Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ Ἀγγέλου προαγορεύοντος τὴν ἐγγύτητα τῆς κρίσεως τῆς μελλούσης.

Καὶ εἶδον Ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα Εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ πᾶν ἔθνος, καὶ φυλὴν, καὶ γλῶσσαν, καὶ λαὸν, λέγων ἐν φωνῇ μεγάλη, φοβήθητε τὸν τύριον. καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ. καὶ προσκυνήσατε αὐτὸν, τὸν ποιήσαντα σαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πηγὰς ὑδάτων.

Τὸ μεσουράνημα, διττὴν νόησιν ἐμποιεῖ. καὶ γὰρ τὸ γ ὑψηλὸν καὶ μετέωρον καὶ ἀπ’ οὐρανοῦ, τό, τε z εὐαγγελιζόμενον ὑπ’ αὐτοῦ, καὶ αὐτὸς ὁ ὑπὸ Θεοῦ ἀποσταλεὶς, καὶ ὅτι ἤγγικεν a ἤδη τὸ ἀπ’ αἰῶνος ἐλπιζόμενον κριτήριον. καὶ ἐπειδὴ b σωτήριον τοῦτο τοῖς ἐκ παντὸς μέρους τῆς γῆς καὶ ἐκ παντὸς ἔθνους τὰ εὐάρεστα διαπραξαμένοις Θεῷ, ἀλλὰ καὶ ἔμφοβον δαίμοσι καὶ ἁμαρτωλοῖς. ἀμφότερα δὲ ὑπῃνίξατο ἡ Φωνὴ c, τοῖς μὲν ἀγαθοῖς διὰ τοῦ μεγάλου, τὸ καταθύμιον εἶναι τὴν τοῦ δικαίου κριτοῦ παρουσίαν, καὶ ὅτι d ἀποκαταστήσει αὐτοὺς πρὸς τὸν δι’ ὃν ἐναθλεῖν αὐτοὺς ὑπῆρξε, τῷ μοχθηρῷ τούτῳ βίῳ τῶν προσταγμάτων αὐτοῦ ἀντεχομένοις· διὰ δὲ τοῦ φοβεῖσθαι τῆς ἐπισκήψεως οὐ μόνον δικαίοις ψυχαγωγεῖσθαι τῷ τοῦ Θεοῦ φόβῳ τὰς σάρκας καθηλωμένας, μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, οὐ γὰρ καὶ τὴν ψυχὴν οἷούς τε ἀποκτεῖναι. τοῦτο δὲ οὐ μάτην τῇ ἐπισκήψει ἐνθεωρεῖσθαι· ἀλλ’ ἐπειδὴ καὶ πρὸ τῆς τοῦ Ἀντιχρίστου παρουσίας βασάνοις διὰ Χριστὸν ὑπεβλήθησαν οἱ πιστοί· καὶ κατ’ αὐτὴν τὴν παρουσίαν τοῦ Ἀντιχρίστου ἑκατέροις πρὸς ἀσφάλειαν ὁ φόβος παρείληπται. τοῖς δαίμοσι δὲ καὶ τοῖς ὑπ’ αὐτῶν ἐκβακχευθεῖσιν ἀνθρώποις φόβον, οὐ πρὸς ἀσφάλειαν, ἀλλ’ ἐκ [*](y ὅτι τε ὑψ. B. z τότε B. a ἔγγιον B. b εἰ καὶ Edd. c ἡ φωνὴ om. Edd. d ἥτι καὶ B.)

390
προσδοκίας τῶν ἔργων ὧν ἔπραξαν, διὸ καὶ ὁ προφήτης φησίν. ἰδοὺ Κύριος ἔρχεται, καὶ τίς ὑποστήσει ἡμέραν εἰσόδου αὐτοῦ; ἐπεὶ οὖν ἡ παρουσία ὅσον οὔπω ἐφέστηκε τοῦ δικαίου κριτοῦ· εἰκότως ἑκατέροις περιστήσασθαι φόβον τοῖς μὲν πρὸς ἀσφάλειαν, τοῖς δὲ διὰ τιμωρίαν αἰώνιον.

Καὶ προσκυνήσατε αὐτόν.

Ἐνδίκως τὸ μὲν προσκυνεῖν, ὡς ποιητὴν οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. διὰ μὲν γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ θαλάσσης, ἡ ὁρωμένη δηλοῦται κτίσις, διὰ δὲ τῶν πηγῶν, ἡ ὑποχθόνιος. ἄδηλον γὰρ ὁπόθεν ταῖς πηγαῖς ἡ ἀνάδοσις, ὥσπερ καὶ τὰ ὑπὸ γῆν. εἰ δὲ τούτῳ ἐπαξίας ὡς παραιτίῳ τούτων ἡ δουλικὴ ὑπόπτωσις, ἐνδίκως ἂν καὶ τῷ ἀλιτηρίῳ διαβόλῳ ἡ ἀτιμία καὶ ἐξουδένωσις f.