Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Οπως διὰ τῆς τρίτης, οἱ ποταμοὶ εἰς αἷμα μετακιρνῶνται.

Καὶ ὁ τρίτος ἐξέχεε φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ Ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ ὁ ὣν καὶ ὁ ἦν ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιιεῖν· ἄξιοι γάρ εἰσιν. καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου λέγοντος, Ναὶ Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

b Κᾀντεῦθεν δείκνυται τοῖς στοιχείοις ἐπιτετάχθαι Ἀγγέλους. ὠν ἕνα τὸν ἐπὶ τῶν ὑδάτων ὑμνεῖν φησὶ τὸν Θεὸν, ἐπὶ τῆ κατ ἀξίαν καταδίκῃ τῶν παραβεβηκότων, οἳ τὰς χεῖρας τοῖς αἵμασιν ἐμόλυναν τῶν ἁγίων. καὶ πρὶν μὲν, μάλιστα δὲ τὸ τηνικαῦτα ἐν τῷ τοῦ Ἀντιχρίστου καιρῷ, ἀνθ’ ὧν τῇ τῶν αἱμάτων διαφόρῳ δίψῃ τοὺς τολμῶντας ἐκάλεσε. διαφθαρέντων γὰρ ποταμῶν καὶ συστημάτων τῶν πηγαίων, ποθὲν ἃν ἄλλοθεν τὴν δίψαν ἀκέσαιντο;

Καὶ ἤκουσα τοῦ Ἀγγέλου τῶν ὑδάτων.

Οὐ μόνον ἔφοροι τῶν ἐθνῶν κατὰ τὸν νομοθέτην Μωüσῆν αἱ θεῖαι δυνάμεις, ἀλλὰ καὶ τῶν κοσμικῶν στοιχείων, ὥσπερ ἡμῖν διὰ τῶν παρόντων ἡ θεόθεν αὕτη Ἀποκάλυψις εἰσηγεῖται. ἀπὸ τῶν αὐτῶν νοερῶν καὶ θείων πνευμάτων εἶναι μανθάνομεν ἐφόρους. παντοδύναμος γὰρ ὣν ὁ Θεὸς καὶ προνοῶν τῶν αὐτοῦ κτισμάτων ἀνενδεῶς, οὐ γὰρ τὸ θελῆσαι μόνον ἔργον ἐστὶ παριστάμενον, καὶ οὑ τῇ ὁρμῇ του βουλήματος οὐσιώθη τὸ πᾶν, πῶς ἃν ὁ τοιοῦτος δεηθείη τοῦ συνεργοῦ, καὶ προστὰς εὐεργεσίας συλληψομένου; ἀλλ’ ἐπειδὴ ὁ ἕτερον εὐεργετῶν ἀνενδέης ἦ, οὐ τοσοῦτον ἐκεῖνον ὅσον ἑαυτὸν ὠφελεῖ. ἔταξεν ὁ Θεὸς τῆς νοερᾶς αὐτοῦ διακοσμήσεως ὑπουργούς· ἀνενδεεῖς μὲν καὶ αὐτοὺς, ἅτε τὸ εἶναι καὶ αὐτοὺς τῷ πρὸς τὸ θεῖον ἐγγύτητι τὸ ἀνενδεὲς καταπλουτοῦντας, τῶν ἐπιγείων ἐνδείᾳ πιεζομένων ἀγαθωσύνης προνοητάς. ὃ καὶ [*](b Hoc Sch. deest Cod. B. c Quæ seq. om.)

413
Δανιὴλ ἐκδιδάσκει, τὸν Μιχαὴλ εἰσάγων τὸν Ἀρχάγγελον ἔφορον τοῦ Ἰουδαίων φύλου. ὥσπερ καὶ νῦν ἡ Ἀποκάλυψις **οτη τὸν ἐπὶ τῶν ὑδάτων Ἄγγελον τεταγμένον. ἐκ δ΄ γὰρ στοιχείων τῆς ἐπιγείου κτίσεως ἐμπεπηγυίας, ἀέρος, πυρὸς, γῆς τε καὶ ὕδατος· τὰ γὰρ οὐράνιά τινες εἰς πέμπτην φύσιν σώματος ἔταξαν διὰ τὴν κυκλοφορίαν· ἀὴρ γὰρ καὶ πῦρ καὶ ὕδωρ, τὴν κατ’ εὐθυωρίαν εἴληχε κίνησιν. τὰ μὲν οὑν τρία τῶν στοιχείων πῦρ καὶ γῆ καὶ ἀὴρ ἄφθονα, ἀὴρ εἰς ἀναπνόην, πῦρ εἰς θάλψιν, γῆ πρὸς τροφὴν ἅτε μητὴρ, καὶ πρὸς ταφήν· καὶ ἐπειδὴ καὶ ταῦτα, εἰ καὶ στοιχεῖα, πλὴν οὐχ ἁπλότητος ἐπειλημμένα, ὡς δῆλον ἀφ’ ὧν καὶ ἐξ ἀέρος ἀποθλιβομένου τῷ συγκρουσμῷ τῶν στερεωτέρων ὑλῶν καὶ ἀποθλίψει πῦρ ἀποπάλλεται· ἤδη δὲ καὶ ἐξ ὕδατος ἐν σκεύεσιν ὑάλου στεγομένου ἕλκεται πῦρ, ὅταν πρὸς ἥλιον μάλιστα ἀνίσχοντα ἀντιπρόσωπα γένωνται· ἀλλὰ τούτων μὲν ἀφθονία πολλὴ τῆς χρήσεως. μόνου δὲ τοῦ ποτίμου οὐ πάρεστιν ἐν πηγαῖς τε καὶ κρήναις καὶ φρέασι καὶ ποταμοῖς· καὶ τοῦ ἀερίου ὃ ταῖς νεφέλαις μετεωριζόμενον εὔκαιρον ἐκ θείου προστάγματος δίδωσιν ἡμῖν ὑετὸν, ὃ τρέφει πᾶν ζῶον. καὶ ἐπειδὴ οὐκ ἄφθονος τούτου ἡ παροχὴ, τέτακται τις τῶν θείων Ἀγγέλων οἱα ταμιοῦχος, ὡς ἀνενδεῶς τε τοῦτο καὶ σύμμετρον τῇ χρείᾳ παρέχη δεομένοις· διὸ πολλάκις ταῖς κακίαις ἡμῶν πρὸς ἀξίαν, ἢ ὑπερβλύζον ἢ * πτόμενον αὐχμοῖς καὶ λιμοῖς ἐπιφέρει τὴν κάκωσιν, τούτου, φησι, τοῦ Ἀγγέλου τοῦ ἐπὶ τῶν ὑδάτων, ἤκουσα ὅσα ἡ ἑξῆς ἀναπτύξει γραφή.

Δίκαιος εἶ ὁ ὣν καὶ ὁ ἦν ὁ ὅσιος.

Τὸ μὲν, “δίκαιος,” τὸ πρὸς ἀξίαν βραβεύειν δηλοῖ, τὸ δὲ “ὢν,” τὸ ἀτελεύτητον, τὸ δὲ “ ἠν, ” τὸ ἄναρχον, τὸ δὲ “ὅσιος,” τον u πάσης προσπαθείας θνητῆς. διὸ καὶ ταῦτα ἔκρινεν, ἴνα οἱ εκχεαντες αἵματα ἁγίων, αἷμα πίωσιν. ἁγίων δὲ τῶν ὑπὸ τῶν ὑπασπιστῶν τοῦ Ἀντιχρίστου κεκακωμένων. προφητῶν δὲ, Ἐνὼχ καὶ Ἠλία, ἐπεὶ καὶ αὐτοὺς ἀποκτενοῦσι. πῶς δὲ αἷμα πίωσιν; ἐξ ἀναγκαίου γὰρ οἱ ἐν πολέμοις παρὰ ποταμοὺς ἐστρατοπεδευκότες, μεμολυσμένον πολλάκις e αἵματι ὕδωρ πίνουσιν f ἐκ τῆς τῶν θνησκόντων αναιρεσεως.

[*](d τὸ B. e πολλάκις om. B. f πίονται B.)
414

Καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου.

Σύμφωνον τῷ Ἀγγέλῳ τῷ ἐπὶ τῶν ὑδάτων, ὁ ἐπὶ τοῦ θυσιαστηρίου g. στηρίου γ. τοῦτον δὲ, ἔστι μὲν νοεῖν καὶ αὐτὸν τὸν Χριστὸν, ὡς καὶ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ προσφερομένων τῷ Θεῷ καὶ πατρὶ, τῶν λογικῶν ὁλοκαρπώσεων καὶ τῶν ζωσῶν θυσιῶν, ἃ προσφέρειν ἐκ τοῦ Ἀποστόλου ἐμάθομεν. ἔνι δὲ νοεῖν καὶ εἰς τὰς ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων. εἰρῆσθαι δὲ θυσιαστήριον ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον συνεκδοχικῷ τῷ τρόπῳ. ἐκ τούτου τοίνυν τοῦ λογικοῦ καὶ λειτουργικοῦ θυσιαστηρίου, τὴν φωνήν φησιν ἐνεχθῆναι, δικαιοῦσαν τὰ τοῦ Θεοῦ κρίματα πάντα λόγον καὶ νοῦν ὑπερβαίνοντα. h ἐπεὶ τοίνυν χαίρειν εἰκὸς καὶ ἑορτάζειν τὰς νοερὰς δυνάμεις, καὶ ἐπὶ τῇ ἀνταμοιβῇ τῶν ἑκάστῳ βεβιωμένων, καὶ ἐπὶ τῇ σωτηρίῳ ἐπιστροφῇ τῶν διὰ μετανοίας ἀναπαλαισάντων. ἀλλὰ καὶ ἐπ’ αὐτοῖς τοῖς διὰ τῆς παρούσης κολάσεως μετριωτέραν ἕξειν τὴν μέλλουσαν φιλανθρωπίαν Θεοῦ ἀπεκδεχομένοις· οὐ γὰρ τάξει Κύριος δὶς ἐπὶ τὸ αὐτό· σπουδῇ τὸ ἀπὸ τοῦδε τὴν σωτηρίαν ἐπεργασώμεθα.

i Ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

“Ἀληθιναὶ, ” οὐ γὰρ ματαιότητι ἐπαγγελιῶν ἐκταράττουσαι ἢ ἐνηδύνουσαι ἐπὶ ψιλῶν ἀτελευτῶσι ῥημάτων, ἀλλὰ καὶ ἔργοις ἀπροσπάθεσι τὸ ἔμπρακτον ἀποφέρονται. “ κρίσεις” οὐ τὸ αὐτοκράτως ἐπελθὼν εἰς ἔκβασιν ἐπιφέρονται· τῷ λελογισμένῳ δὲ ἐξακριβούμενα τὸ ἀμεμφὲς ἐγκολπίζονται.