Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Ὀπτασία ἐν ἧ τὸν Ἰησοῦν ἐθεάσατο ἐν μέσῳ λυχνιῶν ἑπτά.

Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν, καὶ κοινωνὸς ἐν τῆ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Χριστῷ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῆ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. ἐγενόμην ἐν πνεύματι ἐν τῆ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος, λεγούσης. ὃ βλέπεις, γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδικείαν.

Ἀδελφὸν ἑαυτὸν καὶ κοινωνὸν τῶν θλίψεων καλεῖ, ἃς διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα ὑπὸ τῶν διωκτῶν ἔπασχεν u τῆς [*](n ἐγὼ Θεὸς πρῶτος B. ο εἰσαχθῆναι om. R. P ὡς τὸ διαιωνίζον B. q μὲ, om. B. r δὲ om. B. s ὡς συναιδ. B. t Hinc usque ad finem Cap. mancus est B. u ἔπασχον B.)

192
εὐσεβείας. διὸ καὶ αὐτὸν, Πάτμον τὴν νῆσον οἰκεῖν κατακεκρίσθαι. ἀλλ’ ὥσπερ τῶν θλίψεων, οὕτω καὶ τῆς βασιλείας, ἣν αἱ ἐνταῦθα θλίψει ὑπὲρ Χριστοῦ προξενοῦσιν. εἰ κατὰ πάντα οὖν κοινωνὸν ἑαυτὸν δείκνυσιν, εἰκότως ἂν καὶ τὸ ἀξιόπιστον τῶν ἑωραμένων αὐτῷ καὶ ἀκουσθέντων σχοίη.

Διὰ τὸν λόγον τοῦ Θεοῦ.

Λόγον φησὶ τοῦ Θεοῦ καὶ μαρτυρίαν τὸ Εὐαγγέλιον ὃ ἔγραψεν. ἐξόριστον δὲ αὐτὸν γενέσθαι ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ, Εὐσέβιος ὁ Παμφίλου ἐν τῷ Χρονικῷ αὐτοῦ βιβλίῳ παρατίθεται. Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρα, καὶ ἤκουσα φωνήν.

Πρόσκειται τὸ “ ἐν πνεύματι, τῷ μηδὲν ἐμφαίνειν ἐνεργεῖσθαι y τῆς ἀνθρωπίνης ἐχόμενον χρείας, ἀλλὰ τῶν θείᾳ κατοχῇ κατειλημμένων. ἐν ἡμέρᾳ δὲ κυριακῇ, τῆς ἀναστάσεως Χριστοῦ μνημόσυνον φερούσης, ἀφ’ οὗ καὶ εἰκὸς οὐδὲν z τῶν πρὸς νεαρὰν τεινόντων ἀσχολίαν τῷ χρηματισμῷ πεπραγματεῦσθαι. “φωνὴν δὲ ὡς σάλπιγγος’’ ὀπισθακουσθῆναι a, εἰς τὸ διάπυρόν τε καὶ διαπρύσιον τῆς ἀπηχήσεως χρεωστικῶς εἰς πᾶσαν ἐκκλησίαν δοθῆναι. ἑπτὰ δὲ μόναι ἐκκλησίαι αἷς προστάσσεται γράψας τὰ βλεπόμενα διαπέμψαι, οὐχ ὅτι τοσαῦται αἱ ἐν Ἀσίᾳ πόλεις, ἀλλ’ ἐν ἐκείναις προστάσσεται τοῦτο ποιεῖν, ὡς κατηκόοις γενομέναις τοῦ εὐαγγελικοῦ κηρύγματος. ἣ καὶ, ὡς πλατύτερον εἴρηται περὶ τούτων,) διὰ τὸ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ τῷ παρόντι φθαρτῷ αἰῶνι σύστοιχον, καταντῶντος δηλαδὴ εἰς τὸν σαββατισμὸν καὶ τοῦ μέλλοντος αἰῶνος. διὸ καὶ ἑπτὰ οὐρανοὺς, καὶ Ἀγγέλους ἑπτὰ τῶν ἄλλων προύχοντας, ὁ μέγας Εἰρήναιος ὁ Λουγδόνου ἐπίσκοπος ἔγραψεν.

Ἅλλωσ. Τὸ βλέπειν καὶ ἀκούειν παρὰ τοῖς θείοις προφήταις, οὐκ αἰσθήσεως ἐνεργείας νοεῖν δεῖ, ἀλλὰ θειοτέρας ἐμφάσεις. περὶ ὢν καὶ ὁ Ἀμὼς, καὶ ὁ ῾Ησαΐας φησίν. “ ἔθηκέ με πρωὶ· πρωὶ ὠτίον [*](x αἱ ὑπὲρ Χρ. B. γ ἐνηργεῖσθαι B. z ὅτι οὐδὲν εἰκός B. a Hinc mutilus est B. usque ad v. 16.)

193
“ ἀκούειν. καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.” τοῦτο δὲ οὐ τοῦ κατὰ σάρκα ἀνθρώπου, ἀλλὰ τοῦ κατὰ πνεῦμα. ὃς καὶ μεμελημένος Θεῷ καὶ ἄρχων ἁπάσης τῆς αἰσθητικῆς κτίσεως διατελεῖν εἴωθεν. ἐδιπλασίασε δὲ ὁ προφήτης τὸ πρωὶ ἐνταῦθα, ὥσπερ καὶ πη ἑτέροις προφήταις τὸ πρωὶ· “ εἰσάκουσον ” φάσκουσι “τῆς φωνῆς “ μοῦ, καὶ τὸ πρωῒ παραστήσομαι σοι, καὶ τὸ “πρὸς πρωὶ· πρωῒ,”) οὐ μάτην, ἀλλὰ τὴν ἄγαν σπουδὴν διὰ τοῦ καιροῦ παριστὰς, ᾧτ’ δὴ καιρῷ, καὶ αἱ θεῖαι ἐνέργειαι εἰώθασιν ἐμφιλοχωρεῖν.

Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις μετ’ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον Υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη· καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν. ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ, ὡς ἔριον λευκὸν, ὡς χιών. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς φλὸξ πυρός. καὶ οἱ πόδες αὐτοῦ, ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι. καὶ ἡ φωνὴ αὐτοῦ, ὡς φωνὴ ὑδάτων πολλῶν. καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη. καὶ ἡ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνει ἐν τῆ δυνάμει αὐτοῦ.

Ὅτι οὐκ αἰσθητὴ ἡ φωνὴ, ἀλλ’ οἷαι αἱ τῶν προφητῶν τῷ ἡγεμονικῷ πνεύματι διατυπώσεις, δηλοῖ λέγων, “ ἐπέστρεψα,’’ οὐ τοῦ ἀκοῦσαι, ἀλλὰ τοῦ βλέψαι. ταὐτὸν γὰρ ἡ πνευματικὴ ἀκοὴ τῆ βλέψει, εἴτουν ὁράσει. διὸ καὶ τὴν φωνὴν λαλεῖν πρὸς αὐτὸν εἴρηκεν, ἀντὶ τοῦ διατυποῦν ὑποκείμενον. συνξακουστέον δὲ τούτοις τὸ ἄρθρον εἰς ἐντέλειαν τοῦ νοήματος· ἱν ᾖ, τὴν φωνὴν τοῦ ὅστις ἐλάλει μετ’ ἐμοῦ. οὐ γὰρ ἡ φωνὴ ἡ ὁρατὴ, ἀλλ’ ὁ λαλῶν. οἱονεὶ, οὑ ἡ φωνὴ ἐλάλει μετ’ ἐμοῦ, τοῦτον ἐπέστρεψα βλέπειν. οὕτω γὰρ συνταττόμενον τὸ ῥητὸν, σαφὲς ἃν καὶ ἀνελλειπὲς εἴη.

Ἑπτὰ λυχνίας.

Αἱ ἑπτὰ λυχνίαι ὡσαύτως, ὡς προιὼν ἐρεῖ, αἱ ἑπτὰ ἐκκλησίαι εἰσὶν, πρὸς ἃς καὶ διακελεύεται γράφειν. λυχνίας δὲ ἀυτὰς ὠνόμασεν οὐ λύχνους, ὡς τῆς λυχνίας οἰκεῖον φῶς οὐκ

194
ἐχούσης, ἀλλ’ ὄχημα μόνον οὔσης τοῦ λύχνου ὃς ἔχει τὸ φῶς. διὸ καὶ ὁ ἱερὸς Ἀπόστολος Παῦλος παραινεῖ τοῖς συμμόρφοις Χριστοῦ διδασκάλοις, “γίνεσθαι ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ζωῆς “ ἐπέχοντας, ” τουτέστι, δεξαμένους ὑπὸ τοῦ βρύοντος Χριστοῦ τὸ ἀκήρατον φῶς. πρὸς ὃν εἴρηται τὸ, “ φωτίζεις σὺ θαυμαστῶς ἀπὸ “ ὀρέων αἰωνίων,” ἀγγελικῶν ἴσως δυνάμεων. καὶ “ ἐξαπόστειλον τὸ “ φῶς σου καὶ τὴν ἀλήθειάν σου, καὶ “ ὁ φωτισμὸς τοῦ προσώπου “ σου Κύριε ” τοῦ φωτίζοντος τοὺς πιστοὺς νοητῶς. μετόχους οὖν γενομένους τοιούτου φωτὸς, φωτίζειν προτρέπεται αὐτοὺς τῷ τῆς θεογνωσίας φωτί.

Χρυσᾶς.

Χρυσᾶς φησὶ χρηματίσαι τὰς λυχνίας, διὰ τὸ τίμιον καὶ ὑπεραῖρον τῶν ἀξιωθέντων δέξασθαι τὸ θεῖον σέλας. οἳ καὶ φωφστῆρες κατὰ τὸν Παῦλον ἐκλήθησαν λόγον ζωῆς ἔχοντες· ὥσπερ καὶ αἱ λυχνίαι ὄχημα λύχνων οὖσαι, αὐταὶ μὲν ἐξ ἑαυτῶν οὐκ ἔχουσι φῶς, κοινωνοὶ δέ πὼς εἰσὶ τῶν φωτίζειν ἀφ’ ἑαυτῶν λαχόντων.

Καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον Υἱῷ ἀνθρώπου.

Ὡς ἐπαγγειλάμενον δηλαδὴ ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐν ἡμῖν, τὸν καὶ ἑαυτὸν δι’ ἡμᾶς ταπεινώσαντα ἄχρι τῆς τοῦ δούλου μορφῆς, καὶ γενόμενον καρπὸν γαστρὸς τῆς ἀπειρογάμου μητρός. ποδήρει δὲ αὐτὸν περιεστάλθαι καὶ περιεζῶσθαι πρὸς τοῖς μαστοῖς, “ ὡς ἱερέα,’’ φησὶ, “ κατὰ τὴν τάξιν Μελχισεδὲκ,” οὐ κατὰ τὴν τάξιν Ἀαρών· ἐπεὶ μὴ κατὰ τὸν Μωϋσέως νόμον ἡ ἀπ’ αὐτοῦ παραδεδομένη ἡμῖν λατρεία, ἀλλὰ “ κατὰ τὴν Μελχισεδὲκ “ τάξιν’’ νεαράν. περὶ οὗ καὶ Παῦλος ὁ θεῖος εἴρηκεν, ἀρχιερέα καὶ Ἀπόστολον δεδόσθαι ἡμῖν Χριστὸν ἱερουργοῦντα ἑαυτὸν, προσάγοντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τὴν ἡμετέραν τῆς πίστεως ὁμολογίαν.

Καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς.

Πρὸς τοῖς μαστοῖς δὲ περιεζωσμένον, ἀλλ’ οὐ πρὸς τῇ ὀσφύι; ὅτι μηδὲ ἐπιβατὸς οὗτος ταῖς ὑπὸ γαστρὶ ὀρέξεσιν, ἃς περιεσφίγχθαι τοῖς ἄλλοις ἀνθρώποις σωτήριον. διὰ τοῦτο οὐδὲ πρὸς τῷ

195
μὴ ἀπροσίτῳ ταύταις μορίῳ διὰ τὸν τούτῳ συμπεφυκότα κἂν ὑπὲρ λόγον Θεὸν, πρὸς τῷ στήθει δὲ καὶ τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας καὶ θείας ὀργῆς ἡ φιλανθρωπία συνέχηται, καὶ ἡ τὰς δύο διαθήκας, ἤτοι τοὺς δεσποτικοὺς μαζοὺς ζωννῦσα, δειχθῇ ἀλήθεια, δι’ ὧν καὶ οἱ πιστοὶ τρέφονται. περὶ οὗ καὶ εἴρηται. “ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφῦν αὐτοῦ, καὶ ἀλη- “ θείᾳ ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ.’’ δικαιοσύνῃ δὲ τὴν ὀσφῦν, τῷ μὴ ὑπερβάθμιον τῆς λογικῆς φέρεσθαι φύσεως. ἀληθείᾳ δὲ ἠλεῖφθαι τὰς πλευρὰς ὡσεὶ ἐλαίῳ θείῳ, τῷ τὸ ἀληθὲς τῆς περὶ τὸ οἰκεῖον πλάσμα φιλανθρωπίας παρρησιάζειν.

Ζώνην χρυσῆν.

Χρυσῆν τὴν ζώνην ὁρᾷ, τῶν κατὰ τὸν νόμον ἱερέων φάρεσι πεποικιλμένοις χρωμένων. ἔδει γὰρ τὸ διάφορον φανῆναι δούλων καὶ σκιώδους νόμου, καὶ τῆς ἀληθείας.

Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαί.

Τὸ γὰρ κατὰ Χριστὸν μυστήριον τιμαλφὲς, καὶ εἰ νέον τῇ ἐπιφανείᾳ καὶ δι’ ἡμᾶς, ἀλλὰ προαιώνιον τῇ εὐδοκίᾳ. διὸ καὶ Παῦλός φησι περὶ αὐτοῦ. “ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ “ τῶν αἰώνων, νῦν δὲ φανερωθὲν τοῖς ἁγίοις αὐτοῦ. τοῦτο ὃ ἡ πολιὰ θρὶξ καὶ ὡσεὶ χιὼν ὑποσημαίνει.

Ὡς φλὸξ δὲ πυρὸς οἱ ὀφθαλμοὶ αὐτοῦ.

Ἢ τὸ φωτοειδὲς παραδηλοῦντες ὥσπερ ἡ φλόξ. διὸ καὶ ὁ Χριστός φησιν, “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.’’ ἣ τὸ καυστικόν τε καὶ τιμωρητικὸν ἀπειλοῦντες κατὰ τῶν ἐκκλησιῶν, αἷς τὰ τῆς Ἀποκαλύψεως διαπέμπεται, ὡς οὐ τέλεον τοῖς αὐτῷ νόμοις ἀκολουθούσαις.

Καὶ οἱ πόδες αὐτοῦ, ὅμοιοι χαλκολιβάνῳ.

Πόδας ἔχοντα τὸν θεάνθρωπου Ἰησοῦν ἀκουστέον ἀκολούθως τῷ θείῳ τῶν λόγων ἀνδρὶ Γρηγορίῳ, ὅτι μηδὲ γυμνῇ τῇ θεότητι ἡμῖν ἐπεδήμησεν, ἀλλὰ διὰ σαρκός. διὰ μὲν τοῦ χαλκοῦ χρυσοειδοῦς ὄντως τῆς θείας φύσεως δηλουμένης, καὶ διὰ τὸ ἠχητικὸν, τοῦ κηρύγματος ἐκλαμβανομένου. πόδας δὲ τοῦ Χριστοῦ καὶ θεμελίους τῆς ἐκκλησίας, καὶ τοὺς θείους Ἀποστόλους

196
καθαροὺς μὲν καὶ αὐτοὺς τῷ πυρὶ τῶν πειρασμῶν ἀναφανέντας, εἰ καὶ πρὸ τούτου μετρίως. ἀλλ’ ὥσπερ ὁ διδάσκαλος Χριστὸς τῇ τῶν Ἰουδαίων ἀπειθείᾳ, οὕτω καὶ αὐτοὶ τῇ τῶν ἐθνῶν ἀγριότητι τὸ δοκίμιον ἑαυτῶν ὡς διὰ πυρὸς ἐπιδεδειγμένοι εἰσίν. ὅτι δὲ καὶ ὁ Χριστὸς θεμέλιος, Κορινθίοις ὁ θεῖος γράφων Παῦλος, ἐχέγγυος τῷ λόγῳ πιστώσασθαι, “θεμέλιον” φάσκων “ ἄλλον οὐδεὶς δύναται “ θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός. χαλκολίβανον δὲ, εἴτε τὸν ἐν τῷ Λιβάνῳ τῷ ὄρει μεταλλευόμενον, ἐπειδὴ τούτῳ ἀφωμοίωται ὁ ἐνανθρωπήσας, φησὶν, εἴτε καὶ τὸν χαλκοειδῆ λίβανον νοητέον, ὃν ἰατρῶν παῖδες ἄρρενα καλοῦσιν, εὐώδεις καὶ αὐτὸν πυρὶ ὁμιλοῦντα ἀτμοὺς ἀποπέμποντα. καὶ ὅτι εὐώδεις καὶ Χριστὸς καὶ οἱ αὐτοῦ θεῖοι Ἀπόστολοι, ἡ ἐν ᾄσμασι νύμφη παραστῆσαι, “ ὀσμὴ φάσκουσα “ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώ- “ ματα.” καὶ αὐτὸς ὁ νυμφίος Χριστὸς πρὸς τὴν νύμφην περὶ ἑαυτοῦ λέγων, “ἐγὼ ἄνθος τοῦ πεδίου καὶ κρίνον τῶν κοιλάδων. καὶ οὕτω μὲν ὁ Χριστός. εὐώδεις δὲ καὶ οἱ τούτου Ἀπόστολοι. διὸ καὶ Παῦλος, “Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἀπολλυμέ- “ νοις.” ὡς ὑδάτων δὲ πολλῶν ἀπηχεῖσθαι τὴν φωνὴν εἰκότως φησί. κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ καὶ τοῦ Πνεύματος, ἀφ’ οὗ τῆς ἐνεργείας “ καὶ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτῷ ἔρρευσαν, κατὰ τὸν προφητικὸν λόγον. “ καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν “ χειμάρρουν τῶν σχοίνων.” οἶκον δὲ Θεοῦ, τίς ἀμφιβάλοι μὴ τοὺς ἀξίως τῆς τοῦ θείου Πνεύματος ἐνεργείας ἑαυτοὺς παρεσκευακότας, ὑπὸ τοῦτον εἰρῆσθαι, οἱ καὶ εἰρήκασιν ἑαυτοὺς εἶναι ναοὺς Θεοῦ καὶ μέλη ἐκ μέρους ; οὐκ ἄλλος, μὲν οὖν, ἢ ὁ ταῦτα τὰ θεῖα καὶ ἱερὰ λόγια ἀγνοήσας ἑκών. καὶ τὸ διαπρύσιον δὲ τῆς εἰς πᾶσαν τὴν γῆν ἀπηχήσεως τίς ἀθετήσει ; εἰ μή που ὁ χοιρώδης καὶ ὁ τὰς πνευματικὰς καὶ θείας ἐλλάμψεις αἰσθητῶς ἀπαιτῶν ἐνεργεῖσθαι.

Καὶ ἔχων ἐν τῆ δοξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά.

Τοὺς ἑπτὰ τούτους ἀστέρας Ἀγγέλους αὐτὸς οὗτος προιὼν ἑρμηνεύσει, οὓς καὶ ἑκάστῃ ἐκκλησίᾳ ἐπιστατεῖν ἐρεῖ. καὶ Γρηγόριος ὁ θεῖος ἐν τῷ Συντακτηρίῳ αὐτοῦ λόγῳ τὸ αὐτὸ διαγορεύει, ἐκ ταύτης τῆς Ἀποκαλύψεως Ἰωάννου ἕλκων εἰς ἡμᾶς τὴν πειθώ.

197

ἀστέρας δὲ καλεῖ τοὺς Ἀγγέλους διὰ τὴν δαψιλῆ φωτοχυσίαν τὴν· ἐν αὐτοῖς τοῦ Χριστοῦ. τοὺς αὐτοὺς καὶ τῆς δεξιᾶς χειρὸς ἀξιοῦσθαι τῆς κατοχῆς φησὶ, τῇ τιμιωτάτῃ στάσει οἱονεὶ ἐπαναπαυομένους. ἐκ τοῦ στόματος δὲ τὴν ῥομφαίαν τὴν δίστομον ἐκπορεύεσθαι, καί τοι τοῦ θεοπάτορος ἐπὶ τὸν μηρὸν τὸν δυνατὸν περιζώσασθαι ταύτην ἐντελλομένου, ὅτι μήπω κατ’ ἐκεῖνο καιροῦ τοῖς παραβάταις τῶν εὐαγγελικῶν νόμων ἡ ἐκδίκησις ἐπεπαίδευτο. καὶ οὗτος δὲ, ἵνα τὴν ἀναβολὴν παραστήσῃ τῆς τιμωρίας, ἐπὶ τοῦ μηροῦ τέως τὴν ῥομφαίαν αἰωρεῖ. νῦν δὲ ἡ ἐκ τοῦ στόματος ἐκπορευομένη ῥομφαία, τὸ ἑτοιμότατον ὑπαινίττεται τῶν ἐν τῇ νέᾳ διαθήκῃ ἀνηκόως διακειμένων εἰς ἀπαραίτητον ψυχῆς κίνδυνον ὀξέως ἐφορμώντων πρὸς διχοτομίαν δηλονότι. ἣν καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις ὑπέφηνε, διχοτομηθῆναι c τὸν ἀμελῆ δοῦλον ἀπειλῶν. καὶ Παῦλος d “ ζῶντά φησι “ τὸν τοῦ Θεοῦ τιμωρητικὸν λόγον καὶ ἐνεργῆ, καὶ τομώτερον “ παρὰ ῥομφαίας e, ἅτε ἐκ τοῦ στόματος ἐκπορευόμενον, καὶ δι- “ ϊκνούμενον ἄχρις f ὀστέων καὶ μυελῶν,’’ οὐκ αἰσθητῶς μέντοι. ὅθεν καὶ ὀξεῖα αὕτη τῷ ᾿Ιωάννῃ ἀναγέγραπται, ὅπερ εἰς ταὐτὸν φέρει τῇ τομωτάτῃ Παύλου ῥομφαίᾳ. ὡς ἥλιον δὲ φαίνειν τῇ δυνάμει αὐτὸν, ἐπεὶ καὶ “ἥλιός ἐστι δικαιοσύνης κατὰ Μαλαχίαν τὸν προφήτην, φήτην, “ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. οὐχ ὡς σῶμα δὲ φωτίζει g διαφανὲς αἰσθητῶς, ἀλλὰ νοητῶς. διὸ καὶ ἐπήγαγε, “ τῇ δυνάμει αὐτοῦ,’’ ὡσεὶ ἔλεγεν, ὅτι τὸ φῶς h τοῦ Χριστοῦ δυνάμει ἐνεργεῖ, οὐκ ὄψιν σωματικῶς, ψυχῆς δὲ νοητῶς καταλάμπον ὀφθαλμούς.

Καὶ ὅτε εἶδον αὐτὸν, ἔπεσον πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός. καὶ ἔθηκε τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ, λέγων. μὴ φοβοῦ, ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. καὶ ἔχω τὰς κλεῖδας τοῦ θανάτου καὶ τοῦ ἅδου.

Ἔθος τοῖς ἁγίοις προφήταις ὁρῶσιν ὀπτασίαν, καταπλήττεσθαι [*](b ἐφορμῶντα B. c διχοτομῆσαι B. d Παῦλος δὲ B. e πάσης ῥομφαίας B. f ἄχρι B. g φωτίζειν B. h οἱονεὶ τὸ φῶς B.)

198
εἰς παράτασιν1 τῆς ἀνθρωπίνης εὐτελείας, καὶ τοῦ, ὅσον τὰ θεῖα τῶν ἀνθρωπίνων κατὰ τὸ κρεῖττον καθυπερτερεῖ καὶ ὑπερανέστηκεν ὅπερ Ἰησοῦς ὁ τοῦ Ναυῆ πέπονθε, καὶ Δανιὴλ ὁ τῶν ἐπιθυμιῶν ἀνὴρ, ὁ μὲν πρὸς τὸν ἀρχιστράτηγον τῆς τοῦ Κυρίου δυνάμεως, ὁ δὲ ἐπὶ ταῖς ὁραθείσαις αὐτῷ ὀπτασίαις. οὐκοῦν παραπλήσιόν τι τούτοις καὶ νῦν ὁ Εὐαγγελιστὴς ὑποστὰς, ἀνερρῶσθαί, φησι, τῆς σωτηρίου δεξιᾶς m τοῦ Υἱοῦ τοῦ Θεοῦ ἁπτομένης αὐτοῦ, μετὰ παρακλήσεως τὸν πρὸς αὐτὸν n θεῖον αὑτοῦ γόγον o, οἷον πρῶτον p καὶ ἔσχατον ἐμφανίζοντος q· πρῶτον τῇ θείᾳ φύσει, ἔσχατον τῷ σωτηρίῳ ἡμῖν αὐτοῦ παρουσίᾳ· καὶ ζῶντα, εἰ καὶ δι’ ἡμᾶς νεκρωθέντα, ἀλλ’ οὖν ζῶντα καὶ τὰς κλεῖς ἔχοντα τοῦ θανάτου καὶ τοῦ ᾅδου. ὡς οὖν τοιοῦτον ἔχοντα βοηθὸν r, κελεύει s μὴ φοβεῖσθαι, μηδ’ ἐν αὑτῷ προανακείμενον t τῷ ζῶντι εἰς ἀτελευτήτους αἰῶνας ὑποστείλασθαι u, ἀλλὰ γράφειν ἀνυποστόλως ἃ εἶδε, καὶ ἃ εἰσὶ, καὶ ἃ μέλλει ἔρχεσθαι, οἱονεὶ τὰ παρελθόντα καὶ ἐνεστῶτα. ταῦτα γὰρ τῶν ὄντων, ἀλλ’ οὐ τῶν εἰς ἀνυπαρξίαν κεχωρηκότων. μετὰ τούτων δὲ, καὶ ἃ μέλλει γίνεσθαι πρὸς γνῶσιν τῶν μετερχομένων.

Μῆ φοβοῦ.

Καταπλαγεὶς τῇ θέᾳ ὁ Εὐαγγελιστὴς, καὶ ὡς νεκρὸς ὑποτεθεὶς τῷ ὁρωμένῳ πρὸς τοὺς πόδας, ἀκοῦσαι φησὶ, μὴ φοβοῦ, ὡς οὐκ ἃν ἰσχύσας x ζῆν ὁ ἱερὸς Ἰωάννης ἐκ τῆς καταπλήξεως, μὴ τῆς σωτηρίου δεξιᾶς ἁψαμένης αὐτοῦ, τῆς πλεῖστα μόνῃ τῇ ἁφῇ ἐργασαμένης θαυμάσια. ἐγὼ γάρ εἰμι, φησὶν y, ὁ ἐπὶ σωτηρίᾳ πάντων ὑμῶν ἐπ’ ἐσχάτων καιρῶν συναναστραφεὶς ὑμῖν κατὰ σαρκὸς, καὶ πρωτότοκος πάσης κτίσεως. πῶς οὖν οἷον τέ σε παθεῖν τι κακὸν ἐκ τῆς ἐπιφανείας μου ; εἰ γὰρ ζῶν, καὶ πηγὴ ζωῆς ὑπάρχων, εἰ δὲ z καὶ δι’ ὑμᾶς ἐγενόμην νεκρὸς, ἀλλ’ αὖθις ἀνεβίων πατήσας τὸν θάνατον,) πῶς οἷόν τέ σε τὸν ζῶντα, δι’ ἐμὲ καὶ τὴν ἐμὴν ὀπτασίαν γενέσθαι νεκρόν ; εἰ δὲ καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου, διὸ καὶ ζωογονῶ καὶ κατάγω εἰς ᾅδου καὶ ἀνάγω, καὶ “ ἐμού a “ εἰσιν,” ὡς ὁ προφήτης φησὶν, “αἱ διέξοδοι τοῦ θανάτου,’) οὐκ ἃν [*](i παράστασιν B. k ἀνέστηκεν Edd. m τῇ σωτηρίᾳ δεξιᾷ ἁπτομένης μου. B. ἐμὲ B. o θείων αὐτοῦ λόγων B. πρῶτον αὐτὸν B. q ἐνεφάνιζον B. r ἔχοντα τὴν κυρίαν B. s κελεύει om. B. t μηδὲν ἐμοὶ προσανακείμενός φησι B. “ ὑποστείλασθαι om. B. x ἴσχυσεν B. y φησὶν om. B. z δὲ om. B. a ἐμαὶ B.)

199
τοὺς ἐμοὺς προσκυνητὰς πρὸ τοῦ καθήκοντος παραπέμψω τῷ θανάτῳ, ἃν μὴ γράψαι ὑποθῶμαι τὰ γνώσεως ἄξια.

Γράψον ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα. τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέρες Ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσί. καὶ αἱ λυχνίαι αἱ ἑπτὰ, ἑπτὰ ἐκκλησίαι εἰσί.

Τὰ ὁραθέντα b τῷ ἁγίῳ, τὰ μὲν ἤδη γεγόνασιν, ἃ καὶ πέρας ἤδη ἔχοντα c ἐτύγχανον κατὰ καιρὸν, οὐ μέν τοι d καὶ εἰς ἀνυπαρξίαν οὖν συγκεχωρηκότα. διὸ καὶ περὶ αὐτῶν εἶπεν, “ ἅ ἐστι e.” τὰ δὲ ἕτοιμα παρελθεῖν, τὰ δὲ μέλλει γίνεσθαι, ὡς προιὼν ὁ λόγος ἐρεῖ.

Τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων.

Ἐπεὶ διεσάφησεν αὐτῷ τινές τε f οἱ ἑπτὰ ἀστέρες καὶ οἱ λύχνοι καὶ αἱ λυχνίαι, τούτου χάριν καὶ ἃ δεῖ g πρὸς ἑκάστην εἰπεῖν ἐκκλησίαν συνετίζεται. ἀστέρας δὲ τοὺς Ἀγγέλους τοὺς τῶν ἐκκλησιῶν ἐφόρους καλεῖ, ὡς ἐξ αὐτοῦ τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ φῶς χορηγουμένους. ὅπερ καί τις τῶν θύραθεν h σοφῶν περὶ τοῦ αἰσθητοῦ ἡλίου ἐδόξασεν, ὡς ἐξ αὐτοῦ τοὺς ἀστέρας τὸ φῶς λαμβάνοντας. λύχνους δὲ τοὺς τὸν Χριστοῦ φωτισμὸν ἱεροὺς ἄνδρας καταπλουτεῖν τεταγμένους, καὶ τὸν τῆς ἀγνωσίας σκότον τοῦ παρόντος βίου διασκεδάζοντας. λυχνίας δὲ τὰς ἐκκλησίας ὡς τῶν φωστήρων. διδάσκαλοι δὲ οὗτοι κατὰ Παῦλον, λόγον ζωῆς ἐπέχοντες. χρυσαῖ δὲ πᾶσαι διὰ τὸ ἀκίβδηλόν τε καὶ τίμιον τῆς ἐν αὐταῖς πίστεως. ἑκάστῃ δὲ ὅτι Ἄγγελος ἐπιστατεῖ, καὶ ὁ θεόλογος Γρηγόριος, ὡς ἔφημεν, παραθέμενος ἐπιστώσατο. ἐπεὶ δὲ ταῦτα ἐφανέρωσε k, καὶ ἃ δεῖ l πρὸς ἑκάστην τῶν ἐκκλησιῶν τὸν ταῦτα θεοκλυτούμενον m διαμαρτύρασθαι, ἐπιφέρει λοιπὸν, καὶ ὅπως τὴν μὲν τέλεον ἔξω βαίνουσαν τοῦ θείου σκοποῦ αἰτιάσασθαι χρὴ, ἐπαινέσαι δὲ τοὺς τοῦ εὐαγγελίου δρόμου συλλόγους ἐπιδιορθώσασθαι δὲ τὰς ἐν μέρει πταιούσας τοῖς κατ’ ἀλλήλων o νουθε- [*](b Εἴσι τῶν ὁραθέντων B. c πέρας ἔσχεν B. d οὐ μὴν οὐ μέντοι B. e ἅ εἰσι, τὰ δὲ παρῆν B. f τινές τε εἰσιν B. S Edd. δὴ. h θύραθε B. i ὄχημα Edd. k ἐφανέρωσε om. B. l δὴ Edd. m τῶν ταῦτα θεοκλυτουμένων Edd. n εὐαγγελικοῦ λόγου συνδρόμους B. ο καταλλήλοις, B.)

200
σιῶν φαρμάκοις διαπεμψάμενον. καὶ τίς ὁ ταῦτα θεσπίζων, ἀλλ’ ἢ “ ὁ πάντας θέλων ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείαν “ ἐλθεῖν ;” καὶ τίνι ταῦτα καταμηνύσας q ; τῷ θεσπεσίῳ Εὐαγγελιστῇ Ἰωάννῃ διὰ τῆς μετὰ χεῖρα Ἀποκαλύψεως.

Οἱ ἑπτὰ ἀστέρες, Ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι.

Δἰ Ἀγγέλου τῇ ἐκκλησίᾳ διαλέγεται, ὅπερ r ἄν τις διὰ παιδαγωγοῦ ἐλέγετο ἂν s τῷ παιδαγωγουμένῳ, εἰδὼς ὡς οἰκειοῦσθαι φιλεῖ τὰ τοῦ μαθητοῦ ὁ διδάσκαλος, εἴτε κατορθώματα, εἴτε ἡττήματα. εἰκὸς t δὲ καὶ διὰ τῶν ἑπτὰ ἀστέρων τῶν ἐν τῇ δεξιᾷ τοῦ χρηματίζοντος ταῦτα, τὴν τοῦ παντὸς διακόσμησιν δηλοῦν ἐν τῇ δεξιᾷ Χριστοῦ κειμένην, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον, “ ἐν τῇ χειρὶ “ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν.’’