Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ ὀνόματος τοῦ θηρίου.
Ἢ τὸ ὄνομα τοῦ θηρίου, ἣ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ὧδε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν, ψηφισάτω τὸν [*](a ἀδιανόητον B. b τὸ γνωρ. ἀντιθέτως τῶν ἀγαθῶν B. c προληφθὲν. B. d τοῦ om. B. e τοῦ εὐσχήμονος B.)
Καὶ τί τὸ χάραγμα, ἐπιφέρει, τὸ ὄνομα τοῦ θηρίου. διττὴ δὲ τούτου ἡ γνῶσις, ἢ διὰ προφορᾶς αὐτοῦ τοῦ ὀνόματος, ἣ διὰ ψήφου. καὶ τὴν ψῆφον δὲ τοῦ ὀνόματος τοῦ θηρίου, πανταχοῦ πλατύναι ἐπιτηδεύσει f, ἔντε πράσεσι καὶ ὠναῖς, ἵν᾿ ὁ μὴ τοῦτο ἐπιφερόμενος, ἐν ταῖς τῶν ἀναγκαίων ἐνδείαις τελευτήσῃ. ἀριθμὸν δὲ ἀνθρώπου τὸ ὄνομα εἶναι, ἀντὶ τοῦ οὐ g ξένον οὐδὲ ἀήθη καὶ ἐπικεκρυμμένον καὶ διπλόης ἐχόμενον, ἀλλὰ ψῆφον ἐντριβῆ καὶ ἔγνως μένην ἀνθρώποις. ἀριθμὸς δὲ τοῦ ὀνόματος τοῦ ψήφου, χξς΄. σαφῶς γὰρ h αὐτὸ τὸ ὄνομα οὐ παρέθετο, ἢ διὰ τὸ ἀνάξιον βιβλίῳ ἐγγραφῆναι. ἣ διὰ τὸ μὴ προδήλου ὄντος πολλοὺς σφετεριζομένους τῶν κακουργούντων πράγματα παρέχειν τοῖς εὐσεβέσι τὸ προαρπάζειν τὴν γνῶσιν τῆς παρουσίας, καὶ ἐν ἀώρῳ τὴν ἔκβασιν τιθεμένους τοῦ ὡρίμου καθάπαξ ὑστερεῖν. διόπερ γυμνασίας χάριν ἐπανελέσθαι οὐκ ἄκαιρον, τὰ τὴν ψῆφον ἐπιφερόμενα 1 ὀνόματα κύριά τε καὶ προσηγορικά. κύρια μὲν οἷον Λαμπέτις k, Τειτᾶν· καὶ ἀπὸ τοῦ τενῶ μέλλοντος, ὥσπερ καὶ ἀπὸ του σπερῶ, σπόρος Λατεῖνος ὁμοίως διὰ διφθόγγου· Βενέδικτος ὃ μᾶλλον ἐκείνων ἐπιτευκτικώτερον, τὸ εὐλογημένος ἀπὸ τῆς Ἰταλῶν γλώσσης ἀναπτυσσόμενον ἐμφαίνων, καὶ διὰ τοῦτο ἐπίδρομον τῷ ἀποστάτῃ ἐσόμενον ἅτε καὶ τῷ ἀληθινῷ ἐναρμοσθέντος Χριστῷ. προσηγορικὰ δὲ, ὁ νικητής. ἴσως γὰρ οὕτως ἑαυτὸν ὀνομάσει, καὶ κακὸς ὁδηγὸς, καὶ ἀληθὴς βλαβερὸς, καὶ πάλαι βάσκανος, καὶ ἁμνὸς ἄδικος, ἃ ἐκ τῶν ἐναντίων αὐτῶ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῆ αἰσχύνῃ καρπούμενος.
Ἐκ Τῶν Τοῦ Ἀνδρέου. Τὴν μὲν ἀκρίβειαν τῆς ψήφου, ὡς καὶ τὰ λοιπὰ περὶ αὐτοῦ γεγραμμένα, ὁ χρόνος ἀποκαλύψει καὶ ἡ πεῖρα τοῖς νήφουσιν. εἰ γὰρ ἔδει, καθώς φασι τινὲς τῶν διδασκάλων, σαφῶς γνωσθῆναι τὸ τοιοῦτον ὄνομα, ὁ τεθεαμένος αὐτὸ ἃν ἀπεκάλυψεν. ἀλλ’ οὐκ ηὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ταγῆναι ὄνομα. ὡς δὲ ἐν γυμνασίας [*](f ἐπετηδεύθη Edd. g οὐ om. Edd. h δὲ B. i ἐπιφέροντα B. k Λαμπέτης B.)