Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Ὅπως διὰ τῆς τετάρτης, κουματίζονται οἱ ἄνθρωποι.

Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους· καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ [*](g τὸ θυσιαστήριον B. h Om. Edd. ad fin. Schol. i Hoc. Sch. carent Edd.)

415
τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας. καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξιν.

Ταῦτα ὁποτέρως ἄν τις ἐκλάβοι, ἀλληγορίας λόγοις φημὶ, ἢ ἐνεργείᾳ πραγμάτων, οὐκ ἔξω τοῦ εἰκότος ἀπενεχθείη. εἴτε γὰρ ἥλιον τὸν τῆς ἡμέρας οἰηθείη δρόμον, καθ’ ὃν ἑκάστοτε τὰ δυσχερῆ καὶ κατάγχοντα τοὺς ἀσελγαίνοντας πρὸς ἐπιστροφὴν καταλήψεται· καθὸ καὶ εἴρηται “ ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας “ αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρός σε.” ἣ καὶ ἥλιον αὐχμῷ καὶ συνοχῇ καὶ ἀπορίᾳ τῶν κατὰ πόλεμον χαλεπῶν τῷ παρ’ αὐτοῦ φλογμῷ δραστικώτερον καυματίσαντα, ὅτι καὶ ὁ αὐτὸς μαστίζει ἐπιστροφὴν αὐτοῖς μνώμενος, οὐδὲν διοίσει ἀφ ἑκατέρα; ἐκδοχῆς πρὸς ἓν καὶ τὸ αὐτὸ κατάλυμα τῆς ἐννοίας αὐλίζεσθαι. τῷ γοῦν μηδὲν ἐκ τούτων τῆς ἀξίας τῶν τοιούτων μαστίγων πρὸς ἐπιστροφὴν ἀπιδεῖν, ἀλλὰ διαφοροῦντας περί τε τὰς εὐεργεσίας, πέρι τε τὰς πρὸς ἐπιστροφὴν κολάσεις. ἀσεβὴς γὰρ ἐμπεσὼν εἰς βάθος κακῶ, καταφωνεῖ, ἐπήνεγκε πρὸς τὸ ἀνεπιστρόφῳ ἀνομίᾳ ἐπ’ ἀνομίᾳ προστιθέντες, τὸν Θεὸν ἐβλασφήμησαν· τοῦτο καὶ νῦν ὁρᾷν ἐστι. τοῖς γὰρ περισχοῦσιν ἡμᾶς ἐκ βαρβαρικῶν ἐφόδων κακοῖς ἀνοηταίνοντες, οὐ μόνον ἀπὸ τῶν πονηρῶν ἡμῶν ἐπιτηδευμάτων οὐκ ἐκκλίνομεν, ἀλλὰ καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ αἰτιώμεθα, ὡς ἡμῖν ταμιευσάσης τὰς τοιαύτας κακώσεις.

Τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας.

“ Ὄνομα” τὴν ὑπόληψιν καλεῖ· “ ὡς θαυμαστὸν τὸ καὶ πῶς ἐβλασφημήθη τὸ τοιοῦτον; ἐκ παραλογισμοῦ καταφρονήσας τῶν ἀσεβῶν· οὐκ ἃν γὰρ ἔμειναν τοῖς πονηροῖς αὐτῶν ἐπιτηδεύμασι, εἴγε τις ἐνυπῆλθεν αὐτοῖς φόβος κολάσεως ἀνταμοιβῇ τῶν ἀσελγῶν ἔργων· ἀλλὰ ταχέως τῶν πονηρῶν αὐτῶν * * * ἔργων ταῖς ἐντολαῖς ταῖς σωτηρίοις ἑαυτοῖς μεταπλαττόμενοι· οὐ γὰρ φόβος ἐντολῶν τηρη* *. “Ἐξουσίαν, ” τὴν τοῦ Κυρίου καλεῖ παρουσίαν, ὃς ἐπὶ τοῦτο τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιεῖται, πρὸς τὸ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ποῖα ἔργα; ὧν τὴν ὑποθήκην αὐτὸς ἐν τῇ πρώτῃ αὐτοῦ παρουσίᾳ εἰσηγήσατο, καὶ δι ἑαυτοῦ καὶ διὰ τῶν ἁγίων αὐτοῦ Ἀποστόλων καὶ μαθητῶν.

416