Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ρμδ΄ χιλιάδων τῶν σὺν τῷ ἀρνίῳ ἑστώτων ἐν ὄρει Σιῶν.
Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιῶν, καὶ μετ’ αὐτοῦ ἀριθμὸς ρμδ΄ χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ὄνομα του πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης. καὶ ἡ φωνὴ ἢν ἤκουσα, ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζώων καὶ τῶν πρεσβυτέρων. καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ρμδ΄ χιλιάδες οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
Ἐπὶ τὸ ὄρος Σιῶν.
Οὐ τῆς παλαιᾶς, ὅτι μηδὲ αὐτὴ ὑπήκοος τῷ ἀρνίῳ, ὅς ἐστιν ὁ Χριστὸς, ἀφ’ οὗ καὶ ἐλέχθη τοῖς ἀπειθοῦσι τὸ “ ἰδοὺ ἀφίεται “ ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.” οὐκ ἐπὶ τῆς παλαιᾶς οὖν Σιῶν ἡ στάσις τῷ ἀρνίῳ, αὕτη γὰρ ὑπὸ τῶν Ῥωμαϊκῶν κατέλυτο χειρῶν, καὶ ὁ ναὸς δὲ ἐνέπρηστο, ἁλούσης τῆς πόλεως ὑπὸ Τίτου τοῦ υἱοῦ Οὐεσπασιανοῦ· οὐκ ἐπὶ τῆς παλαιᾶς οὖν Σιῶν ἀλλ’ ἐπὶ τῆς νέας, ἥτις ἐστὶ πόλις Θεοῦ ζῶντος, ἧς νῦν δείκνυται ἐπιβεβηκὸς τὸ ἀρνίον τὴν ἐπ’ ἐσχάτων ἐπιστροφὴν, παραδηλούσης τῆς ὀπτασίας τοῦ Ἰσραήλ l. ἣν καὶ Παῦλος ὁ θεῖος ἠνίξατο m δι’ ὧν φησιν, “ ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, “ οἰκειωθεὶς τῷ Χριστῷ.” τοῦτο γὰρ αὐτοὺς καὶ Ἡσαΐας εὐηγγελίσατο διὰ τοῦ, “ ἰδοὺ ἥξει ἕνεκεν Σιῶν ὀρυόμενος, καὶ ἀποστρέψει “ ἀσεβείας ἀπὸ Ἰακὼβ εἶπεν Κύριος.”
[*](l τοῦ Ἰσρ. παραδ. τ. ὀπτ. Β. m ἐσήμανε B.)Καὶ μετ’ αὐτοῦ ἀριθμὸς ρμδ΄ χιλιάδες.
Μετὰ τοῦ ἀρνίου δηλαδή. ὁ ἀριθμὸς δὲ τῶν χιλιάδων οὐχ ὁ αὐτὸς τῶν ἀφ’ ἑκάστης φυλῆς προειρημένων πεπιστευκέναι τῷ Χριστῷ. ἦ γὰρ ἂν μετὰ τοῦ ἄρθρου προήνεγκεν, αἱ ρμδ΄ χιλιάδες, εἰπών. ἀλλ’ ἐπειδὴ ἀσυνάρθρως, λείπεται τοὺς ἀπὸ τῶν ἐθνῶν νοεῖν αὐτὸν εἰρηκέναι, τῆς ἐν ἑκάστῳ χάριτος τοῦ θείου σπόρου καὶ Ἀποστολικοῦ δωδεκάκις χιλιοστὸν ἀπεργαζομένης, τέλειον τὸν καρπὸν τῆς τῶν σωζομένων πίστεως, οἱς καὶ παρθενίαν κατωρθωκέναι προσμαρτυρεῖ, ὅση σαρκὸς, ὅση ψυχῆς· ὃ σπάνιον παρ’ Ἑβραίοις. τὸ δὲ ἔχειν τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ γεγραμμένον καὶ τοῦ Υἱοῦ m ἐπὶ τῷ μετώπῳ αὐτῶν ἐγγεγράφθαι, δηλοῖ, ὡς τῷ θείῳ φωτὶ τοῦ προσώπου αὐτοῦ τοῦ θείου σφραγίζονται, δι’ οὗ τοῖς ἀντιμίμοις ἐπὶ τούτου ὀλεθρίοις δαίμοσι φοβεροὶ γίνονται.
Ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης.
Ἡ τῶν ὑδάτων καὶ τῶν βροντῶν n καὶ τῆς κιθάρας φωνὴ, τὸ διαπρύσιον δηλοῖ τῆς τῶν ἁγίων ὑμνῳδίας καὶ τῆς ἐμμελοῦς αὐτῶν καὶ εὐήχου καὶ συμφώνου ᾠδῆς, τῆς πᾶσαν περιηχούσης τὴν τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων Ἐκκλησίαν πρωτοτόκων καὶ πανήγυριν, οἷς ἡ πρωτότοκος ἐπιφημίζεται κλῆσις. φέρουσα δόξαν παρὰ τοῖς πάλαι· ἅτε τοῦτο δεικνύσης τοὺς τεκόντας ὅπερ ἐκεῖνοι τοὺς φύσαντας τὸν κοινὸν ἔρανον τῇ φύσει ἀντεισάγοντες. ταύτης τῆς συμφωνίας τῶν ἁγίων ἀπηχουμένης, ἣν τῇ νεκρώσει τοῦ σώματος καὶ τῶν τούτου ἐπιθυμιῶν κατορθοῦν ἐξεγένετο, οὐδενὶ τὸ μαθεῖν ἑτέρῳ περιελέλειπτο πλὴν αὐτῶν. διότι τῷ μέτρῳ τῆς πολιτείας καὶ ἡ γνῶσις συμπαρεκτείνεται, καθάπερ καὶ τοῖς τῶν ἀνθρώπων δούλοις ἀναλόγως τῇ δουλείᾳ καὶ ἡ τῶν μυστικῶν φανέρωσις γίνεται. ἐγὼ δὲ οἶμαι, ὅτι ο οὐδὲ ἀκοῦσαί τις δύναται τὰ τῆς καινῆς p ᾠδῆς μυστήρια, εἰ μὴ οἱ τοῦ ᾄδειν αὐτὰ ἠξιωμένοι. ἑκάστῳ γὰρ ἡ γνῶσις κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος. οὐ γὰρ βάλλουσι τὸν τοῦ Κυρίου νέον οἶνον εἰς ἀσκοὺς παλαίους q· οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱμάτιον διεφθαρ- μένον r.
[*](m καὶ αὐτοῦ ἐπὶ μετώπων Edd. n τῆς βροντῆς B. ο ὅτι om. B. p νέας B. q παλαίου Cod. B. qui hæc solus habet. r διεφ. Cod.)Οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
s Τούτοις καὶ Παῦλος ὁ θεῖος ἐπιπληκτικώτερον “ἠγοράσθητε,” φάσκει, “ τιμῆς·” διόπερ ὡς ἠγορασμένοι ἀνυπερθέτως τὴν διὸ ἠγοράσθητε λειτουργίαν μετιέναι μὴ ὀλιγώρως σχῆτε· καὶ τίς ἡ τιμὴ, αὐτὸς καὶ ταύτην παριστᾷ, “τιμίῳ” λέγων “ αἵματι τοῦ ἀσπίλου ἁμνοῦ, ὅς ἐστι Χριστός.” κἀκεῖνος μὲν οὕτως. ἡ δὲ προκειμένη θεωρία τοὺς ἠγορασμένους ἀπὸ τῆς γῆς, φησι, καὶ τίνος χάριν τῆς ἐνεγκαμένης ἡ δήλωσις· ἵνα καὶ τοῦ ὠνησαμένου τὸ φιλάγαθον παραστήσῃ, ὡς οὐ δι’ ἔνδειαν ἡ ὠνή· τίς γὰρ ἔνδεια γηίνων τῷ ἐπουρανίῳ; ἀλλ’ ἀγαθότητος ἔργον καὶ φιλανθρωπίας καὶ τῶν ταπεινῶν, εἰ καὶ παραξίαν τῆς σωτηρίας. οὕτως ἀντεχομένου ὡς καὶ σπονδαῖς τοῦ ἑαυτοῦ αἵματος τὴν τιμὴν καταβαλεῖν. καὶ ταύτῃ μὲν τοῦ ὠνησαμένου. τίς δὲ ἡ τῶν ἠγορασμένων δήλωσις τῆς ἐνεγκαμένης; εἰς παράστασιν καὶ τούτων τῆς ἀγνωμοσύνη,, ὡς οὐκ ἀξίως τῆς κλήσεως διαγενομένων· ἣ γὰρ ἃν παγκλήρως αὐτοῖς ἡ τῆς ᾠδῆς μάθησις ὑπῆρξεν, ἀλλ’ οὐκ ἀριθμῷ ὑποβαλλομένη.
Οὗτοί εἰσιν, οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν. παρθένοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἐὰν ὑπάγῃ. οὗτοι ὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ, καὶ οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος. ἄμωμοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ.
Οὐκ ἀτιμουμένου τοῦ γάμου τὰ παρόντα. τίμιος γὰρ ὁ γάμος. καὶ οὐ τῷ ἀξιεπαίνῳ τῆς παρθενίας ὁ γάμος ὑποδύεται τὸ ἀνάξιον, ἀλλ’ ἐπειδὴ καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, τούτους μετὰ τοὺς εἰκοσιτέσσαρας πρεσβυτέρους τῶν λοιπῶν εἶναι ἡγούμεθα προὔχοντας, διά τε τὴν παρθενίαν καὶ τὸ ἐν γλώσσῃ τε καὶ ἐν χερσὶν ἄμωμον· μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κτωμένους τὴν ἐν ἀρεταῖς λαμπρότητα, δι’ ἧς καὶ τὴν καινὴν ᾠδὴν διδάσκονται, τοῖς πολλοῖς, οὐ μόνον κατὰ τὸν παρόντα βίον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἄγνωστον.
[*](s Hoc Sch. carent Edd.)Εἰ γὰρ καὶ τὸ τέλειον τῆς γνώσεως ἐκεῖ, κατὰ τὸν Ἀπόστολον, ἀλλὰ ἀναλόγως τῇ r ἑαυτοῦ καθάρσει ἑκάστῳ ἐφαπλουμένης τῆς γνώσεως. s τί γάρ φησι Παῦλος “ τότε ἐπιγνώσομαι καθὼς καὶ “ ἐπεγνώσθην·” γνῶσιν οὐ τὴν κατάληψιν φάσκων, ἀλλὰ τὴν ἐξ ἀγάπης οἰκείωσιν. ἀναλόγως οὖν τῆς ἐξ ἀρετῆς ἡμῶν πρὸς τὸ θεῖον οἰκειώσεως, καὶ ἡ γνῶσις εὐπορηθήσεται, τῆς μερικῆς γνώσεως τῷ φθαρτῷ τούτῳ βίῳ συναποσβεσθείσης. καὶ ὅτι κἀκεῖ οὐ μία καὶ πᾶσιν ἰσότιμος ἡ δόξα, ἀλλὰ διαφόροις τοῖς κόποις ἐπιμετρουμένη τῆς ἀρετῆς ἀκούειν ἐστὶ τοῦ λέγοντος· “ἕκαστος “ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. καὶ τῷ Χριστῷ, “ παρὰ τῷ Πατρί μου μοναὶ πολλαί εἰσι·” τοῦ πολλαὶ τὸ διάφορον εἰσηγουμένου· ἐκεῖνα γὰρ ὑποβάλλεται ἀριθμῷ, ὅσα κατά τι τὸ διάφορον πρὸς τὰ ἄλλα παρέχεται.
Οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ.
Οὐ διαφορὰν παριστῶντος τοῦ ἀρνίου πρὸς τὸν Χριστὸν, ἀλλὰ τὸ πρὸς ἀρετὴν διάφορον δηλοῦντος τῶν t τῆς μαθήσεως τῆς ᾠδῆς κατευτυχησάντων. οἱ μὲν γὰρ ἁπλότητι ψυχῆς καὶ ἀκακίᾳ περικροτούμενοι u, ἀκολουθεῖν τῷ ἀρνίῳ ἐπιτήδειοι γεγόνασιν. οἱ δὲ ἀνδρικώτερον διακείμενοι καὶ λελογισμένῃ διαθέσει περιστοιχούμενοι, τῷ ἀνδρωθέντι Χριστῷ ἀνδρικῶς x προσηνέχθησαν, πρός τε τὰ πάθη, πρός τε τοὺς τυράννους τὸ νικητήριον ἀνελόμενοι κράτος. οἳ δὲ διὰ τὸ μιμήσασθαι, τοὺς μὲν τὴν ἀκακίαν Χριστοῦ τοῦ διδασκάλου, τοὺς δὲ τὸ ἀρνικὸν, πρὸς τὴν ὑπὲρ αὐτοῦ τοῦ διδασκάλου τοῦ ἰδίου αἵματος ἔκχυσιν, οὕτω τῆς ἀπ’ αὐτοῦ κτήσεως ἔτυχον. ἀλλ’ ἐρεῖ τις· εἰ ἐξ οἴων πόνων τῶν κατορθωσάντων ἀντιμισθία ἡ ᾠδὴ, πῶς ἠγοράσθαι λέγονται; ἀκουσάτω οὖν ὡς οὐ μάτην ἡ ἀγορά· οὐ γὰρ ἄνευ θείας συναντιλήψεως ἀνθρώποις τὸ κατορθοῦν. ἀλλὰ τὸ μὲν ἐπανελέσθαι τῆς ἐξουσίας τοῦ ἐπαναιρουμένου· τὸ δὲ πρὸς πέρας ἀφικνεῖσθαι τοῦ συνεργοῦντος Θεοῦ. διὸ καὶ εἴρηται τὸ “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ “ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.’’ ὡς οὖν τοῦ παντὸς ὄντος τοῦ κατορθώματος ἐκ Θεοῦ, εὐλόγως καὶ παρ’ αὐτοῦ ἡ καταβολὴ [*](r συμμέτρως τῆς ἑαυτ. ἑκασ. καθάρσεως B. s Quæ seq. usque fin. Sch. om. Edd. t τὸν Edd. u περικρατούμενοι Edd. x ἀνδρικῶς om. Edd.)