Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Πληγὴ δευτέρα κατὰ τῶν ἐν θαλάσσῃ ἐπιτιμωμένων.

Καὶ ὁ δεύτερος Ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῆ θαλάσσῃ.

Θάλασσαν, εἴτε τὸ ἄστατόν τις x τοῦ παρόντος αἰῶνος ἐκδέχεσθαι βούλεται, καθ’ ὃν y τὸ τηνικαῦτα ἔθνους ἐπ’ ἔθνος πολεμίως ἐγειρομένου καὶ ναυμαχιῶν συγροτουμένων καὶ πεζομαχιῶν θαλάσσᾳ καὶ γῇ, τῶν ἀποκτεινυμένων καὶ ποταμοὶ φοινίσσονται αἵματι, οὐδὲν ἀπεικὸς εἴτε καὶ θείᾳ δυνάμει πρὸς ἔλεγχον τῶν ἀπατωμένων τῆς εὐκολίας ὑπὸ τῶν ἁγίων προφητῶν Ἐνὼχ Ἡλία μεταβολὴ γένοιτο ὑδάτων εἰς αἷμα, καὶ ἐν Αἰγύπτῳ ὑπὸ Μωüσέως ὁ ποταμός· ὃ καὶ μᾶλλον τυχεῖν z ἡ ἐπιφορὰ τοῦ ῥητοῦ δίδωσιν, αἷμα φάσκοντος, οὐχὶ νεκροῦ, ἀλλ’ “ὡς νεκροῦ,’’ τοῦ “ὡς” μορίου οὐκ ἐνέργειαν, ἀλλ’ ὁμοιότητα ὡς ἐπίπαν παριστῶντος, οὐκ ἀποτυχόντως ἃν εἴη τοῦ σκοποῦ. “ νεκροῦ’’ δὲ τοῦ ἐσφαγμένου.

Εἴ τις τὴν ἀνάπτυξιν αἰσθητὴν ἐκλήψεσθαι οἴοιτο, οὐδὲν διοιστέον. ταῦτα δὲ συμβαίνειν μέλλεσθαι εἰς ἔνδειξιν τοῦ * * ἃν καὶ οἱ βέβαιοι τὴν πίστιν ταῖς παραδοξοσημείαις νεῖ καὶ ἀστήρικτοι φοβηθεῖεν τὴν κτίσιν ἀντιτασ[σο]μένην τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου ὁρῶντες. τοὺς πολέμους δὲ καὶ σφαγὰς διὰ τούτων εἰκὸς σημαίνεσθαι, τοῦ Γὼγ φημὶ καὶ Μαγώγ, καταλλήλων κινουμένων ἐν τοῖς τέτρασι μέρεσι τῆς γῆς, κατὰ βασιλέων βασιλεῖς καὶ ἐθνῶν ἐπὶ ἔθνη, ἀφ’ ὧν καὶ αἱ ναυμαχίαι καὶ αἱ πεζομαχίαι τῷ λύθρῳ τῶν αἱμάτων ἐπίσχωσι.

a Πᾶσα ψυχὴ ζῶσα.

“Ψυχὴ,” ἡ τῷ ψυχικῷ βίῳ συγκροτουμένη, ἥτις καὶ ἀνεπίδεκτος τῶν τοῦ Πνεύματος τοῦ Θεοῦ διατελοῦσα, ἐπιμωρίας τραχηλιάζεται, ὡς καὶ τῷ θείῳ Παύλῳ δοκεῖ, τῷ θεοπειθεῖ **ρ οὐ θάνατος ὁ παρὼν, ἀλλὰ ζωὴ πρὸς ἀνεπίμοχθον παραπέμπων καὶ ἀταλαίπωρον ζωήν.

[*](x ἀστάθμητον τοῦ Edd. y ἓν Edd. z στοιχεῖν B. a Hoc Sch. carent Edd.)
412