Υἱῷ ὡς προσκαίρου, καίπερ αἰωνίῳ αὐτῶ καὶ ἀτελευτήτῳ δοθῆναι, ὡσαύτως δὲ καὶ βασιλείαν καὶ ἐξουσίαν a. ἐπεὶ οὖν ὁμοίωμα τῆς βασιλείας Δαβὶδ ἔφερεν ὁ Χριστὸς, εἰκότως λέγει, “ὁ ἔχων τὴν κλεῖν τοῦ Δαβὶδ,” πρὸς τὸ ἀνοῖξαι καὶ κλεῖσαι· ἀνοῖξαι μὲν τὸ δικαιῶσαι λέγων, καὶ κλεῖσαι τὸ κατακρῖναι. τῇ b γὰρ θείᾳ αὐτοῦ καὶ ἀιδίῳ χρώμενος ἐξουσίᾳ, καὶ δικαιοῖ καὶ κατακρίνει. “ εἰ δὲ Θεὸς, ὁ δικαιῶν, τις ὁ κατακρινῶν c; Οἶδά σου τὰ ἔργα.
Τὸ “ οἶδα” ὅτι τὴν μετοικειώσεως γνῶσιν βούλεται σημαίνειν, εἴρηται.
Ἴδου δέδωκα ἐνώπιόν σου.
Tῶν ἀγαθῶν ἡ θύρα ἀνεῳγμένη δίδοται, ὡς ἑτοιμοτάτη καὶ ἀπ’ αὐτῆς τῆς πρὸς τὰ κρείττω ῥοπῆς, παρέχειν τὴν εἴσοδον πρὸς ἀπόλαυσιν. διὸ καὶ ὁ Κύριος φάσκων d, ὃτι e “ ἡ βασιλεία τῶν “ οὐρανῶν ἐντὸς ὑμῶν ἐστὶν,’’ οἱονεὶ τῇ προθέσει παρεχομένη τοῦ βουλομένου, ὑπ’ οὐδενὸς ἐμποδοστατεῖν οἲεται f τὴν εἴσοδον. καὶ τούτου g νῦν ἡ ἐπαγγελία λιχνεύοντος τοὺς εἰσαγομένους, πρὸς τὸ μὴ ἀπαγορεύειν h τὴν ἐγχείρησιν, τῶν πόνων ὑπολογιζομένη i τὸ δυσχερὲς, ἀρξαμένους δὲ K καὶ τὴν εἴσοδον συμμετρουμένην l μικρᾷ δυνάμει τοῦ m εἰσιέναι προαιρουμένου n, ἐπειδὰν τὸν ἀποσωρευθέντα τοῖς εἰσιοῦσι τῶν ἀγαθῶν ἐσμὸν τῇ ἀνεῳγμένη θύρᾳ ἐμφανίσῃ o μηκέτι τῇ φροντίδι λυπεῖσθαι p ἐᾷ τοῦ ὑπὸ τῶν ἀπόλαυ- “ æc suppl. e Cod. B. x ἡ ἕξουσ’. B. y εἶπε om. B. [*](z δοθῆναι om. Edd. a δόθ’. πατρὸς υἱῷ πρὸς καίρῳ αἰωνίῳ καὶ ἀτελευτήτῳ ὡς ὄντως καὶ βασιλείας καὶ ἐξουσίας B. b τῆ αὐτῇ θείᾳ B. c Ult. his carent Edd. d διό φησιν ὁ Κύριος B. e ὅτι om. B. f οἵουτε B. g τοῦτο B. h πρὸς τὸ μὴ ἄπαγ’. om Edd. i ὑπολογιζομένου B. k ἀρξαμένους om. Edd. mox καὶ τὴν εἰσ. l συμμετρουμένη τοῖς Edd m τὸ Edd. n προαιρουμένοις Edd. ο ἐσμὸν ἡ θύρα τούτῳ ἐμφανίσει B. p τῇ om. B.)
Ἴδου, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν, ἀλλὰ ψεύδονται· ἰδοὺ, ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἠγάπησά σε. ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειρᾶσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἴνὰ μηδεὶς λάβῃ τὸν στέφανόν σου. ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μοῦ, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ [*](q φροντίδι τῶν πρὸς ἀπόλαυσιν καταβαλλομένων ἐκλύεσθαι B. r ἀμεταστρεπτεὶ B. s παραινεῖ om. B. t αἱρέσεως Edd. u ἡδείω B. V τὸν δ. τ. κάματον λογιζομένοις Edd. x διὰ τοῦτο om. B. y ἐγγλυκαίνων Edd. z λέγων Edd. a διὰ τὸ κάλλιστον Edd. b ἑλεχθέντων Edd. c ἐν ιἷς οὖν B. d δέδοται B. e ἐκαρτ. διὰ τὸ ὄνομ’. Edd. f μεγαλοδωρίας B. g τὴν ἀντιδ. μετελ. B.)
Τῆς ὁμολογίας, φησὶ, τῆς περὶ τοῦ ἐμοῦ ὀνόματος ἀντέκτισις ἔσται ἡ τῶν Ἰουδαίων ἐπιστροφὴ καὶ μετάνοια. οἳ τῆς πρὸς ἐμὲ αὐτῶν προσαγωγῆς τὸν ἐξ ἐμοῦ φωτισμὸν ἀνταλλάξονται τῶν ἐν τῷ κρυπτῷ τῆς καρδίας Ἰουδαίων, ἀλλ’ οὐ τῶν ἐν τῷ φανερῷ, ὡς καὶ Παύλῳ δοκεῖ, ἑαυτοὺς ἐπιδεικνύντων i. θρόνον δὲ τοῦ Σατανᾶ τὴν τῶν Ἰουδαίων λέγει συναγωγὴν, ὡς τῷ ψεύδει συγκροτουμένην ἐπεὶ καὶ “ τοῦ ψεύδους πατὴρ ἀπὸ καταβολῆς κόσμου ἐδείχθη. εἴγε ἱκανὴ αὐτοῦ ἡ διὰ τοῦ ὄφεως ἀπατητοῖς ἀρχηγέταις τοῦ γένους ἡμῶν τὸν λόγον πιστώσασθαι k. τούτους οὖν προσδραμεῖσθαι οὐ κατὰ τὸ τυχὸν, ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος καὶ συντριβῆς φησί l. τοῦτο γὰρ αἰνίττεται τὸ πρὸς τοὺς πόδας προσκυνῆσαι, καὶ ἐν ἐσχάτοις ἑλέσθαι τετάχθαι τῆς ἐκκλησίας, m μόνον τοῦ μέρους εἶναι τῆς ἐκκλησίας ἀξιωθῆναι, ὡς καὶ Δαβὶδ ἀσπαστῶς φησιν, ὁ προφήτης, “ ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ “ Θεοῦ μου, μᾶλλον ἣ οἰκεῖν με ἐν σκηνώμασι τῶν ἁμαρτωλῶν. τὸ παραλελογισμένον τῆς συναυλείας ἐπίπροσθεν ἄγων τῆς τῶν ἁμαρτωλῶν ἀστενοχωρήτου καὶ ἐλευθέρας διαίτης.
Τὸν λόγον τῆς ὑπομονῆς μου.
Οὐχ ὅτι αὐτὸς ὁ χρηματίζων ὑπέμεινέ τι, ἀλλὰ ὑπομονὴν ἑαυτοῦ τὴν δι’ αὐτὸν n καὶ τὴν πρὸς αὐτὸν καρτερίαν τῆς πίστεως φησίν. ὥσπερ καὶ ὅτ’ ἃν Δαβὶδ αἰτεῖ o τὸν Θεὸν, “ ἐκ προσώπου “ σου τὸ κρίμα μου ἐξέλθοι,’’ ἀντὶ τοῦ, ἡ δι’ ἐμὲ σου δικαιοσυνη.
Κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ.
Ὥραν πειρασμοῦ, ἣ τὸν ἐπὶ Δομετιανοῦ διωγμὸν λέγει, δεύτερον ὄντα μετὰ Νέρωνα, ὡς Εὐσεβίος ἱστορεῖ ὁ Παμφίλου, ὃτε καὶ αὐτὸς ὁ Εὐαγγελιστὴς εἰς τὴν Πάτμου ὑπ’ αὐτοῦ τοῦ Δομε- [*](h τὸν ἐν τῷ κρ. Ἰουδαῖον—τὸν ἐν τῷ φὰν. B. i δοκεῖ ἐπιδεικνύντες B. k Ηæc oni. Edd. l φησι om, B. m Quae seq. usq. ad ded. e Cod. B. n δι’ αὐτὸν τὴς πίστ’. κάρτ’. B. o αὐτὴ B.)
Κράτει ο ἔχεις.
Κρατεῖν ἡ ἐντολὴ τὴν ἑκτὸν κατὰ ἀγαπῆν γνησίαν ἐν ᾗ ἄχρι τέλους ἐναθλήσας, ἕξεις τὸν στέφανον τῆς δόξης. τῶν γὰρ ὑπο- μενόντων τὰ νικητήρια u.
Ὁ νικῶν.
Τοῦτο κατὰ τὸ τῆς Ἑλλάδος γλώσσης σύνηθές τῆς συντάξεως σεσολοίκισται· ἔδει γὰρ ἢ ἀντὶ τῆς εὐθείας πτώσεως αἰτιατικὴν ληφθῆναι, οὕτως ἐκφερομένου τοῦ ῥητοῦ, τὸν νικῶντα ποιήσω αὐτόν· ἢ εἴπερ τηρηθείη ἡ εὐθεῖα πτῶσις, ἐχρῆν τῷ ὑπαρκτικῷ ῥήματι προστεθέντι, οἷον τὸ ἔσται, τὴν αἰτιατικὴν ἀμειφθῆναι. οὕτως τοῦ λόγου προἰ·όντος, ὁ νικῶν ἔσται ὑφ’ ἐμοῦ στῦλος ἐν τῷ ναῷ τοῦ Θεοῦ μου κατατεταγμένος. ἀλλ’ ἐπειδὴ, ὡς ἤδη εἴρηται, ἐπ’ ἐλάχιστον μέλον τοῖς τῶν ψυχῶν ἡμῶν σωτῆρσιν ἡ τῆς Ἑλληνι- κῆς ἀδολεσχίας ἀκρίβεια, εἰκότως ἑτέροις ταῦτα καταλιπόντες, αὐτοὶ τῶν σπουδαιοτέρων ἀντέσχοντα v .
Ἐν τῷ ναῷ τοῦ Θεοῦ μου.
Προείρηται x ὅτι τὸ, “ Θεοῦ μου,’ οὐχ οὕτω τῆς ἐν τῷ Χριστῷ θείας φύσεως ἐνθεωρουμένης ἀναιρετικὸν, ὅσον τῆς συνουσιώσεως παραστατικόν. τὸ γὰρ ἀδιάσπαστον εἶναι τὴν τῶν δύο φύσεων ἕνωσιν, θεότητος φημὶ καὶ ἀνθρωπότητος, ἐν τῇ κατὰ τὸν Κύριον Ἰησοῦν ὑποστάσει, κᾂν y μέχρις ἐννοίας ψιλῆς εἰ καὶ ἀσυγχύτως [*](p ἐρχ. ἀνυπερθέτως τοῦτο γὰρ ταχὺ δηλοῖ B. q ἔτι ἐνεργ. B. r παρεγγυῶ Edd. s ὑμῶν B. t His carent Edd. u Hoc sch. carent Edd. v His etiam carent Edd. x ὡς καὶ περὶ τούτου εἴρηται B. y καὶ B.)
Καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μοῦ.
Ἐπὶ τὸν νοητὸν στῦλον, ὅς ἐστιν ὁ τοῖς θείοις προστάγμασιν εἰς ἔρεισμα τῶν ἀσθενεστέρων κατηρτισμένος, γραφῆναι φησι τὸ ὄνομα τοῦ Θεοῦ, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ τῆς h Ἱερουσαλὴμ τῆς καινῆς. καινὴν Ἱερουσαλὴμ, καὶ τὸ ὄνομα αὐτῆς, καὶ τοῦ Θεοῦ τὸ ὄνομα, οὐκ ἄλλο τι λέγων, ἢ τὴν δόξαν, ἤτοι τὴν γνῶσιν i, καθὼς καὶ ὁ Δαβίδ. “ ὡς θαυμαστὸν k τὸ ὄνομά σου ἐν “ πάσῃ τῇ γῇ,’’ ἀντὶ τοῦ, ἡ τιμὴ, ἡ περὶ σοῦ γνῶσις. ἐν ταῖς πλαξὶ τοιγαροῦν τῆς καρδίας τοῦ νοητοῦ στύλου γραφέντος τοῦ ὀνόματος τοῦ Θεοῦ, ἤγουν τῆς γνώσεως, τῆς δόξης, ὡσαύτως καὶ τῆς Ἱερουσαλὴμ, τοῦ μὲν τοῦ Θεοῦ, ὡς ἅγιος, ὡς δίκαιος, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα, ὡς πάσης ἀγαθότητος m πλήρης, καὶ τοιούτοις χαίρων θεράπουσι· τῆς Ἱερουσαλὴμ δὲ, ὡς Θεοῦ σκήνωμα ἀγαπητόν ἐστι n , καὶ τοὺς αὐτῆς πολίτας πρὸς τὴν ἱν. παραπέμπουσα o μητρόπολιν, ἥ τις κάτω Ἱερουσαλὴμ, ὥσπερ μετοίκιον τῆς ἄνω καθίσταται, τοὺς τέως p ἐνδιαιτωμένους ἐν αὐτῇ, οἱονεὶ γράμμασι q χρωμένους, τῇ ἄνω ἐμβιώσει τὴν κάτω ῥυθμίζοντας κατέχουσα· τῇ καταλλήλῳ γὰρ οὖν r ταύτῃ [*](z παριστᾷ om. B. a γοῦν B. b τοῖς ἰδιωμ. τοῖς θείοις B. c οἴκου ἀσθενέστερον B. d τῇ τοῦ Θεοῦ θεωρίᾳ B. e τοῦ ναοῦ B. f κινητὴς Edd. g ἐνευφραινόμενος B. h τοῦ Θεοῦ τῆς om. Edd. i γνῶσιν φάσκων B. k θαυμ. φησι B. 1 ὡς ἀποδ. B. m ἁγιότητος B. n ἐστὶ om. B. ο πέμπουσα B. p τέως ἔτι B. 1 γράμματι B. r τοιγαροῦν B.)
Περὶ δὲ “ τοῦ Θεοῦ μου εἴρηται ἤδη ὡς συγκαταβατικώτερον εἴρηται καὶ εἰς παράστασιν τοῦ ἀδιαιρέτου τῶν ἐν τῇ οἰκονομίᾳ τοῦ Κυρίου δύο φύσεων ἐνθεωρουμένων· ἄνωθεν δὲ καταβαίνειν φησὶ τὸ ὄνομα τοῦ Θεοῦ καὶ τῆς καινῆς Ἱερουσαλὴμ, ἅπερ τίνα ἐστὶν εἴρηται. ἀπὸ τῶν Ἀγγέλων ἀρξαμένης τῆς σηκώσεως τῆς θείας, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλους διὰ Ἰησοῦ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν Ἀγγέλων δηλονότι καὶ α * *