Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Τὰ δηλωθέντα τῷ ἐν τῇ Σμυρναίων ἐκκλησίᾳ Ἀγγέλῳ.
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Σμύρνη ἐκκλησίας γράψον. τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν. οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσὶν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
[*](k αὐτῷ B. l ζωῆς om. Edd. m τὸ om. B. n διαιωνίζουσαν B. ο φησὶ om. B. P τὸν Χριστόν φησιν B. q ζωὴ αἰώνιος B.)r Ὅτι οὐκ Ἀγγέλῳ τὰ προστάγματα ταῦτα, ἀλλὰ τῷ ἀθροίσματι τῶν πιστῶν ἐστὶν ἣ ᾿Εκκλησίᾳ, διεσαφεῖται ἤδη.
Σύνταξις τῶν προειρημένων κατὰ μικρὰς παραφράσεις καὶ τῶν ἐλλείπων ἀναπληρώσεως σαφηνείας χάριν, ταῦτα χρήματ’ ἵζει ὁ προαιώνιος τῇ φύσει, καὶ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν διὰ φιλανθρωπίαν ἄνθρωπος Ἰησοῦς Χριστός. δι’ ἣν φιλανθρωπίαν πεῖραν ἠνέσχετο θανάτου τριημέρου, καὶ ἀνέστη εἰς παλινζωΐαν ἡμᾶς ἐπελπίζων ἀνελλιπῆ.
Πρῶτος καὶ ἔσχατος ὁ Χριστὸς, ὡς Θεὸς καὶ ἄνθρωπος. πρῶτος τῇ θείᾳ φύσει, ἔσχατος, ὡς δι’ ἡμᾶς ἐπ’ ἐσχάτων s ἄνθρωπος γενόμενος. καὶ νεκρὸς δὲ ὁ αὐτὸς τριήμερος, καὶ αὖθις ἀνοίξας ἡμῖν διὰ τῆς αὐτοῦ ἀναστάσεως ὁδὸν t τῆς ζωῆς. καὶ τι φησιν οὗτος “ οἶδά σου σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἃ δι’ ἐμὲ ὑπομένεις, ὑπὸ τῶν ἀπίστων μαστιζόμενος καὶ τῶν ὑπαρχόντων στερούμενος. μὴ οὑν ἐν τῷ θλίβεσθαι καὶ πτωχεύειν εἴπῃς καὶ αὐτός. “ τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ ἔγνως, ἐταπεινώ- “ σαμεν τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐ προσέσχες ; ” εἰ γὰρ καὶ ταῦτα, ἀλλὰ πλούσιος εἶ’, ἐν τοῖς πνευματικοῖς τὸν θησαυρὸν ἔχων κεκρυμμένον ἐν τῷ ἀγρῷ τῆς καρδίας σου, ὅς ἐστιν ὁ Χριστός· δι’ ὃν καὶ πλούσιος εἶ, ὡς τοῦτον ἔχων σκεπαστὴν, ὃς καὶ αὐτὸς πλούσιος ὣν, ἐπτώχευσε δι’ ἡμᾶς.
Οἶδά σου τὰ ἔργα.
Δηλαδὴ τὰ χρηστὰ καὶ τὴν διὰ ταῦτα θλίψιν ἱν καὶ πτωχείαν, τὴν διὰ φθόνον ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου βλασφήμων Ἰουδαίων ἐπαγομένην ὑμῖν. οἱ τινες Ἰουδαῖοι ὀνόματι μόνον u, τῇ δὲ ἀληθείᾳ συναγωγὴ τοῦ διαβόλου εἰσίν. ἀλλὰ κἂν ἐξ ἐπηρείας πτωχεύῃς, ἐμοὶ ἀνακείμενος τῷ πάντων x ἀγαθῶν πρυτάνει, πλούσιος εἶ. διόπερ μηδὲν φοβοῦ τῶν μελλόντων σοι ἐπενεχθῆναι ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου θλιβερῶν ἐγκλεισμῶν φυλακῆς καὶ πειρασμῶν ἄλλων y, ὣν ἐφήμερος ἡ ἐπιφορὰ, καὶ ὅσον εἰ καὶ ἡμερῶν δέκα ἐξισουμένη ; γίνου οὖν καρτερικὸς καὶ μὴ ἐκλυόμενος μέχρι θανάτου, ὑπὲρ ὧν λήψῃ τὸν στέφανον τῆς ζωῆς.
[*](r Hoc et seq. Schol. carent Edd. dedi ex Cod. B. s ἔσχατον Edd. t τὴν ὁδὸν B. u ὀνόματι μόνον Ἰουδαῖοι B. x τῶν πάντων B. γ ἐγκλεισμῶν φυλ. καὶ πειρ. ἄλλων add. ex B.)Καὶ τὴν βλασφημίαν.
Κατὰ κοινοῦ τὸ, “ οἶδά σου, ἵνα ἐξακούηται οὕτως. οἶδά σου τὰ ἔργα, οἶδα καὶ τὴν βλασφημίαν τῶν τῷ λόγῳ μὲν Ἰουδαίων, ἔργῳ δὲ συναγωγῆς τοῦ Σατανᾶ. οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ, καὶ τῇ περιτομῇ τῆς καρδίας, ὁ διὰ τῆς z τοῦ φαινομένου περιβλητοῦ τῷ γεννητικῷ μορίῳ δέρματος a ἀφαιρέσεως τοῦ ὑλικοῦ τοῦδε παντὸς βίου ἀλλοτριούμενον b ἑαυτὸν αἰνιττόμενος, καὶ πρὸς τὰ θεῖα c τῇ ψυχῇ ἐνσκευαζόμενον d. εἰ γὰρ Ἰούδας μὲν ἐξομολόγησις ἑρμηνεύεται, Ἰσραὴλ δὲ νοῦς ὁρῶν Θεὸν, πάντως οἱ ἀληθεῖς Ιουδαῖοι καὶ ᾿Ισραὴλ οὗτοι εἰσὶν, οἱ Χριστῷ ἐξομολογούμενοι, ἤγουν εὐχαριστοῦντες ἀνθ’ ὧν μεγάλα εὐεργέθημεν τῇ διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς e ἐπιδημίᾳ. τοῦτο γὰρ ἡ ἐξομολόγησις δηλοῦν βούλεται. Ἰσραὴλ δὲ, ὃς f νῷ Θεὸν ὁρᾷ ἠξιωμένος g, μηδενὶ τῶν ἀσχολεῖν εἰωθότων ἐπιπροσθούμενος h. οὐκοῦν οὐδὲ Ἰουδαῖοι οὔτε i Ἰσραὴλ οἱ τῇ ἀπιστίᾳ ἐμμένοντες k ἀνεπιστρόφως, ἀλλὰ βλασφημοῦντες συναγωγὴν ἑαυτοὺς ἀποφαίνουσι τοῦ Σατανᾶ ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα, ἅτε καὶ στρατηγουμένους l ὑπ’ αὐτοῦ.
m Ἀλλὰ μὴ φοβεῖσθαι, φησὶν, ἃ γὰρ μέλλεις κακοπαθεῖν, εἰς ὀλίγον χρόνον τούτων ἡ θλίψις, καὶ οὐδ’ ὅσον δέκα ἡμέραις παραμετρεῖσθαι ἀξία. ὅτι δοκίμιον ὑμῖν τοῦτο δίδοται τῆς πίστεως· διὸ καὶ ὁ Θεὸς συνεργεῖ. δοκίμους μὲν ὑμᾶς ἀποφαίνων, τὸν δὲ διάβολον καταισχύνων, οὗ ἐνεργείᾳ οἱ κακοποιοὶ ἐπιτίθενται τοῖς εὐσεβέσι. δεῖ δὲ καρτερεῖν ἄχρι θανάτου εἰς ἀντάμειψιν στεφάνων ζωῆς. διὸ καὶ εἴρηται, “ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθή- “ σεται,’’ οὐχ ὁ ῥίψασπις καὶ πρὸς τοὺς ἀγῶνας μαλακίᾳ ἐνδούς.
Ὁ ἔχων οὖς ἀκουσάτω.
Ὁ τῆ πνευματικῇ συγκροτούμενος αἰσθήσει, καὶ νικῶν τὰ πνευματικὰ τῆς πονηρίας, ἀκουσάτω τοῦ πρὸς νίκην τούτων ἐπαλείφοντος θείου Πνεύματος.
[*](z τῷ διὰ τοῦ B. a δέρματος om. B. b ἀλλοτριοῦν αἰνιττομένου B. c τὸ πρὸς τὰ θεῖα B. d ἐπηλήθη ψυχῇ ἐνσκευαζόμενον περιαιρεῖν B. e τῇ πρὸς ἡμᾶς αὐτοῦ διὰ σαρκὸς. f οἳ B. g ἠξιωμένοι B. h ἐπιπροσθούμενοι B. i οὕτος B. k ἐμμεμενηκότες B. l στρατηγούμενοι B. m Hsec et seq. Schol, quibus carent Edd. dedi e Cod. B.)Ὁ νικῶ n οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
Ἀκριβὲς τὸ εἰρημένον, ὅτι δύο θανάτων ἀνθρώποις ὄντων, πρώτου τοῦ φυσικοῦ, ὅς ἐστι χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, κατὰ τὴν δικαίαν καὶ ἀπαραίτητον ἀπόφανσιν o τοῦ παντοκράτορος Θεοῦ, τὴν, “ ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.’ τοῦτον τὸν θάνατον ἀνυπερθέτως, πάντες ἄνθρωποι P δίκαιοι καὶ ἁμαρτωλοὶ μέτιμεν. δευτέρου δὲ πάλιν θανάτου καὶ ὀλεθριωτέρου, τοῦ δι’ ἁμαρτίας ὄντος, ὂν τὸ τῆς ἀκολάστου q καὶ σαρκικῆς καὶ ἡδυπαθοῦς ζωῆς δέλεαρ τοῖς r ἀνθρώποις οἶδε πορίζειν. διὸ s καὶ ὁ Κύριος τοὺς ταύτην μεταδιώκοντας νεκροὺς ὀνομάζει, ὅταν φῆ, “ ἄφετε τοὺς “ νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.’’ τοῦτον τὸν θάνατον, τὴν ἐμπαθῆ λέγω ζωὴν,) ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ τῆς γεέννης εἰς ἀδιάλειπτον θανάτου u.