Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Προοίμιον τῆς Ἀποκαγλύψεως, καὶ ὅτι δι’ ἀγγέλου αὐτῷ δέδοται.
ἈΠΟΚΑΛΥΨΙΣ Ἰησοῦ Χριστοῦ, ἢν ἔδωκεν αὐτῷ ὁ Θεὸς, δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ Ἀγγέλου αὐτοῦ, τῷ δούλω αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. . ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσε, καὶ ἅ τινα δεῖ γενέσθαι μετὰ ταῦτα.
Tινὲς τῶν ἀρχαιοτέρων νοθεύουσι ταύτην τῆς Ἰωάννου τοῦ ἠγαπημένου γλώττης, ἑτέρῳ ταύτην ἀνατιθέντες. οὐκ ἔστι δὲ οὕτως. ὁ γὰρ συνεπώνυμος τούτῳ Γρηγόριος ἐνέκρινε ταύτην ταῖς ἀνοθεύτοις, “ ὡς ἡ Ἰωάννου,” φήσας, “ διδάσκει με Ἀποκάλυψις. Ἀρχόμενος δὴ γράφειν τοῦ Εὐαγγελίου, τὸν Χριστὸν θεολογῶν πρόεισιν. “ ἐν ἀρχῇ, ” φησὶν, “ ἦν ὁ Λόγος. ” καὶ τῆς Ἐπιστολῆς δὲ αὐτό τε προοίμιον τῆς αὐτῆς ἔχεται θεολογίας, ὃ ἦν ἀπαρχῆς προβαλλόμενος.
Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἢν ἔδωκεν αὐτῷ ὁ Θοή.
Ὡσεὶ ἔλεγεν. ἡ παροῦσά μου Ἀποκάλυψις, δέδοται μὲν παρὰ τοῦ Πατρὸς τῷ Υἱῷ δέδοται δὲ παρὰ τοῦ Υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. ἀπὸ τῶν ταπεινοτέρων γὰρ τῆς οἰκονομίας ἀρξάμενος, ἐπὶ τὰ θεοπρεπέστερα προέβη. ὡς γὰρ καὶ Πέτρος ὁ
Ἀποκάλυψις δέ ἐστιν ἡ τῶν κρυπτῶν μυστηρίων δήλωσις, καταυγαζομένου τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς, εἴτε διὰ θείων ὀνειράτων, εἴτε καθ’ ὕπαρ c ἐκ θείας ἐλλάμψεως. δοθῆναι δὲ τὴν Ἀποκάλυψιν ταύτην φησὶν, ἀνθρωπινώτερον διαχειριζόμενος τὸν λόγον ὁ θεῖος οὗτος Ἀποστολος, ἀλλ’ οὐχ ὡς ἐν τῷ Εὐαγγελίῳ καὶ τῇ Ἐπιστολῇ αὐτοῦ, ἀπὸ τῶν θειοτέρων τοῦ Χριστοῦ μᾶλλον ποιούμενος τὸν λόγον καὶ ἐνδιατρίβων αὐτοῖς, οὕτω καὶ νῦν, ἀλλ’ ἀπὸ τῶν ταπεινοτέρων, ὡς ἃν ὑποφήνῃ σαφῶς, ὡς ἄμφω, τὰ θειότερα λέγω καὶ τὰ ἀνθρώπινα, τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἐνθεωρεῖται Χριστῷ, μεταπρέποντα. διὰ γὰρ τοῦ διακονοῦντος Ἀγγέλου, καὶ τοῦ ὀνόματος τῶν μανθανόντων, ὅτι δοῦλοι, τὸ τῆς θεότητος Χριστοῦ ἐμφαίνει d μέγεθος, καθὸ καὶ εἴρηται, “ ὅτι τὰ σύμπαντα “ δοῦλα σά. τὴν ἔκβασιν δὲ τῶν χρηματιζομένων ἐν τάχει ὑπισχνεῖται προβῆναι, οὐχ ὡς ἔτυχεν, ἀλλὰ παραμετρῶν τὰ ἀνθρώπινα τοῖς θείοις, οἷς καὶ τὰ πολυχρονίως καὶ χιλιοστῶς ἐκτελούμενα, “ ὡς ἡ Χθὲς e ἡμέρα, καὶ ἡ ἐν νυκτὶ φυλακὴ κρίνεται. ἣ καὶ φιλοτιμότερον προσβαλεῖν τῷ, τᾧ, “ ἐν τάχει f,” τοῦ ἀνυπερθέτως παριστῶντος ἐστὶ g τὴν ἔκβασιν λήψεσθαι τὰ δηλούμενα, μηδὲν τῆς παρατάσεως οἵας τε οὔσης τὸ συντελεσθῆναι λυμήνασθαι, ὡς οὐδὲ τὸ σήμερον τοῦ ἐχθὲς παρατεινομένου h ἐὰν μὴ i εἰς ὅπερ ἀφῖχθαι ἀποκείμενον εὐκαίρως παρῇ, μηδεμιᾶς ὑπολιπομένης τῷ πράγματι βραδυτῆτος πρὸς j καταδοχὴν, ἀποδιαπομπήσασθαι εὐπρεπές.
[*](a καὶ εἴησαν B, b ὅτι τὴν μυσι. B. c sic B. et Andr. Comment. Ρ. 3, 4. καθύπερ Edd. d ἐμφαίνων B. e ἐχθὲς B. f τὸ ἐν τάχει καὶ τὸ B. g ἐστὶ om. B. h ἡ ἐχθὲς παρατεινομένῳ B. i ἐὰν μὴ om. B. J τὸ πρὸς, κατ’. B.)Δι’ Ἀγγέλου δὲ ὁ χρηματισμὸς τῷ δούλῳ αὐτοῦ, ὃς δοῦλος ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν αὐτοῦ, φησί. τούτῳ τῷ σχήματι, τὴν διδασκαλικὴν ἐαυτοῦ k ἀλήθειαν συνιστῶν, καὶ ἐν εὐαγγελίοις ἐχρήσατο εἰπὼν, “ οὗτος ἐστὶν ὁ μαθητὴς ὁ “ μαρτυρῶν περὶ τούτων l καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι “ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ὡς οὑν ἐν ἐκείνῳ, οὕτω καὶ νῦν φησιν, ὅτι μάρτυς ἐστὶ τοῦ ὀφθέντος αὐτῷ διὰ τῆς Ἀποκαλύψεως τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Χριστοῦ μαρτυρίας· μαρτυρίας λέγων, οἱονεὶ διαμαρτυρίας τοῦ διαμαρτύρασθαι δηλονότι πρὸς οὓς ὁ λόγος αὐτῷ, εἰς ἐξαθώωσιν ἑαυτοῦ, μάρτυρα εἶναι ἑαυτὸν τοῦ ὀφθέντος αὐτῷ θείου λόγου διὰ τῆς Ἀποκαλύψεως. τίνα δὲ διάμαρτύρασθαι καὶ κηρύξαι εἰς ἐξαθώωσιν ἑαυτοῦ τάτε ὄντα, τάτε ἐσόμενα, ἃ καὶ παραστατικὰ, ἅτε προφήτου, τοῦτε ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.
Ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσε.
Ἐν ἑτέρῳ ἀντιγράφῳ πρόσκειται, καὶ ταῦτα, “ Καὶ ὅσα “ ἤκουσε, καὶ ἅ τινα εἰσὶ, καὶ ἅτινα δεῖ γενέσθαι μετὰ ταῦτα. Ὁ Χριστός μοι, φησὶν, ἐφανέρωσεν ὡς δεσπότης τῷ δούλῳ αὐτοῦ, ἐφ’ ᾧτ’ διὰ τῶν ὁραθέντων διαμαρτύρασθαι καὶ κηρύξαι πρὸς ἐπιστροφὴν τῶν ἀκουόντων, τάτε ὄντα καὶ τοὺς ἀνθρώπους λανθάνοντα, τάτε μέλλοντα ἔσεσθαι. προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα. καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι, “ ἅτινά εἰσι, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα γὰρ παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος, περὶ ἃ καὶ τῶν προφητῶν τὸ εὐδόκιμον.
Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα.
Μακαρίζει προμηθῶς ἄγαν οὐ τοὺς ἀναγινώσκοντας μόνους, (πολλοὶ m γὰρ ἃν ἦσαν μακάριοι οὕτως οἱ ἀναγινώσκοντες,) ἀλλὰ καὶ τοὺς ἀκούοντας ἐμπράκτῳ δηλαδὴ ἀκοῇ. οἷς καὶ ὁ Κύριος τὴν n τῷ ὄντι ἐμαρτύρησεν ἀκοὴν προσεῖναι Ο, ἐν οἷς φησὶν, “ ὁ ἔχων “ ὧτα ἀκούειν, ἀκουέτω. καὶ τίς οὗτος ; ὁ τὴν ἀκουστὴν [*](κ Sic B. αὐτοῦ Edd. 1 τούτου Edd. m πολὺ B. πολὺ Β n ο Sic B. πρὸς τῶν Edd.)
Ὁ γὰρ καιρὸς ἐγγύς.
Ἐγγὺς ὁ καιρὸς τῆς μακαριότητος. τῷ διαπύρῳ γὰρ τοῦτο τῆς ἀγάπης τῶν φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. διὸ καὶ τὸ ἀνένδοτον τῆς περὶ ταῦτα περιγίνεται αὐτοῖς ἐργασίας, οὐδ’ u εἰς παράτασιν χρόνου ἣ ἀποκατάστασιν νομισθείη. καὶ μάρτυς ἡ τοῦ πατριάρχου Ἰακὼβ ἐπὶ τῇ ἀναλήψει τῶν γυναικῶν ἑπταέτης καρτερία, ὡς μία ἡμέρα λογιζομένη. ἣ ἐγγὺς ὁ τῶν ἐπάθλων καιρὸς τῷ παραμετρεῖσθαι τὴν τοῦ παρόντος βίου σμικρότητα, πρὸς τὴν τοῦ μέλλοντος ἀπειρίαν αἰῶνος.
Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ, ὁ ὣν, καὶ ὃ ἦν, καὶ ὁ ἐρχόμενος. καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ. ὁ μάρτυς ὁ πιστὸς, ὁ πρωτότοκος τῶν νεκρῶν. καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
Διὰ τῶν ἑπτὰ ἐκκλησιῶν, τοῦ x ἑβδοματικοῦ ἀριθμοῦ τὸ μυστικὸν y τῶν ἁπανταχῆ ἐκκλησιῶν ἐσήμανε πλῆθος τῶν τῷ παρόντι βίῳ συστοίχων, καθ’ z ὧν ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος κατάρξασα, τὴν ἐνοικοῦσαν a τῇ φθαρτῇ ταύτῃ b κτίσει δύναμιν ἑαυτῆς ὑπέφηνεν ὡς διὰ πάσης διήκουσαν c ἣ καὶ Φίλωνι τῷ θεωρητικωτάτῳ Ἰουδαίῳ ἀνδρὶ, ἐν λόγῳ αὐτοῦ τῷ εἰς τὴν κατὰ Μωϋσέα φιλοσοφίαν, ὑποσυνᾴδειν d οὐ περιττὸν ἡγεῖται e [*](m εὐτρεπὴς B εὐπρεπὴς Edd. n ἤγουν B. ο χειρονηδὺ Edd. P γεγονὼς B. q καταρχὰς B. r περὶ τὸ B. s πλάσμα B. t τοῦ τοῦτο om. B. u οὐκ B. x καὶ τοῦ Edd. γ τὸ μυστικὸν om. Edd. z καθὸν B. α ἐνυποῦσαν potius B. b ταύτῃ om. Edd. c διήκουσα B. d ὑποστῆσαι B. e ἥγηται B.)
Τὸ δὲ, ἀπὸ τοῦ, ὁ ὣν, καὶ ὁ ἢν, καὶ ὁ ἐρχόμενος, ἰσοδυναμεῖ τῷ, ἀπὸ τοῦ πάντων Θεοῦ ἡμῶν Λόγου h, ὄντα μὲν γὰρ αὐτὸς ἑαυτὸν ὀνομάζει ὁ πατὴρ i χρήματ’ ἵζων τῷ Μωϋσῇ k ἐπὶ τοῦ ὄρους“ἐγώ εἰμι ὁ ὤν ” τὸ δὲ ἦν, ὁ παρὼν θεόσοφος Εὐαγγελιστὴς προήνεγκεν ἔντε’ τῷ Εὐαγγελίῳ αὐτοῦ “ ἐν ἀρχῇ ἢν. ὁ Λόγος, εἰπὼν, καὶ ἐν τῇ πρώτῃ τῶν καθολικῶν αὐτοῦ Ἐπιστολῶν, “ ὃ ἦν “ ἀπ’ ἀρχῆς, ” γράψας, περὶ τοῦ Λόγου τῆς ζωῆς. ἐρχόμενον δὲ τὸ θεῖον Πνεῦμα καλεῖ, ὡς οὐ μόνον κατὰ τὸν ἡμέραν τῆς Πεντηκοστῆς ἀπεσταλμένον παρὰ τοῦ Πατρὸς, ἀλλ’ ἀεὶ n παραγινόμενον τοῖς ἀξίοις αὐτὸ δέξασθαι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος.
Εἰρήνη ἀπὸ τοῦ ὁ ὤν.
Αλλωσ. Ἴσως δὲ οὐκ ἀδόκιμον καὶ οὕτω ταῦτα νοεῖσθαι ἐπὶ τοῦ Πατρὸς τὸ, “ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὡς αὐτοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τὴν ἄρχην, καὶ τὰ μέσα, καὶ τὰ τελευταῖα.
Καὶ ἀπὸ τῶν ἑπτὰ πνευματῶν.
Τινὲς τὰ ἑπτὰ πνεύματα, τὰς ἐνεργείας τοῦ ἁγίου ὑπέλα- βον πνεύματος. δοκιμώτερον o δὲ Ἀγγέλους ταῦτα νοεῖν. οὐ διὰ τὸ συνπαρειλῆφθαι δὲ τῇ p παντοκρατορικῇ τριάδι, ἤδη καὶ ὁμότιμα ταῦτα καταλογίζεσθαι αὐτῇ χρῇ q ἀλλὰ δοῦλα καὶ λειτουργικὰ, εἴγε πειστέον r τοῖς προφήταις τοῖς διαμαρτυρομένοις, ὅτι τὰ σύμπαντα δοῦλα αὐτοῦ, καὶ δὴ καὶ τῷ θεοπάτορι Δαβὶδ, “ εὐλογεῖτε, ” φάσκοντι s, “ πάντες Ἄγγελοι Θεοῦ, δυνατοὶ ἰσχύι; ποιοῦντες τὸν λόγον αὐτοῦ. καὶ τὸ μὲν λέγειν ὅτι τὸ συμπαραλαμβάνειν τὸ θεῖον καὶ τὴν ἀγγελιῶτιν φύσιν, παριστῶντός ἐστι τὸ ὁμότιμον εἶναι τῆς παντοκράτορος καὶ πάσης τοῦ εἶναι κτίσεως παραιτίας, καὶ τὴν λειτουργικὴν ὑπόστασιν, οὐκ ἔστιν εἰδότος, οὐδὲ ἐγγὺς u, ἀλλ’ ἀγνοοῦντος, οἶμαι, ὡς τῷ [*](f αἷς ἐκκλησίαις B. g ἐνέφηνεν B. h Λόγου B. om. Edd. i ὁ πατὴρ ὀνομ. B. k μωϋσεῖ l Sic B. om. Edd. m ἑαυτοῦ B. n ἀλλὰ καὶ ἀεὶ B. ο δοκιμότερον Edd. P παρειλῆφθαι τῇ B. q αὐτῇ προσλογίζεσθαι χρή. B. r πιστέον το]ι λέγουσι προφήταις τὰ σύμπαντα λέγουσι δοῦλα Θεοῦ B. s φάσκοντι om. B. t ἀλλὰ τὸ συμπαραλαμβάνειν ἡ θοῖ B. u οὐκ ἔστιν ἔστιν οὐδὲ ἐγγὺς om. B.)
Ὁ μάρτυς ὁ πιστός.
Δεῖ προσυπακούειν τὸ, ὅς ἐστιν, ἵν ᾖ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν μάρτυς ὁ πιστός e. ἐπισκοπητέον καὶ ὅτι πρότερον, ὡς περὶ ἀσάρκου γράψας τοῦ Λόγου d ἐν οἷς ἔλεγεν, ὁ ἦν, νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται, φήσας, “ καὶ ἀπὸ “ Ἰησοῦ Χριστοῦ, ” οὐ διαιρῶν αὐτὸν εἰς δύο, διὰ τὸ e ἐπαγαγεῖν τὸ, “ καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ἀλλὰ τοῦτό τε καὶ ἐκεῖνο περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ μαρτυρῶν, ὅτι Λόγος τέ f ἐστι τοῦ Πατρὸς, καὶ ὅτι ἐσαρκώθη. τοῦτο γὰρ βούλεται δηλοῦν τὸ “ Χριστὸς, ὄνομα. ὃς Χριστὸς, κατὰ τὸν μακάριον Παῦλον, ἐμαρτύρησεν ἅτε μάρτυς ἐπὶ Ποντίου Πιλάτου, ὁπηνίκα ἔφασκεν πρὸς αὐτόν. “ ἡ βασιλεία “ ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. νοεῖν γὰρ ἀπὸ τούτων διανίστησι τῶν λόγων, ὡς καὶ Θεός ἐστιν ὁ ὡς ἄνθρωπος ὁρώμενος, καὶ ταὐτὸν g φθεγγόμενος. μάρτυς μὲν οὖν διὰ τοῦτο. πιστὸς δὲ, ἀντὶ τοῦ ἀληθὴς, Θεὸς καὶ ἄνθρωπος. διὸ καὶ ὡς ἄνθρωπος ἀπέθανεν, ἀνέστη δὲ ὡς Θεός. ἀνέστη γὰρ, οὐχ ὡς h οἱ θείᾳ i δυνάμει ὑφ’ ἑτέρων ἀναστάντες, οἳ καὶ πάλιν ἀπέθανον. οἰκείᾳ δὲ δυνάμει ἀναστὰς, ἅτε Θεὸς, πρῶτος ἀπήρξατο τῆς ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν ἐλπιζομένης ἀτελευτήτου καὶ αἰωνίου παλινζωΐας. διὸ καὶ πρωτότοκος λέγεται τῶν νεκρῶν, ὡς μόνος αὐτὸς κατάρξας τῆς τοιαύτης ἡμῖν τῶν ἀγαθῶν χάριτος k.
Ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς ὁ Χριστὸς, ἐπεὶ καὶ Δανιὴλ πρὸς τὸν Βαβυλώνιον ἔφη, “ βασιλεύειν τὸν ὕψιστον καὶ κυριεύειν “ τῆς βασιλείας τῶν ἀνθρώπων. εἰ δὲ τοῦτο ἐπὶ τῆς θεαρχικῆς [*](X διανοήματι ἐν τῇ πρώτη om. Edd. Y πὼς om. B. z Sic ἔθει om. Edd. a θρόνου αὐτοῦ B. b καὶ λειτουργικὴν om. Edd. c ὁ μάρτυς Edd. d Θεοῦ λόγου γράψας B. e διὰ τοῦ B. f Λόγος om. Edd. g ταῦτα B. h ὥσπερ B. i ἐπὶ θείᾳ δὺν. Edd, χρηστότητος B.)
Καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
Οὐ τῶν γηίνων μόνον x, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς βασιλεύει. ἀλλὰ νῦν μὲν περὶ τῶν ἐπιγείων y λέγει, προιὼν δὲ z δείκνυσιν αὐτὸν καὶ τῶν a ἐν οὐρανοῖς ἁγίων b ταγμάτων βασιλεύοντα.
Tῷ ἀγαπήσαντι ἡμᾶς, καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Δισσογραφεῖται τοῦτο πρὸς διάφορον ἔννοιαν. λούεται μὲν γὰρ ὁ τὰς κηλῖδας καὶ τοὺς σπίλους ἀποκαθαιρόμενος. λύεται δὲ ὁ τῶν ἐγκλημάτων ἑαυτοῦ ἀπαλλαττόμενος. προσυπακουστέον δὲ πρὸς τὸ, ἐποίησεν c, τὸ, ὃς, ἀναφορικὸν ἄρθρον, ἴνα ᾖ, ὃς u [*](k πάντα om. B. l μὴ καὶ καθ’ ἑκάστης B. m λέγων om. n ἐξιδιοῦσθαι ταῦτα B. o τούτων B. P ἢ τὸν—ἐμποιοῦντα q Sic B. τῶν λόγων Edd. r κ. ὁ παντοκρ. om. Edd. s Παῦλος δὲ B. t καὶ ὁ μακάριος B. u ἅγιον πνεῦμα B. Χ μόνων B. Y ἐπὶ γῆς B. προιὼν δέ γε B. a τὸν Edd. b ἁγίων αὐτῶν ταγμ. B. c προσυπ. ἑ τῷ ἐπ’. B d ἱν ᾖ ὃς καὶ ἐπ’. B.)
Ἄλλωσ. τοῦ προκειμένου ἐδαφίου τὴν σύνταξιν ὅπως ὀφείλει νοεῖσθαι ἀνελλιπῶς h, τὸ ἐχόμενον παραστήσει. ἐν σχήματι γὰρ τῷ ῥηθησομένῳ ἐξενήνεκται, ὃ καλεῖται ἀλλοίωσις. γίνεται δὲ τοῦτο, ὅτε τῇ προκειμένῃ φράσει ἡ ἐπιφερομένη ἔννοια μὴ ὁμοιοπτώτως τοῖς φθάσασιν ἐπενεχθῇ, ἀλλὰ πρὸς τὴν ἐπαγομένην ἔννοιαν μεταληφθῇ. δοτικῆς γὰρ πτώσεως προλειφθείσης ἐν τῷ, “ λούσαντι ἡμᾶς “ ἐπήγαγε, τὸ, “ ἐποίησεν ἡμᾶς ἐλλειπτικῶς τοῦ ἀναφορικοῦ i ἄρθρου. ἦν γὰρ τὸ ἀνελλειπὲς k οὕτω, “ τῷ λούσαντι “ ἡμᾶς ἐν τῷ αἵματι αὐτοῦ, καὶ ποιήσαντι ἡμᾶς.’ κἂν μὲν ἡ ἐπιφερομένη ἔννοια ὁμοιοπτώτως ἐπήνεκτο οὕτω προαγομένη, ᾧ καὶ ἐποίησεν ἡμᾶς, οὐδὲν νῦν ἡμῖν περὶ τούτου προὔκειτο ζήτημα. ἐνέργειαν δὲ ὑποστήσαντος διὰ “ ἐποίησε, ῥήματος, ἀναγκαίως ἐπ’ εὐθεῖαν πτῶσιν ἀποκλίνομεν, τὸν ἐνεργοῦντα ἐπιποθοῦντες μαθεῖν, τούτου δὲ πῶς ἂν ἐτυγχάνομεν, μὴ τῆς ὀνομαστικῆς πτώσεως παραλαμβανομένης ; δι’ ὅπερ τὸ ἐλλειπὲς ἄρθρον, ἡ ὀνομαστικὴ εὐθεῖα παρέσχεν οὕτως ἐξακούεσθαι ἀνελλειπῶς, ὃς “ καὶ “ ἐποίησεν ἡμᾶς βασιλείαν, οἱονεὶ ἀνήγαγεν ἡμᾶς εἰς βασίλειον δόξαν. ἣν δόξαν, ἡ ἐχομένη ἔγγραφος λέξις ἱκανὴ παραστῆσαι.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος.
Ἡ σύνταξις τοῦ ῥητοῦ, ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ἐπάνεισιν οὕτως. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος τῷ ἀγαπήσαντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐν τῷ ἰδίῳ αἵματι. καὶ πῶς γὰρ οὐκ ἠγάπησεν, ἑαυτὸν δοὺς ἀντίλυτρον ἡμῶν, ὡς ἀμνὸς σφαγιασθεὶς, καὶ τῷ διὰ σταυροῦ αὐτοῦ αὐτοῦ l καὶ ὕδατι λούσας ἡμᾶς, ἤγουν καθαρὰς τὸν τῶν ἁμαρτιῶν ῥύπον ἡμῶν ; καὶ οὐ μέχρι τούτου τὴν εἰς ἡμᾶς αὐτοῦ στήσας εὐεργεσίαν, ἀλλὰ καὶ βασιλείαν ἡμῖν δωρησάμενος ; καὶ τίς ἡ βασιλεία; ὅθεν ἡ δόξα ἡ δοθεῖσα m ἡμῖν παρὰ Χριστοῦ, τοῦ γενέσθαι ἡμᾶς ἱερεῖς τοῦ Θεοῦ καὶ προφήτας, τοὺς οὐδὲν προεισενεγκόντας τῆς τοιαύτης ἐπάξιον n ἀγατῷ [*](e σολυκισμῷ B. f ἔστω οὖν Om. B. g ἐπιφερ. ἡ ἔννοια B. h ἀνελλειπῶς B. i καὶ τοῦ ἀναφορ. B. k ἀνελλιπὲς B. l αἵματι αὐτοῦ B. m ἡ ἐντεῦθεν δοθεῖσα δόξα B. n ἐπάξιον τῆς τοιαύτης B.)
Ἴδου ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς, καὶ οἵ τινες αὐτὸν ἐξεκέντησαν . καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναὶ, ἀμήν. ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ω, λέγει Κύριος ὁ Θεὸς, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
Ὁ ἐνταῦθα Ρ, φησὶν, ὡς ἀμνὸς σφαγιασθεὶς, καὶ ἀπὸ τοῦ αἵματος αὐτοῦ λούσας καὶ ἀπολύσας ἡμᾶς τῶν ἁμαρτιῶν, οὗτος q αὐτὸς ἐλεύσεται, οὐχ ὡς τὸ πρῶτον ἐν παραβύστῳ r καὶ συνεσκιασμένως, ὃ καὶ ὁ προφήτης Δαβὶδ διὰ τῆς τοῦ ὑετοῦ ὡς ἐπὶ πόκον ἀψοφητὶ ἠνίξατο καταβάσεως, ἀλλὰ παρρησίᾳ, καὶ φανερῶς ἐν τῇ πατρικῇ δόξῃ s, ὥστε παντὶ ὀφθαλμῷ ὀφθῆναι κριτὴς ἀδέκαστος ἁπάντων. νεφελῶν δὲ κἀνταῦθα λόγος, ὡς ἐν τῇ ἀπὸ γῆς t αὐτοῦ πρὸς οὐρανοὺς ἀνόδῳ u. Λουκᾶς Χ ἐν ταῖς Πράξεσι γράφει νεφέλην τὸν Κύριον ὑπολαβεῖν. Μάρκος δὲ ἐν τῷ ὑπ’ αὐτοῦ γραφέντι εὐαγγελίῳ τὸν Κύριον αὐτὸν εἰσάγει περὶ ἑαυτοῦ λέγοντα. “ καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν “ νεφελῶν τοῦ οὐρανοῦ,’’ τῶν νεφελῶν ἐνταῦθα, εἴτε διὰ τὸ κοῦφον τὰς μεταρσίους καὶ ἀγγελικὰς δηλούντων δυνάμεις, ὡς καὶ Δαβὶδ ὁ θεοπάτωρ νέφη y τὴν ἐπίβασιν αὐτῷ τῷ θείῳ ὑποτιθείς. ἢ καὶ τοὺς θείως καὶ πνευματικῶς ζῆν ἑλομένους ἀνθρώπους δηλῶν, περὶ ὧν καὶ ὁ αὐτὸς οὕτως a φησίν. “ ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ “ αἱ νεφέλαι διῆλθον. καὶ ὁ Ἀμῶς καὶ ῾Ησαΐας περὶ τῶν αὐτῶν. “ τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς νεοσσοὶ ἀετῶν ; ” δῆλον γὰρ ὡς περὶ τῶν θεοφιλῶς βιούντων ταῦτα φησὶ τροπικῶς, ὃ καὶ μᾶλλον παραδεκτέον, εἴγε καὶ τὸ παρὸν ἱκανὸν τεκμηριῶσαι ῥητὸν, μετὰ τῶν νεφελῶν φάσκον ἔρχεσθαι τὸν κριτὴν, ἀλλ’ οὐχ ὑπὸ τῶν νεφελῶν ἐποχούμενον. ᾧτ’ καὶ Παῦλος συνᾴδει, “ ἁρπαγήσεσθαι [*](ο ἐν παρόντι δόξης Edd. P ὁ ἐνταῦθα B. ὁ om. Edd. q οὗτος B. οὕτως Edd. r ἐνπαραβύστως B. s ἐν πατρ. τῇ δόξη B. t ἀπὸ τῆς B. u οὐρανὸν ἀνόδου B. x Λουκᾶς γὰρ Edd. γὰρ om. B. y ἐν νέφει Edd. z θείους B. a οὗτος B.)
Ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
Ὃν εἴρηκεν ἀνωτέρω, “ ὁ ὣν καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ νῦν “ὁ παντοκράτωρ k, ” ὃν καὶ οὐκ ἄλλον ἢ τὸν Χριστὸν εἶναι ἐδείκνυμεν, καθ’ ὅσον τὰ θεοπρεπῶς ἐπὶ τοῦ ὑπερουσίως ὄντος ἐν τῇ τριάδι λεγόμενα i, τὰ αὐτὰ πάλιν ἀδιαστάλτως καὶ καθ’ ἑκάστης ἐναρμόττειν τῶν ὑποστάσεων, εὐσεβὲς, ἀλλ’ οὐκ ἀσεβὲς, τοῦτον αὐτὸν αὖθις εἰσάγει μετὰ τὸ τὴν ἐσχάτην ἐπέλευσιν αὐτοῦ γνωρίσαι αὐτῷ, καὶ ὅπως αὕτη ἔσται, ἔτι καὶ ταῦτα γνωρίσαντα.
Εγὼ εἰμὶ τὸ ἄλφα καὶ τὸ ὦ.
Αλφα διὰ τὸ ἀρχὴν εἶναι, ὅτι καὶ τὸ ἄλφα ἀρχὴ τῶν ἐν γράμματι στοιχείων· ὦ διὰ τὸ τέλος τῶν αὐτῶν. ἀρχὴν δὲ καὶ τέλος τίς οὐκ ἂν ἐννοήσοι τὸ πρῶτος σημαίνεσθαι καὶ τὸ ἔσχατος ; διὰ τοῦ πρῶτος δὲ, τὸ ἄναρχος ἐννοεῖται, ὡς καὶ διὰ [*](a τισὶ κέκριται ταύτας B. b θρυλεῖ B. c τούτου B. d δὲ om. B. του] ἐκκεντησ. δηλονότι κατὰ τὸ ’στ’. πάθ’. B. f τρωσ. αὐτὸν om. B. S ἐπιθεμένους B. h εἰπεῖν om. B. i οὐδὲν εἰς ὑπέρθεσιν τοῦ μὴ ἐκβῆναι ἐπαγ. B. k καὶ νῦν ὁ παντοκράτωρ om. B. l καὶ ἐν τριάδι ὑποστάσεων γνωριζομένου B.)