Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Τὰ γεγραμμένα τῷ τῆς Θυατείρων ἐκκλησίας Ἀγγέλῳ.
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον. τάδε λέγει ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ. οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν, καὶ τὴν διακονίαν, καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
Σαφέστερον ἑαυτοῦ παρέχεται γνώρισμα ὁ χρηματίζων τῷ Εὐαγγελιστῇ, Υἱὸν ἑαυτὸν καταγγέλλων Θεοῦ, ἔχοντα τοὺς ὀφθαλ- [*](l τῶν μιαρῶν om. B. m ἀκαθαρτομιξίᾳ B n ἡ om. B. ο τοῦ μάννα φαγεῖν B. p ἀντὶ βρώσεως ἀκαθ. καὶ βδελ. B. q εἰ Edd. r τοῦτο δὲ Edd. s οἱ Edd. om. ὃ. t κληρονομοῦσι B. u φθαρῶ B. V Quæ seqq. des.)
Οἶδά σου τὰ ἔργα.
Ἔργα, μόνα τὰ k τῷ Θεῷ ἀνακείμενα λάμβανε l. τὸ εἰδέναι δὲ ἐνταῦθα m, τὴν οἰκείωσιν σημαίνει, ὡσπερεὶ ἔλεγεν, οἰκείως κατὰ πάντα διαγίνῃ. οὕτω καὶ πρὸς Μωαϋσῆ ἡνίκα λέγει, “ οἶδά σε “ παρὰ πάντας,” καὶ τὸ, “ οἶδε Κύριος τοὺς ὄντας αὐτοῦ, οὐκ ἄλλο οὐδὲν, ἢ τὴν οἰκείωσιν n παριστᾷν βούλεται. οἱονεὶ, “ οἰκείως “ διάκειμαι πρὸς τοὺς ἐμοὶ τὰς ἑαυτῶν ἀνατιθέντας σπουδάς.
[*](X φλογὶ ἀφομοιωμ. B. y μεταλαχὼν Edd. z καὶ om. B. a ὡς οἷά τινι B. b κατὰ om. B. c εἰς θάνατον B. d ὃν ἡ B. e βιωτὴ B. f ξῶ ἐγὼ om. B. g τὸν om. Edd. h νοεῖν τὸν προαιώνιον λόγον B. i ὑπερανεστηκυίας Edd. k τὰ πρὸς μόνα B. l σχολάξειν B. m ἐνταῦθα νῦν B. n οἰκείωσίν μοι B.)ἀγάπην δὲ τὴν πρὸς τὰ θεῖα πεποίθησιν, ὡσαύτως καὶ τὴν πίστιν. ἡ γὰρ εἰλικρινὴς ἀγάπη τῷ διαλλήλῳ o κρατύνεται κατορθώματι. διακονίαν δὲ, τὴν πρὸς τοὺς δεομένους ἐπικουρίαν φησὶ, καὶ ὐπομονην τὴν καρτερίαν τὴν πρὸς τοὺς πειρασμοὺς.
Τὰ ἔσχατα πλείονα τῶν πρώτων.
“ Τὰ ἔσχατα πλείονα τῶν πρώτων εἰπὼν, ἐνέφηνεν ὅτι προιόντες τὴν ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, διὰ τῆς ἐργασίας τῶν θείων ἐντολῶν ἀτρύτῳ πόνῳ κοπιωσιν p.
Ἀλλ’ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἀφίῃς τὴν γυναῖκά σου Ἱεζαβὲλ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, διδάσκειν καὶ πλανᾷν τοὺς ἐμοὺς δούλους, πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ. καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ αὐτῆς εἰς θλῖψιν μεγάλην. ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ. καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι, ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας. καὶ δώσω ὑμῖν ἑκάστῳ κάτα τὰ ἔργα ὑμῶν.
Εἰ διὰ τὴν πίστιν, φησὶ, καὶ τὴν περὶ τοὺς δεομένους χορηγίαν, τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλ’ οὖν δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν ἐᾶτε ἀκμάζειν ἐν μέσῳ ὑμῶν λέγει δὲ τροπικῶς ταύτην διὰ τοῦ τῆς Ιεζαβὲλ ὀνόματος r τῆς τῷ Ἀχαὰβ συνοικησάσης, ταύτῃ παραβάλλων καὶ τοὺς ἀπὸ Νικολάου διὰ τὴν ἀσέλγειαν καὶ ἀσέβειαν. ἐπιμέμφεται οὖν ὅτι οὐ διώκουσιν s αὐτὴν, τουτέστιν, οὐκ ἀπωθοῦνται t αὐτὴν, ἀναιδῶς βλασφημοῦσαν καταισχύνοντες u, ἀλλ’ ἀνέχονται κοινωνεῖν αὑτοῖς τοῦ ὀνόματος τῶν x Χριστιανῶν, ὑφ’ οὗ y λανθανόντως τοῖς ἁπλουστέροις τῶν δούλων μου, φησὶ, παρέχει σκάνδαλον. οὐχ ὅπως πορνείας, ἀλλ’ ἤδη καὶ μιαροφαγίας, πορνείαν ἣ τὴν αἰσθητὴν λέγων, ἢ τὴν ἀπὸ Θεοῦ ἔκκλισιν, καθὸ καὶ [*](ο διαλλη cum parva lacuna B. p ποιοῦνται B. q ἐᾶτε ἅκ. ἐν μέσῳ ὕμ’. om. B. r ὀνομαστῆς B. s διώκει B. t ἀπωθῆται B. u καταισχύνων B. x τοῦ B. y ᾧ B.)
Καὶ πλανᾷν τοὺς ἐμοὺς δούλους.
τοὺς ἁπλότητι τρόπου βεβιωκότας, πλάνῃ ἓλκουσαν i εἰς πορνείαν καὶ βρῶσιν ἀπηγορευμένων. Καὶ ἔδωκα αὐτῇ. Εγώ φησιν ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν ἐπιστροφὴν ζητῶν k, δέδωκα αὐτῇ μετανοίας καιρὸν, τὴν τιμωρίαν τέως ὑπερτιθέμενος. ἡ δὲ τῇ ἀνοχῇ κατεχρήσατο εἰς ἀμέλειαν l ἐνευκαιροῦσα τῷ ὀλεθρίῳ αὐτῆς m, ἀλλ’ οὐ τῆς σωτηρίας ἐπιστροφῆς ἀπρὶξ ἐχομένη.
Καὶ οὐ θέλει n μετανοῆσαι.
(Τοῦτο γὰρ ἅτε Θεὸς ἐπίσταμαι, διὸ καὶ εἴρηται, “ ἐτάζων “ καρδίας καὶ νεφροὺς ὁ Θεὸς,”) ἐπεὶ o οὖν τῇ δεδομένῃ αὐτῇ πρὸς μετάνοιαν ἀνέσει οὐκ ἐχρήσατο, “ ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην· ἀντὶ τοῦ, εἰς ἀρρωστίαν. οἶδε γὰρ τὴν κλίνην ἡ γραφὴ ἀπὸ τῆς ἀρρωστίας λαμβάνειν, ὡς ὅταν λέγῃ, “ ὅλην τὴν κλίνην αὐτοῦ [*](z τῶν B. a αἱρέσεις B. b ἐπεφύοντο B. c ὃμως oni. B. d ἐστί om. B. e τῶν βδελυρῶν B. f τοῖς Νικολαϊταῖς παρομαρτεῖ B. g βοῶν τὸ B. h ἀλλοτριῶται B. i πλανᾷ ἕλκουσα B. k ζητῶν om. B. l ἐκτελέσαι B. m τῶν ὀλεθρίων αὐτῇ B. n ἐπειδὴ, φησὶν, οὐ θέλει B. o ἐπὶ B.)
“ Κλίνῃν,” τὴν ἐπίνοσον εἰς ἄνεσίν τινα συντελοῦσαν u.
Ἐὰν μὴ μετανοήσωσιν.
Καὶ ἐν τῇ ἀπειλῇ, χρηστότης ἐνθεωρεῖται. οὐ γὰρ ἐπάγει ἀμελλητεὶ x τὴν ἀξίαν τιμωρίαν, ἀλλὰ μετεωρίζει τὴν ἐπαγωγὴν μοπμολυκίῳ y, ὥσπερ ἐπισπάσασθαι τὴν μετάνοιαν κατεπείγων. Μῆ μέμψῃ ὃς ταῦτα μετέρχῃ, εἰ τὰ προληπτικῷ a παρατεθειμέμα. αὖθις ἀνασοβοῦμεν ταύτῃ παρατιθέμενοι· ἐκεῖ μὲν γὰρ τὸν ὅλον σκοπὸν τοῦ ῥητοῦ ἀνελλειπῆ διατηροῦντες, οὕτω προΐημεν· ἐνταῦθα δὲ τὸν οἰκεῖον τόπον τοῖς ἐφοδουμένοις παραδηλοῦντες, ὄκνου παντὸς τὴν σαφήνειαν προυτιμήσαμεν.
Καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι.
Ἐκ τοῦ τὰ λανθάνοντα τοὺς πολλοὺς b διὰ τὸ κρυφίως τοὺς αἱρεσιώτας τὰ βδελυρὰ πράττειν τὰ δηλονότι λανθάνοντα τοὺς πολλοὺς, λανθάνει δὲ τοὺς πιστοὺς ὑπὸ τῇ Χριστιανῶν κλήσει [*](p δὲ B. q Quæ sequuntur sic transponit Cod. B. ἐπείπερ τοὺς οὕτω πονηροὺς καὶ εὑρεσιλόγους οὐκ ἔστιν ἰσχὺς διὰ τρόπων ἁπλότητα ἐν ἀκακίᾳ πορεύεσθαι καρδίας ἐν μέσγ τοῦ οἴκου ὑμῶν προῃρημένους, λόγων πανουργίᾳ ἀντικαθίστασθαι. r μάχην ἀφοριζόμενός B. s ἀρκεῖ τὸ διὰ τῶν ἔργ’. B. t ἀκριβοῦς B. u Hoc Sch. om. Edd. x ἀμελλητὴ Edd. y μορμωλυκίῳ B. z Hoc Sch. carent Edd. a An προληπτικῶς ? b Om. Edd.)
Ὑμῖν δὲ λέγω, καὶ τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην. οἵ τινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ’ ὑμᾶς, ἄλλο βάρος. πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ ἃν ἥξω. καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου. καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωινόν. ὁ ἔχων οὖς ἀκουσάτω, τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Ἐπαγγειλάμενος ἕκαστον τοῦ οἰκείου κόπου ἀξίας τυγχάνειν τῆς ἀντιδόσεως, ἐπιφέρει λοιπὸν καὶ τὰ f πρὸς ἃ τὴν ἐργασίαν ἀπασχολῶν g τοῦ κατ’ ἀξίαν τεύξεται h. τοῖς οὖν οὐκ ἔχουσι τὴν πλάνην i διδαχὴν τῶν αἱρετιζόντων, τούτους ἀποδεχόμενος, φησὶν k, ἀρκεσθήσομαι τῇ ἀλυμάνῳ l διατηρήσει τοῦ οὗ ἔλαβον καταρχὰς θείου δωρήματος· βάρος δὲ ἄλλο οὐδὲν ἐπιθήσειν αὐτοῖς διὰ τὸ τοῦ ἔθους ἁπλοικὸν, ἀφ’ οὑ καὶ τὰ βάθη ἀγνοεῖν τὰ m τοῦ Σατανᾶ περίεστιν αὐτοῖς ὡς λέγουσι. βάρος δὲ, τὸ ἀπὸ τῆς λογομαχίας ἐπεισαγόμενον n τοῖς λογομαχοῦσιν ὀχληρόν. δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι.
Ὑμῖν λέγω.
Ἀπολύτως πρόεισι τῇ φράσει τῷ μεταβατικῷ συνδέσμῳ μὴ [*](c λανθάνειν δὲ ὑπὸ τῆ Xp. κλ. ἐναφανιζομένους B. d τούτους om. Edd. Jerem. xxiii. 24. εἰ κρυβ. τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν ; e οὕτως ἐχ’. om B. f τὰ om. Edd. g ἀπασχολοῦντας B. h τιμήσεται B i πλάνον B. k τούτου μόνον ἀποδεχόμενός φησιν αὐτοὺς B. l ἀλυμάστῳ B. m ἔλαβον ἁπλοἲκοῦ ἀφ’ οὗ Edd. n ἐπεισαττόμενον B.)
Τοῖς p αἰσχροποιοῖς ἐπαπειλήσας τὰ ἄξια, πρὸς τοὺς ἁπλούστερον ἐπανῃρημένους βιοῦν μεταφέρει τὸν λόγον, οὐδὲν ἄλλο ἀπαιτῶν ἀπ’ αὐτῶν, ἢ τὴν εὐσεβῆ τῆς πίστεως παρακαταθήκην ἀλύμαντον διαφυλάττειν ἄχρι τῆς αὐτοῦ παρουσίας. παρουσίαν δὲ λέγει 1, ἢ τὴν τελευταίαν ὅτε τὴν πάντων κρίσιν κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιήσει, ἢ τὴν ἑκάστου ἀποβίωσιν, ὅτε πρὸς αὐτὸν ἀπιοῦσιν ἡμῖν, ἅτε τὴν πολυάσχολον ταύτην ἀπολείπουσι ζωὴν ἐν ἀσφαλεῖ ἐσόμεθα καταστάσει, τὴν ἐλπίδα τῶν βεβιωμένων ἀπαραλόγιστον ἔχοντες. ὃ καὶ μᾶλλον στοιχεῖν οὐκ ἀδόκιμον.
Οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος.
Τὸ φλυαρίαις διαπληκτίζεσθαι πρὸς τοὺς αἱρετικοὺς μάχας ἐγειρούσας· δοῦλον δὲ Κυρίου, καὶ Παῦλός φησιν, οὐ δεῖ μάχεσθαι r.
Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν.
Τῶν μὲν s δι’ ἁπλότητα ἀπομάχων ἡ τήρησις τῶν ἐντολῶν ἀρκέσει πρὸς εὐαρέστησιν ἐμοί. τῶι δὲ ἐκ μάχης καὶ πάλης τὸ ἀριστεῖον ἐπιφερομένῳ, πρὸς θρίαμβον τῆς νίκης, δώσω, φησὶν, ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, ἤτοι καθὼς ἐν Εὐαγγελίοις ὁ Κύριος τῷ καλῶς οἰκονομήσαντι τὰς μνᾶς καὶ τὰ τάλαντα, “ ἔσο,’’ φησὶν, ἔπι δέκα πόλεις, καὶ ἑτέρῳ, ἐπὶ πέντε πόλεις u. καὶ ἐν τῶ Δανιὴλ, δοθῆναι λόγος τὴν βασιλείαν ἁγίοις Θεοῦ x. ἀρχὴν γάρ τινα καὶ ἐξουσίαν ταῦτα δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ τῶν. ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι z χρηζόντὢν. διὸ καὶ τὸ, [*](o Hoc Sch. carent Edd. p εἶτα τοῖς Edd. q δὲ λέγει om B. r Hoc Sch. add. e Cod. B. s μόνον B. t Sic B. τὸ Edd. u πόλεων B. x Hac cit. carent Edd. y τῶν om Edd. z διευθύνασθαι Edd.)
Ἄχρι τέλους.
Ἄχρι τέλους τῆς ἑαυτοῦ ζωῆς. ἐξ οὗ καὶ δῆλον ὡς ἡ παρουσία αὐτοῦ οὐχ ἡ ἐσχάτη h, ἀλλ’ ἡ ἑκάστου ἡμῶν πρὸς αὐτὸν τέως ἐστὶν, i τὸ πρὸς μίαν ὑπόστασιν τὸ θεῖον ὥσπερ καὶ φύσιν μίαν πρεσβεύειν ἀποικονομίαν βουλόμενος.
Ἄλλωσ. Τὸ ὁ νικῶν καὶ ὁ τηρῶν. αἱ πτώσεις αὗται κατὰ σύνταξιν τοῦ λόγου δοτικὴν ἀπαιτοῦσιν. ἧς οὐ πολὺ φροντίζει, τῆς συντάξεως λέγω, ὁ μόνης τῆς σωτηρίας ἡμῶν φροντίζων Θεός k.
Ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται.
Οὐ παραβολῆς ἐνταῦθα ἢ ὁμοιώσεως χάριν ἀφίξεως l εἴωθε τὸ ὡς m, παρειλῆφθαι n, ἀλλ’ αἰτιατικῶς, ἀντὶ τοῦ ἵνα. τοῦ ἐξακούεσθαι χάριν οὓτως o. διὰ τοῦτό, φησι, ῥάβδος δίδοται σιδηρᾶ, ἵνα τὰ [*](a ἅρμ’. ἐπὶ τ. τῇ πρ. om. Edd. b φησὶν Edd. c ἦσαν Edd. d ἀνίστασθαι Edd. e περιεισέδυ Edd. f ἐγσταίει, i. e. ἐνσταίη B. g φημὶ add. B. h ἐσχάτη καὶ τοῦτο μὲν γάρ· B. i æ seqq. usque ad βουλόμενος suppl. e Cod. B. k Et hoc Sch. suppl. e Cod. B. l ἀφίξεως carent Edd. m ὡς om. Edd. n παρείληπται B. o τοῦ ἐξ. χαρ. οὕ om. Edd.)
Ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου.
Τὸ λαβεῖν οὐ καθυπεροχὴν τοῦ διδόντος παρείληπται, ἀλλ’ εἰς παράστασιν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑποστάσεως. ὡς ἃν καὶ τοῦτο ὁ Λίβυς τῆς ἀληθείας ἐχθρὸς καταισχύνοιτο r.
τὸν πρωινόν.
Ἀστέρα πρωινόν φησιν ὁ προφήτης Ἡσαΐας περὶ τοῦ Ἀσσυρίου, ἤτοι τοῦ Σατανᾶ, ὃν καὶ ὁ Χριστὸς ἐκ τοῦ οὐρανοῦ τεθεᾶσθαι ὡς ἀστραπὴν πεσόντα, καὶ δεδόσθαι εἰς καταπάτημα τοῖς ἁγίοις ἀπήγγελται s. ὃν καὶ Παῦλος συντρίψειν Θεὸν t ὁ Θεὸς ὑπὸ τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ εὒχεται u. καὶ Δαβὶδ ἐπιρρωννύων τὸν κατὰ Θεὸν τὸν ὕψιστον προσίοντα x, “ ἐπὶ ἀσπίδα,” φησὶ, “καὶ “ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.’’ ἢ οὖν ἀστέρα τοῦτον διδόναι ἡ θεοκλυτία y ἐπαγγέλλεται, ἣ τὸν ὑπὸ τοῦ Πέτρου λεχθέντα φωσφόρον ἐν ταῖς καρδίαις τῶν πιστῶν ἀνατέλλοντα, τὸ τῶ Χριστοῦ δηλαδὴ φῶς. ἀστὴρ δὲ τοῦ ἡλίου Χριστοῦ τῆς παρουσίας προανατείλας καὶ ὁ βαπτιστὴς Ἰωάννης a, καὶ ὁ Θεσβίτης Ἠλίας τῆς δευτέρας παρουσίας Χριστοῦ b προάγγελος, μεθ’ ὧν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. οὐ θαυμαστὸν δὲ εἰ ἐπὶ τῶν ἄγαν ἀντικειμένων τὸ αὐτὸ ἐξειλήφαμεν, ἐπεὶ καὶ λέων ὁ Χριστὸς c ἐκ βλαστοῦ τοῦ Ἰούδα ἀναθορὼν, καὶ ἐκ βασᾶν δὲ λέων ὁ Ἀντίχριστος κατὰ τὴν θείαν γραφὴν ἀφορμώμενος, ἑκατέρου πρὸς τὸ ὑποκείμενον ἁρμοζομένου. νοεῖται δὲ καὶ ἡ τοῦ μέλλοντος αἰῶνος ἀνατολὴ, ἥτις τῶ σκότῳ τοῦ παρόντος βίου, κἂν εἰ φῶς νομίζεται, καλυφθήσεται· [*](p χρήσει B. q His carent Edd. r Et hsec add. e Cod. B. s ἐπήγγελται B. t φησὶν ὃτι συντρίβειν ὁ Θ. Edd. u ἔρχεται Edd. x παριόντα Edd. y θεοκλητία Edd. z τοῦ om. B. a ἀστὴρ δὲ καὶ ὁ βάπτ’. Ἴω. τοῦ ἡλ. Χρ. τῆς πη. πρόαν. B. b δεῦτ’. Xp. παρ. B. c ὁ Χριστὸς om. Edd.)