Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Τὰ γεγραμμένα πρὸς τὸν τῆς ᾿Εφεσίων σίων ἐκκλησίας Ἄγγελον.

Τῷ Ἀγγέλῳ τῆς ἐν Ἐφέσω ἐκκλησίας γράψον, τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν. οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακοὺς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους εἶναι, καὶ οὐκ καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις· καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας.

Ἄγγελον τῆς Ἐφέσου, τὴν ἐν αὐτῇ ἐκκλησίαν λέγει. οὐ γὰρ ὁ προστατῶν Ἄγγελος ἡμαρτήκει, ὥστε δεῖν u ἀκοῦσαι, μετανόησον, ὁ δι’ ἁγιότητα ἐν τῇ δεξιᾷ τοῦ Κυρίου ὑπάρχων ἀστὴρ x ὣν, καὶ δεῖγμα τοῦτο φέρων τῆς κατὰ τὴν αὐτοῦ φύσιν y ἐκ καθαρότητος φωτοειδοῦς μαρμαρυγῆς. τίς δὲ καὶ χρεία γράφειν τῷ ἐν τῇ δεξιᾷ τοῦ διαλεγομένου παρόντι ; ὃς καὶ οὐδὲ αἰσθητῆς [*](P ἐπιγν. ἀληθ. σωθῆναι B. q καταμηνῦσαι B. B. ὥσπερ B. s ἐλέγετο ἂν om. B. t εἰκὼς B. u ὡς δεῖς B. x καὶ ἀστὴρ B. y αὐτὴν φύσιν B.)

201
ἀκοῆς οἷα νοερὸς ὣν δεόμενος ἦν ; εἶτα καὶ ὅτι προιὼν οὗτος ὁ τῆς ὀπτασίας z ὑφηγητὴς ἅγιος οὐ τοῖς Ἀγγέλοις φησὶν, ἀλλὰ ταῖς ἐκκλησίαις, τί λέγει τὸ Πνεῦμα τὸ Ἅγιον ἀκούειν a, οὐκ ἄδηλόν ἐστι. καθὰ δεῖ b κἀν τοῖς λοιποῖς νοεῖν c τοῦ προκειμένου τοῦδε βιβλίου, ἔνθα ἂν εὑρίσκηται, γράψον τάδε τῷ Ἀγγέλῳ τῆσδε τῆς ἐκκλησίας, ὅτι οὐ τῷ Ἀγγέλῳ, ἀλλὰ περὶ τῆς ἐκκλησίας τοὺς λόγους διακελεύεται γράφειν, ὡσαύτως φανερόν d.

Ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν.

Ὅμοιον τούτῳ τὸ e εἰπεῖν, τάδε λέγειν ὁ περιέπων καὶ διακρατῶν, καὶ συνέχων τούς τε οὐρανίους f Ἀγγέλους καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους. οὗτοι γὰρ g οἱ ἑπτὰ ἀστέρες, ὡς ἤδη εἴρηται, καὶ αἱ χρυσαῖ λυχνίαι καὶ λύχνοι, ὧν ἐν μέσῳ ὁ ἐνοικεῖν αὐτοῖς καὶ ἐμπεριπατεῖν ἐπαγγειλάμενος Κύριος.

Οἶδα τὰ ἔργα σου.

οἶδα, καὶ οὐδέν με λέληθέν, φησι h, τὸν καταμόνας πλάσαντα 1 τὰς καρδίας ὑμῶν, τὸν συνιέντα εἰς πάντα ἔργα i ὑμῶν, καὶ ὅτι τῶν πονηρῶν οὐ δύνασαι k ἀκοῦσαι μισοπόνηρος οὖσα, καὶ ὅτι ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους, καὶ εὗρες αὐτοὺς ψευδαποστόλους. θεῖον γὰρ πληροῦντες οἱ ἐν Ἐφέσῳ παράγγελμα, τὸ φάσκον, μὴ παντὶ πνεύματι πιστεύειν, ἀλλὰ δοκιμάζειν, τουτέστι, τὸ δοθὲν αὐτοῖς διδασκαλικὸν ἀξίωμα, εἰ κατὰ τὴν εὐαγγελικήν ἐστι διάταξιν, ἐν αὐτοσκεύῳ τῇ χρείᾳ συστελλόμενοι l διετέλουν m, ἀλλ’ οὐχὶ βρώμασι καὶ πότοις καὶ γάμοις βακχευόμενοι n, καὶ τὸν ἀπολαυστικὸν βίον τοῦ ἐγκρατοῦς ἐπίπροσθεν φέροντες o, οἷοι οἱ P περὶ Κήρινθον συνχρονίσαντες τῷ Ἀποστόλῳ καὶ Εὐαγγελιστῇ, νόθων δογμάτων καταγγελεῖς.

Καὶ ὑπομονὴν ἔχεις.

Εκοπίασάς φησι, καὶ ὑπέμεινας, εἰς μηδὲν ἀποκαρτερήσας q τῶν ἐπιφυέντων διὰ τὸ ὄνομά μου, καὶ μάλα πρεπόντως. εἴρηται γὰρ, “ ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν [*](z ἐκκλησίας Edd. a ἀκούειν om. Edd. b καθὰ δεῖ om. Edd. c νοεῖν om. Edd. d ὡσαύτως φὰν. om. B. e τοῦτο τῷ B. f Edd. ἀνθρωπίνους. g οὗτοι γὰρ, ὡς ἤδη εἴρηται B. h οὐδέν μέ φησι λέληθε B. i τὰ ἔργα B. k ὅτι βαστάσαι βαστάσαι κακοὺς B. l συστελλόμενον B. m διετέλουν om. B. n βακχευόμενον B. o ἐπίπροσθε φέρον B. p ὁποῖοι B. q ἀποκαρτερήσασα B.)

202
νόμον τοῦ Χριστοῦ. εἰκὸς γὰρ παρὰ τῶν ψευδαποστόλων ἐπηρείας αὐτοῖς ἐπενεχθῆναι, οἷς ἀνταποδοῦναι οὐδ’ ὅλως ἐμελέτησεν r, ἀλλ’ ὡς μελῶν παρειμένων ἠνέσχετο.

Καὶ ἐβάστασας.

“Ἐβάστασας,” ἀντὶ τοῦ ἠνέσχου. “οὐκ ἐκοπίασας” δε, άντί τοῦ οὐκ ἀπεκαρτέρησας, οἱονεὶ, οὐκ ἀπηγόρευσας, οὐ προδέδωκας, οὐκ ἐλιποτάκτησας διὰ τὸ ὄνομά μου. “ ὄνομα’’ δὲ, τὴν δόξαν, τὸ κλέος φησὶν, ὡς καὶ ἐπὶ τοῦ, “θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ s” καὶ πῶς οὐ Κλεοῦς μεστὸν, τὸ τοὺς Χριστιανοὺς μὴ ἀντιδιδόναι σπεύδειν κακὸν ἀντὶ κακοῦ ; ὡς καὶ Παῦλος ὁ θεῖος παραινεῖ, “ μὴ γίνεσθε, φάσκων, “ ἑτεροζυγοῦντες ἀπίστους.’’

Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτὴν ἀφῆκας. μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησν, καὶ τὰ πρῶτα ἔργα ποίησον. εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ. καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.

Ἐν δυσὶ τὴν ἐκκλησίαν ἀποδεχόμενος, τῆς ὑπομονῆς τοῦ ἄχθους λέγω, καὶ τῆς τοῦ κόπου τῶν ἀντιδιατιθεμένων ἀζηλίας, ἑνὸς τούτου μέμφεται, ὃ καὶ μέσον θεὶς ἑκατέρων, τοῦ κόπου φημὶ καὶ τῆς ὑπομονῆς τὴν τὴν πρὸς τοὺς κακοὺς ἐπῄνεσεν ἀλλοτρίωσιν μετὰ τοῦ πειράσαι καὶ τοὺς ψευδαποστόλους καὶ τὴν τῶν Νικολαϊτῶν αἰσχρουργίαν. ἐμέμψατο δὲ καὶ τῆς πρὸς τοὺς πλησίον χορηγίας τὴν ὀλιγωρίαν, ἣν αὖθις ἀνακαλέσασθαι ἐπισκήπτει, τὰ πρῶτα, φάσκων, ἔργα ποίησον ἐν δικαιοσύνῃ. οὐ γάρ με λανθάνει, φησὶν, οὔτε τὰ πρῶτά σου τῶν πράξεων ἀγαθὰ, οὔτε ὅτι τὴν εἰς τοὺς δεομένους ἀγάπην u ἐνέκοψας. ἐπάνελθε οὖν διδαχθεῖσα παρὰ ἐμοῦ τί x ἐνέλειψας.

Ἐρχομαί σοι ταχύ.

Τὸ ἔρχομαι, οὐ μεταβατικὴν δηλοῖ κίνησιν τοῦ πάντα πληροῦντος Θεοῦ, ἀλλὰ τὴν ἐκ μακροθυμίας y πρὸς κόλασιν ἐπιστρο- [*](r οὐδόλως ἐμέλησεν B s ἐν πάση τῆ γῆ om. Edd. t ὡς Παῦλος B. u ἀγάπην σου B. x Edd. ὅτι. y Sic B. ῥαθυμίας Edd.)

203
φῆν. κίνησις δὲ ἐκκλησίας ἡ τῆς θείας χάριτός ἐστι γύμνωσις, δι’ ἣν ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ τῶν ὑπουργούντων αὐτοῖς μιαρῶν ἀνθρώπων γίνεται ἡ ᾿Εκκλησία, ὥστε καὶ λέγειν τοὺς ταύτην συγκροτοῦντας ἀνθρώπους z, “ ἐταράχθη ἐν “ θυμῷ ὁ ὀφθαλμός μου, καὶ, ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί.’’

Ἀλλὰ τοῦτό, φησιν, ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν.

Μεταξὺ τῶν λυπηρῶν τίθησι a καὶ τὰ πρὸς εὐθυμίαν ἄγοντα, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ b τὰ τῆς Ἐκκλησίας. φησὶν οὖν, ὅτι μετανοίᾳ c σε εὐεπιχείρητον καταλαμβάνω, ἀφ’ ὧν σύνδρομον ἔχω σε τοῦ μίσους μου τοῦ περὶ τοὺς Νικολαΐτας. οὗτοι δὲ παρονομάζονται ἀπὸ Νικολάου ἑνὸς τῶν ἑπτὰ διακόνων. καὶ τίνες δὲ ἦσαν d τὴν αἰσχρουργίαν, Ἐπιφανίου τοῦ ἐκ Κύπρου θείου ἀνδρὸς ἡ τῶν Παναρίων αὐτοῦ βίβλος δηλώσει.

Ἄλλωσ. Κίνησιν λυχνίας τινὲς, καὶ τὸν ἱερατικὸν e τῆς Ἐφέσου θρόνον ὑπέλαβον, Κωνσταντινουπόλει τὰ πρεσβεῖα ἑαυτῆς ἐπιδοῦσα.

Τοῦτό, φησιν, ἀγαθὸν ἔχεις τὸ μισεῖν τὰ ἔργα τῶν Νικολαϊτῶν· ταῦτα μὲν ὁ χρηματισμὸς, εἶτα τὸ ἀφ’ ἑαυτοῦ τίθησιν, “ ὁ ἔχων “ οὖς ἀκουσάτω τι τὸ Πνεῦμα λέγει ταῖς ᾿Εκκλησίαις f.”

Ὁ ἔχων οὖς ἀκουσάτω.

Σαρκικὸν οὖς πᾶς ἄνθρωπος ἔχει, πνεύματ’ ἷκόν δὲ ὁ θεοφορούμενος. ὅπερ τῷ ῾Ησαΐᾳ προστέθειται καὶ τῷ θεοπάτοροι Δαβὶδ εὐήκοον γενέσθαι, ἀφ’ οὗ καὶ εὐχαρίστως διατιθέμενος μελῳδεῖ, “ εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, οἱονεὶ οἷς ἀκοὴ τὸ ἐπαινετὸν φέρει, τούτοις κἀμοῦ τὸν πόθον ἀφωμοιώσατο ἀφωμοιώσατο g τὸ Πνεῦμα δὲ ταῦτα λέγειν φησὶν, ἣ ὅτι πνευματικῶς ἐνηργεῖτο παριστῶν τὰ τῆς Ἀποκαλύψεως, ἣ Πνεῦμα τὸν Χριστόν φησι, καθό ἐστι καὶ νοεῖται Θεὸς, ὥσπερ ἀμέλει καὶ Υἱὸς ἀνθρώπου χρηματίζει, καθό ἐστιν ἄνθρωπος καὶ νοεῖται. καὶ ὅτι Πνεῦμα λέγεται ὁ Θεὸς, αὐτοῦ τοῦ Χριστοῦ πρὸς τὴν Σαμαρεῖτιν παριστῶσι h λόγοι, “ πνεῦμα’’ ἀγορεύοντος i “ ὁ Θεὸς, καὶ τοὺς προσ- [*](z ὑπὸ τῶν τῆς, πονηρίας ἀνθρ. γίνεται ὥστε τοὺς τ. συγκροτ. λέγ’. Edd. a τίθεις Edd. b καταποθεῖ B. c μετανοίας B. d καί τινες τὴν αἰσχρουργίαν B. e ἀρχιερατικὸν B. f Hoc Schol. qiio carent Edd. dedi e Cod. g S ἀφοσιώσατο B. h παριστῶντες B. i διαγορεύοντες B.)

204
“ κυνοῦντας αὐτὸν k ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ τὰ ἑξῆς. καὶ τί τὸ Πνεῦμα λέγει ;

Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς.

“ Νικῶντι,’’ τὸν πρὸς τοὺς δαίμονας πόλεμον, ὃς διὰ τῶν συμφύτων ἡμῖν παθῶν ἀνερεθίζεσθαι εἴωθεν. “ ξύλον δὲ ζωῆς l ” τροπικῶς, τὸ m ἐν μέσῳ τοῦ Παραδείσου, καὶ Παράδεισον τὴν μακαρίαν καὶ αἰωνίζουσαν n ἐκληπτέον ζωὴν, ἐν ᾗ σοφίας ἄφθονος χύσις, περὶ ἧς καὶ Σολομῶν φησι o. “ ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις “ αὐτῆς.’’ ὁ δὲ παρὼν Εὐαγγελιστὴς περὶ τοῦ Χριστοῦ P φησὶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς καὶ ζωὴ ἡ αἰώνιος οὗ ἐν τῷ Παρείη, τῇ μελλούσῃ ἀτελευτήτῳ ζωῇ ἐν ἀπολαύσει οἱ ἅγιοι γενήσονται.

Τοῦ Θεοῦ μου.

Μή τις ἀκούων ταῦτα σκανδαλιζέσθω. πρέπει γὰρ τὰ ταπεινὰ πάντα τῇ δι’ ἡμᾶς σωτηρίῳ ἡμῖν τοῦ θεανθρώπου οἰκονομίᾳ. ἐπεὶ καὶ ἐν Εὐαγγελίοις φησὶν ὁ αὐτός· “ ἀναβαίνω πρὸς τὸν Πατέρα “ μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὡς τοῦ μὲν φύσει, τῶν δὲ θέσει.