Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Τὰ σημανθέντα τῷ τῆς Περγαμηνῶν ἐκκλησίας ἀγγέλῳ.

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον. τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν. οἶδα τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ. καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις, ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστὸς, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαὰμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν Ἰσραὴλ, καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτωσ ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.

Δίστομον ῥομφαίαν x φησὶν, ἣ τὴν κατὰ τὸν εὐαγγελικὸν λόγον τὸ πᾶν περιαιροῦσαν y τὸ περιττὸν τοῦ παρόντος βίου καὶ εἰς προκάλυμμα τοῦ ἀπὸ γενεᾶς ἡμῖν ἐπισκοτοῦντος τῶν θείων τῆς [*](n ὁ νικῶν οὐ μὴ ἀποθάνῃ B, ο ἀπόφασιν B. P ἄνθρωποι 0111. B. q τὸ ἀκόλαστον τῆς σάρκ’. B. r δέλεαρ τοῖς oni. B. s δι’ ὃν Xi. t ὅποταν B, u θάνατον Edd. x τὴν ῥομφ. B. y περιαιροῦντα B.)

208
ἐποψίας κακῶν z, ἣ τὴν κατὰ τῶν ἀσεβῶν ἀπότομον ἀπόφανσιν a. πρὸς τῷ διστόμῳ δὲ καὶ ὀξεία αὕτη, ἔτι καὶ ταχινὴ b, εἰς έκδικησιν τῶν ἀπειθούντων τοῖς θείοις κελεύσμασι. θρόνον δὲ τοῦ Σατανᾶ, τὴν Πέργαμον καλεῖ, ὡς κατείδωλον οὖσαν ὑπὲρ τὴν Ἀσίαν πᾶσαν. ἀλλ’ οὖν καὶ τοιοῦτον c οἰκοῦσα τόπον, φησὶν, ἀνόθευτόν μου τὴν πίστιν ἐτήρησας, μηδὲν ἐκτραπεῖσα ἀπὸ τῆς τῶν κακῶν γειτνίας πρὸς μίμησιν d, οὐδὲ ζηλώσασα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν καὶ εὐθηνίαν e θεωροῦσα.

Ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου.

Ἀντίπας ὁ μάρτυς ἐν Περγάμῳ ἐμαρτύρησεν, οὗ καὶ τὸ μαρτύριον εἰς ἔτι σώζεται, πολλὰ παρρησιασάμενος τοῖς ἐκβουλεύουσι. καὶ f ὅσον εἰς αὐτὸν ἧκεν, ἄχρι θανάτου προὔβη. οὗπερ τῆς ἀνδρείας νῦν ὁ Εὐαγγελιστὴς ἐκ τῆς θεοκλυτίας g μέμνηται h, πρὸς ἔνδειξιν ἐπεισαχθείσης τῆς ἐκείνου i ἀρετῆς καὶ k ὑπομονῆς τοῖς πιστοῖς, τῆστε τῶν πεπλανημένων ὠμότητος ὡς ὁμοσκήνων τῷ Σατανᾶ. ἐπειδὴ δὲ ἅπτεται καὶ τῶν ἁγιωτάτων ὁ μῶμος, καθ’ ὃν l πολλὰ πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον, “ τίς καθαρὸς ἀπὸ ῥύπου m ; ” ὑμῖν πάλιν, φησὶ, καί τοι τοιούτοις οὖσι τὰ πρὸς θεραπείαν ἐμὴν, ἔχω τι ἐγκαλεῖν πάλιν κατὰ σοῦ n, κἂν ἐπ’ ὀλίγον o· δύο γὰρ p χαλεπὰ, ὡς ἔοικεν, αὕτη ἡ πόλις τῶν Περγαμηνῶν ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας, ἐξ αὐτῶν δὲ q τῶν ὀνομαζομένων πιστῶν, τοὺς αἰσχρουργοὺς Νικολαΐτας ἐπισπαρέντας “ τῷ χρηστῷ σίτῳ ζιζάνια πονηρά. καὶ ὅπως δὲ τούτους, καὶ τίσιν r ὡμοιωμένους, διὰ τῆς πάλαι ἱστορίας παρέθετο.

Τὴν διδαχὴν Βαλαὰμ, ὃς ἐδίδαξε τὸν Βαλάκ.

Τὸν Βαλαάμ φησι διδάξαι τὸν Βαλάκ s, οἱονεὶ διδάσκαλον γενόμενον τοῦ Βαλάκ t. ἡ δὲ ἱστορία, ἐν τῇ βίβλῳ τοῦ θεσπεσίου Μωϋσέως ᾗ ὄνομα Ἀριθμοί. Ἰώσηπος δὲ ὁ ᾿Ιουδαῖος u, συμβουλῇ γράφει τοῦ Βαλαὰμ, τὸν βασιλέα Βαλὰκ τὰ γύναια παραστῆσαι x τῷ [*](z Sic B. καὶ τὸ ἀπὸ γενέσεως ἡμῖν ἐπισκοτοῦν τῶν θείων τῆς ἐποψίας Edd. a ἀπόφασιν 13. b ὅτι καὶ ταχεινὴ B. c ἀλλὰ καὶ τοιοῦτον B. d πρὸς μίμησιν quod bab. B. om. Edd. e εὐθηνείαν B. f καὶ om. B. g ἐκ τῆς θεοκλ. om. Edd. h μνημονεύει B. i τῆς τε ἐκ. B. k ἀρετῆς καὶ oni. B. l καθὸ B. m ἁμαρτίας B. n πάλιν κατὰ σοῦ om. Edd. ο ἀπ’ ὀλίγων Edd. P γὰρ om. B. q δὲ om. B. r ὅπως καὶ τίσιν B. s βαλαὰκ B. t βαλαὰκ B. u Ἰώσηπος δὲ ὁ σπουδαῖος συμβουλὴ B. x παραστῆσαι αὐτὸν B.)

209
λαῷ τοῦ y Ἰσραὴλ ἐκκαλούμεναι εἰς πορνείαν, ὅτε καὶ Φινεὲς τὸ ἀοίδιμον ἔργον εἰγάσατο a τὸ ἐπὶ Ζαμβρὴ,) καὶ πρὸς τῆ ἀσελγείᾳ ταύτῃ, καὶ τὸν αὐτὸν Ἰσραηλίτην λαὸν πρὸς b μιηοφαγίαν ἐλκυσθῆναι c, τὰ τῷ Βεελφεγὼρ ἀνατεθέντα κρέα εἰς βρῶσιν χρησάμενον d. e περὶ οὗ καὶ Δαβὶδ ὁ θεοπάτωρ φησὶν, “ καὶ “ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν·’’ θυσίαν λέγων νεκρῶν τὰ τοῖς εἰδώλοις τελεσθέντα κρέα· διὸ καὶ ἀπόλοντο. ἐξομοιοῦσθαι δὲ τούτοις φησὶ καῖε τοὺς Νικολαΐτας κατά τε πορνείαν καὶ μιαροφαγίαν. ἃ g εἴ τις ἐπιζητεῖ ποῖα τινὰ ἦν h, ὡς ἤδη παρεθέμην i; i, ἐξ Ἐπιφανίου τοῦ Κυπρίου ἀρχιερέως Θεοῦ μάθοι, ὃς εἰς ὠφέλειαν πολλῶν, οὐκ ἀπηξίωσε τὸ βορβορῶδες τῶν Νικολαϊτῶν, κατά τε τὴν πορνικὴν ἀκολασίαν, κατά τε τὴν ἐπ’ αὐτῇ βδελυκτοτάτην ἀκαθαρτοφαγίαν, πρόδηλον ἀνυποστόλως κατάστησαι.

Μετανόησον οὖν. εἰ δὲ μὴ, ἔρχομαί σοι ταχὺ, καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῆ ῥομφαίᾳ τοῦ στόματός μου. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις, τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

Ὧ βάθος πλούτου καὶ ἀγαθότητος Θεοῦ, ὅτι καὶ ἐν τῆ ἀπειλὴ ἡ φιλανθρωπία. πολεμήσω γάρ, φησιν, οὐ μετὰ σοῦ, ἀλλὰ μετὰ τῶν Νικολαϊτῶν τῶν νοσούντων τὰ ἀνίατα καὶ ἄχρηστα. τῶν γὰρ ἐν Περγάμῳ ἐφείσατο ὡς πιστῶν, ἑνὸς μόνου ἐπιμεμψάμενος αὐτοῖς τῆς μετὰ τῶν Νικολαϊτῶν ἀναστροφῆς k. ἀλλὰ καὶ τὸ ταχὺ τῆς κατ’ αὐτῶν ἐπελεύσεως, πῶς οὐ κηδεμόνος καὶ μὴ ἀνεχομένου ἐπὶ πολὺ τὸν κλῆρον ἑαυτοῦ νοθεύεσθαι, ἀλλὰ ταχινὴν βραβεύοντα τὴν ἀντίληψιν;

Ἐν τῆ ῥομφαίᾳ τοῦ στόματος μου.

Ῥομφαίαν στόματος τίνα, καὶ διὰ τι εἴρηται δίστομος, ἔφθημεν πρὸ μικροῦ παραθέμενοι.

[*](y τῷ Edd. Z ἐκκαλούμενα om. Edd. a ἐκτελεῖ B. b καὶ πρὸς B. c ἐκκολισθῆναι B. d χρῆς. ἑαυτοῦ B. e Hæc ad κρέα λέγων om. Edd. f φησὶ καὶ om. B. g ἃ om. B. h ποῖα τινὰ ἤη om. B. i παρεθέμεθα B. k συναναστροφῆς B.)
210

Τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα.

Ἐπειδὴ ὡς φθάνομεν παραθέμενοι, ἐξ Ἐπιφανίου τοῦ ἱεροῦ λαόντες, ἐτολμᾶτο παρὰ τῶν μιαρῶ l Νικολαϊτῶν ἀξία τῆς τούτων ἀθεΐας ἐν τῇ ἀκαθάρτῳ μίξει m ἑαυτῶν ἡ n βλασφημοτάτη βρῶσις, τούτου χάριν τῷ νικῶντι δοθῆναι φαγεῖν τοῦ μάννα o ἀντὶ τῆς ἀκαθάρτου βρώσεως τε καὶ βδελυρᾶςp ὑπέσχετο. Μάννα δὲ τροπικῶς ὁ ἄρτος ἐστι τῆς ζωῆς, ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν, ἢ q καὶ πάντα τὰ μέλλοντα ἀγαθὰ, ὡς οὐρανόθεν καὶ αὐτὰ καταπτάμενα, πτάμενα, ὅπου καὶ ἡ ἄνω Ἰερουσαλήμ. νικῶντι δὲ τὸν διάβολον, δοθῆναι καὶ ψῆφον λευκὴν, τουτέστι, δόξῃ λελαμπρυσμένην. τοῦτο δὲ, τὴν λευκὴν ψῆφον, τὴν ἀπὸ τῶν ἐν τοῖς θεάτροις καὶ τοῖς σταδίοις ἀγωνιζομένων γνώριμον οὖσαν, τοῖς νικῶσι παρεχομένην, ἐνταῦθα τέθεικεν. ὄνομα δὲ καινὸν, τῇ παρούσῃ ζωῇ ἀγνοούμενον. “ τὰ γὰρ ἀγαθὰ ἃ τοῖς ἀγαπῶσιν αὐτὸν ἡτοίμασεν ὁ Θεὸς, ὀφθαλ- “ ’μὸς οὐκ εἶεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου “ οὐκ ἀνέβη.’’ οὒτε r τὸ ὄνομα ὃ οἱ s ἅγιοι κληρονομήσουσι t. πῶς γὰρ οἷόν τε φθαρτῇ u γνώσει τὰ ἄφθαρτα παραδηλοῦσθαι.

v Τῷ νικῶντι. χήτει ὀπίσω.

Καὶ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

Εἰκότως· ᾧ γὰρ ἡ δόσις, τούτῳ καὶ ἡ γνῶσις παρομαρτεῖ μετ’ αἰσθήσεως.