Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Λύσις τῆς ἕκτης σφραγῖδος, τὰς ἐν τῇ συντελείᾳ ἐπαγομένας πληγὰς σημαίνουσα.
Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην. καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ Ἤλιος ἐγένετο μέλας, ὡς σάκκος τρίχινος, καὶ ἡ Σελήνη ὅλη ἐγένετο ὡς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη.
Η ἕκτη τῆς σφραγῖδος λύσις, τελεωτάτην ἡμῖν τὴν σωτηρίαν εἰργάσατο. κατὰ ταύτην γὰρ ὁ Χριστὸς b τὸν θάνατον κατέλυσε, τὴν ζωὴν ἐπανήγαγε, τὸν νικητὴν τῶν ἀνθρώπων ἀπεστεφάνωσε θριαμβεύσας, κατὰ τὸ γεγραμμένον. “ ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. τίς δὲ ἡ λύσις τῆς ἕκτης σφραγῖδος ; ὁ σταυρὸς τοῦ Κυρίου καὶ ὁ θάνατος, οἷς ἠκολούθησεν ἡ εὐκταῖα c πᾶσι πιστοῖς d τε καὶ αἰσθητοῖς ἀνάστασις e. καὶ ἐγκαινίζουσα ἡμῖν * * πρόσφατον καὶ ζῶσαν τὴν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐπάνοδον. ἥπερ f οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς προκεκοιμημένους εύηργέτησε. γενόμενος γὰρ ὁ Κύριος ἐν ᾅδου αὐτοῖς ζωῆς ἐπαγγελίαν ἐπήλπισεν, “ ἀπειθήσασι “ποτε” κατὰ Πέτρον τὸν Ἀπόστολον, ἐπήλπισε δὲ τοῖς πιστεύουσι, ὡς καὶ Κυρίλλῳ δοκεῖ * * γὰρ οὖν τοῖς ἐν ἀπιστίᾳ ἀποθανοῦσι.
Καὶ σεισμὸς μέγας ἐγένετο.
Σαφῶς τὰ ἐπὶ τῷ σταυρῷ γεγενημένα σημεῖα, ἡ ὀπτασία ἡμῖν ἀναζωγραφεῖ, τὸν σεισμὸν καὶ τὸν κλόνον τῆς γῆς, τὸ τοῦ ἡλίου σκότος καὶ τῆς σελήνης ὅλης τὴν εἰς αἷμα μεταβολήν. πάνυ δὲ ἀκριβῶς ἐπὶ τῆς σελήνης τὸ, “ ὅλη, ” δεδήλωται. πλησιφαης γὰρ ουσα, ἄτε τεσσαρεσκαιδεκαταία g οὔσα, καὶ κάτα διάμετρον ἀφεστῶσα τοῦ ἡλίου, πῶς οἵατε τὸν ἥλιον τῇ ἑαυτῆς ὑποδρομῇ σκοτίσαι ; οὕτω γὰρ τὴν ἡλιακὴν ἔκλειψιν φασὶ γίνε- [*](b κατὰ ταυτ’. γ. ὁ Χρ. om. B. c εὐκτέα B. d νοητοῖς B. e Om. Edd. usque ad ἐπάνοδον. f ἅπερ B. g τ. κ. δεκατέα B.)
Καὶ ὁ ἥλιος μέλας ἐγένετο.
Οἱ δὲ πλεῖστοι τῶν ἑρμηνευτῶν l σεισμὸν τὴν μετάβασιν ἐνταῦθα εἰρήκασι m τὴν ἀπὸ τῶν ἐν τοῖς διὰ Χριστὸν διωγμοῖς γενομένην εἰς τὸν κατὰ τοῦ Ἀντιχριστοῦ n καιρὸν, σεισμὸν εἰωθυίας [*](g φασὶν οἱ ταὐτὴν τὴν σχολὴν πεπ. γενέσθαι B. h ἢ τ. σελ. ἐν τῷ ἠμ’. B. ’ Hinc oni. Edd. usque ad Σολομών. j ταῦτα δέ τινες B. k πᾶν τῶν εἰρημένων B. l ἡμῖν δὲ φησὶν Ἀνδρέας ὁ Καισαρείας B. m εἰρῆσθαι B. n τὸν ἀντίχριστον B.)
Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενος, καὶ πᾶν ὄρος καὶ νῆσος, ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν· καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι, καὶ οἱ ἰσχυροὶ, καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος, ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, καὶ λέγουσι τοῖς [*](o μετάθεσιν B. Ρ ἐγν. ἴσως πρὸς τὸ προμεμελετηκότας B. q Om. Edd. usq. ad ἐξήλειφε. r Om. Edd. ad Sch. fin.)
o Ταῦτα ἔφθημεν παραθέμενοι γενέσθαι μὲν ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, εἰς ἀνάμνησιν δὲ τῶν τότε γεγενημένων καὶ ἐν τῇ μετὰ χεῖρας Ἀποκαλύψει χρηματίσαι, εἰς παράστασιν τοῦ ὅτι τὰ τότε φιλανθρώπως ὑπὲρ ἡμῶν συντελεσθέντα, καὶ τῶν ἐνεστώτων καὶ τῶν μελλόντων ἀποφέρεται τὴν ἀδιάλειπτον γένεσιν οὔ ποτε σχολάσουσαν, ἕως ὁ φθαρτὸς οὗτος κόσμος παρῇ· ἐν ἑκάστῳ τῶν σωτηρίῳ ἑαυτῷ προσιόντων τῶν ἐπὶ Χριστοῦ τῆς παρουσίας συντελεσθέντων ἐ * * εἰ Χριστῷ καὶ αὐτόν τινα ταῦτα ἐξεικονίζοντα ἐρᾶσθαι γοώμενόν τε καὶ περιτεμνόμενον καὶ τεσσαρακονθήμερον τῷ Πατρὶ ἐμφανιζόμενον, καὶ ὅπως τὰ ἐπὶ Χριστοῦ ἐφ’ ἑαυτῷ μετρίως ὡς ἐνῆν προυφηγησάμεθα.
P Παρὰ τοῖς ταῦτα τῇ τοῦ Χριστοῦ ἐν σαρκὶ ἀνατιθεῖσιν ἐπιδημίᾳ εἰς τὸ γενόμενον ἐπὶ τοῦ σταυροῦ σκότος ὑπε * ήφθησαν οὕτω συστάντος συχνοῦ, ὡς πᾶν οὐράνιον σέλας δόξαι ἀφανισθῆναι· καὶ τοῦτο τὸν λόγον αἰνίσσασθαι, ἢ καὶ τὰς οὐρανίους δυνάμεις τῶν Ἀγγέλω, ἐπὶ τῇ ὕβρει τοῦ οἰκείου δεσπότου ταραχθέντας σκοτο * * ννίᾳ οἷά τινι ληφθῆναι· καὶ ὡς βιβλίον ταραττόμενον τῇδε κᾳκεῖσε διᾴττειν τε καὶ μεταχωρεῖν.
Ὡς βιβλίον ἑλισσόμενος.
Τὸ τὸν οὐρανὸν εἱλίσσεσθαι ὡς βιβλίον, ἣ τὸ ἀγνωστὸν q τὸ τῆς δευτέρας Χριστοῦ παρουσίας αἰνίττεται, ἀψοφητὶ γὰρ καὶ ἐν ἀκαρεῖ r ἡ βίβλος ἀνοίγεται· ἣ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως συναλγοῦσιν s οἱονεὶ ἑλιγμόν τινα καὶ λύπην ἕξουσι. διὰ τούτου δὲ καὶ ἕτερον ὁ τῶν βιβλίου ἑλιγμὸς νοεῖν ὑποβάλλεται, μὴ ἀφανισμὸν τέλεον τὸ οὐράνιον t ὑφίστασθαι σῶμα, ὡς φησὶ καὶ Εἰρήναιος ὁ Λουγδούνου, ἐν πέμπτῳ λόγῳ τοῦ ἐλέγχου τῆς ψευδωνύμου γνώσεως ἐπὶ λέξεως. “ οὐ γὰρ ἡ ὑπό- “ στάσις, οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἀφανισθήσεται ll. ἀληθὴς [*](ο Hoc Sch. om. Edd. P Et hoc om. Edd. q Sic B. τὸ ἁλῶς Edd. r ἀκαριαίῳ B. s Sic B. συαλγοῦσαν Edd. t Sic B. οὐρανὸν Edd. u ἐξαφανίζεται B.)
Καὶ πᾶν ὄρος καὶ νῆσος.
Ὄρη καὶ νήσους, τὰ τῶν ὑψηλοφρόνων δαιμόνων καλεῖ συστήματα, κατὰ τὸ γεγραμμένον περὶ αὐτῶν, “ καὶ μετατίθεσθε d ὄρη “ ἐν καρδίαις θαλασσῶν,’’ οἱονεὶ ἐν τοῖς ἐνεστῶτος βίου ἁλμυροῖς περισπασμοῖς, καὶ μὴ τὸ ἀναψῦχον ἔχουσι πότιμον πρὸς σωτηρίαν ἀφ’ * * τῶν πρὸς ἀδιέκδοτον ποιούμενα βυθὸν συμφορῶν, ὡς ἃν ταύαῃ e τούτους περισοβοῦντα τοὺς ὀλιγοψύχους πρὸς τὸ ἑαυτῶν ψυχόλεθρον f περισπούδασμα g. καὶ νήσους δὲ τοὺς αὐτοὺς, ἐν ἤδη εἰρημέναις περικλύσεσι τῶν βιωτικῶν συμφορῶν h ἡμῖν ἐνοχλήσαντας. οὗτοι γὰρ δημιουργοὶ τὰς κατὰ Θεὸν ἡμῶν εὐπλοίας i ἐμποδοστατεῖν. ἐξ οὗ καὶ τὸ ἀλαζὸν αὐτοῖς τῆς ματαιότητος περιγίνεται ὕψος. ὄρη μὲν οὖν καὶ νῆσοι διὰ τοῦτο.
Ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
j Τόπους δαιμόνων τινὸς ἃν ὑπολαβεῖν ἀ * * τῶυ ἀσωμάτων δαιμόνων· ἢ τὰς ἐθίμους αὐτῶν ἐκ φθόνου τοῦ ἀνθρωπείου γένους προαιρε * * ἐπεὶ καὶ τούτων ἀπεναντίας ἴσμεν τὸ θέιόν εὐλογίαν ἀποφερόμενον ἐκ τοῦ τόπου αὐτοῦ, ἣν * όμησιν ὁ προφητικὸς λόγος ταῖς ἀσωμάτοις προσνέμει δυνάμεσι, τῷ μηδαμοῦ χωρητῷ επι * * ἔνην Θεῷ, ἐκ τόπου τῶν φιλανθρώπων αὐτοῦ κριμάτων ἀναπεμπομένην, ὑπὸ τῶν συνεῖναι δυναμένων τὸν ἄφατον ἔλεον αὐτοῦ· καὶ τοὺς οἰκτιρμοὺς τοὺς ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
[*](X συστησ. αὐτ’. B. y καὶ om. B. z ὁ om. B. a Δαβὶδ φησι B. b ὁ Ἑβραῖος Edd. c ἐκέχρητο Edd. d μετατίθεσθαι Edd. e τούτους Edd. quse caet. post. περισπασμοῖς om. f ἑαυτ. λαμβάνωσι ψυχ. B. S σπούδασμα B. h συμφ. ὧν αὐτοὶ οὗτοι δημιουργοὶ τὰς κατὰ Θεὸν ἡμῶν εὐπλοίας ἀνθρώπων ἐμποδοστατοῦντες B. i Sic B. εὐκλείας Edd. J Hoc Sch. carent Edd.)* * ρισται ἀναιδεστάτη ὁρμὴ μὴ τῇ ἐνδίκῳ αὐτῶν ἀποκληρώσει ἐμφιλοχωροῦντες· ἥτις τῆς ἀγγελίας αὐτοὺς ἀπεκλήρωσε δόξης, ἧς καὶ ὁ Κύριος θεωρὸς, ὡς ἀστραπὴν, αὐτὸν, ἤγουν μετὰ πάσης τῆς ὑπ’ αὐτὸν δυνάμεως, πεσόντα. δι’ ὧν φάσκει, “ ἐθεώρουν “ τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. τῆ οὑν ἀγάπῃ ἐμφιλοχωρεῖν τῇ ἀποκληρώσει, ἀλλὰ ἀναιδείᾳ περικρατούμενος τοῖς ἀνθρώποις δι’ ὄχλου καθίσταται.
Καὶ οἱ βάσι λῆς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες.
Βασιλεῖς τῆς γῆς, καὶ μεγιστᾶνας καὶ πᾶσαν τὴν τοιαύτην τερθρείαν τοὺς αὐτοὺς καὶ τὸν κατάρχοντα αὐτῶν k Σατανᾶν νοήσεις l, κατάρξαντας τῶν περιγείων δι’ ἀπάτης καὶ δόλου. δούλους δὲ καὶ ἐλευθέρους, τοὺς ἐν τοῖς δαίμοσι προύχοντας καὶ ὑποτεταγμένους. διὸ καὶ τὸ κατασπεύδειν m τὰ ὄρη ἐγκελεύειν ἐξ αἰτήσεως πεσεῖν ἐπ’ αὐτοὺς, κρύψεως χάριν, τροπικῶς εἴρηται αἰνίττεται o γὰρ φυγάδας αὐτοὺς γενέσθαι ἀπὸ τῆς ἐπαχθησομένης αὐτοῖς ὑπὸ Χριστοῦ κολάσεως P. κολάσεως ἀναλόγου τῆς * * * * ἐντεῦθεν τῷ φόβῳ τούτῳ συνεχομένους καὶ παρὰ τῷ Εὐαγγελιστῇ Ματθαίῳ εἰσαίοντι τοὺς δαίμονας ἐντυγχάνοντας περιδέως τῷ Χριστῷ. “ τί ἡμῖν καί σοι, Υἱὲ τοῦ Θεοῦ ; ἦλθες πρὸ καιροῦ " βασανίσαι ἡμᾶς ;" ταῦτα δὲ καὶ κατὰ τῶν σταυρωσάντων Χριστὸν ἐκλαβών τις, οἳ τῶν Μακκαβαϊκῶν πιεζόντων αὐτοὺς ὡς ἀξίους πολέμων διὰ Τίτου τε καὶ Οὐεσπασιανοῦ, φυγάδες τὲ ἐγένοντο ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀπορίᾳ συνεχόμενοι. οὐκ ἔξω τοῦ ἔκειτο πεσεῖται.
q Ἄλλωσ. Ὁ Κύριος ἡμῶν καὶ Θεὸς τοῖς Ἀποστόλοις ἐρωτῶσι περὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τῆς καταστροφῆς, καὶ δή γε καὶ τῆς κοσμικῆς συντελείας, καθ’ ἣν καὶ ἡ τούτου β παρουσία καθὼς ἐδύναντο χωρεῖν, οὐ κατώκνησε χρηματίσαι τούτους, εἰ καὶ μὴ διεσταλμένως καὶ ἀνὰ μέρος, ὅτι μηδὲ ἡ ἐρώτησις τοιαύτη, ἀλλὰ τῆ τοῦ ναοῦ καταπτώσει, καὶ ἡ ἔφοδος τῆς παρουσίας ὑποσημείοις τοῖς ἀκολούθοις ἐπιζητουμένη· καὶ ἐπειδὴ καὶ τῇ καταπτώσει τοῦ ναοῦ τῆ ὑπὸ Ῥωμαίων καὶ τοῦ Τίτου συντελεσθείσῃ· καὶ τῇ παρ- [*](k αὐτὸν B. l ἡ ὑπόληψις B. m κρυβῆναι δὲ κατασπεύδειν B. n εἰρῆσθαι B. o αἰνίττεσθαι B. P Quae seq. om. Edd. q Hoc Sch. carent Edd.)
Ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ.
Ἐπὶ τῆς συντελείας μεθ’ ὑπερβολῆς καὶ οὐδ’ ἐν μέρει τοῦ κόσμου ὡς ἐπὶ τῶν Ἱεροσολύμων, ἀλλ’ ἀνυπερθέτως παντὶ τῷ κόσμῳ συμβήσεται θλίψις ὑπερβολικὴ τῇ τῶν Ἀντιχρίστου ἐπιδημίᾳ, ἐν ᾗ τοῖς κατ’ ἐξοχὴν εἴτε κοσμικῆς ἐξουσίας, οὓς διὰ τοὺς βασιλεῖς ἐδήλωσεν, εἴτε Ἐκκλησιαστικῆς εὐταξίας, οὓς ὄρη καὶ νήσους τροπικῶς ὠνόμασε, τούτοις φημὶ q ἅπασιν ἐκείνη ἡ φοβερὰ r θλίψις ἐπενεχθήσεται. ὄρη δὲ καὶ νήσους οὐχ ἁπλῶς τοὺς τῶν ἐκκλησιῶν προὔχοντας ὑπελάβομεν, ἀλλ’ ὅπερ καὶ παρὰ τῷ Ησαΐᾳ εὕρηται γραφόμενον s, τὰς ἐγκαινιζομένας νήσους, αἳ δὲ φεύξονται, τόπον ἐκ τόπου ἀμείβουσαι διὰ τὸν ψευδόχριστον. τίνες δὲ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες τε καὶ χιφημὶ [*](q φημὶ oni. B. r ἐκ. ἡ φοβερὰ oin. B. s εὕρ. γράφ’. oni. B.)
Πέσετε ἐφ’ ἡμᾶς.
Ἡ πρὸς τὰ ὄρη δέησις τίνων ; τῶν μὴ ἐποικοδομησάντων τῇ πίστει τὸ τίμιον τῶν ἔργων καὶ δογμάτων, ἀλλὰ καὶ ξύλα καὶ χόρτον, ἃ μηδὲ πυρὸς τοῦ τυχόντος ὀσμὴν οἷά τε ὑπενεγκεῖν, μὴ ὅτι πυρὸς ἀπειλήν. πῦρ γὰρ, ὥς φασιν, ὁ Θεός.
Καὶ μετὰ τοῦτο, εἶδον τέσσαρας Ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον. καὶ εἶδον Ἄγγελον ἄλλον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν Ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν, καὶ τὴν θάλασσαν, λέγων, μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων ἀυτῶν.
Ἐντεῦθεν λοιπὸν τὰ περιστάντα a σαφῶς Ἰουδαίους ἐν τῷ Ῥωμαίους πολέμῳ, ἀντάμειψις ὄντα τῶν τοῦ Κυρίου παθῶν δείκυται τῷ Εὐαγγελιστῇ. οἱ τέσσαρες Ἄγγελοι γὰρ ἐφρούρουν τὰς τέσσαρας γωνίας τῆς Ἰουδαίων γῆς, δειλίαν αὐτοῖς ἐμβάλλοντες [*](t Sic B. niale Edd. Etld. u heo. τ. πη. κοσ B. x Sic B. ᾧπερ Edd. y αἱρετησάμενοι B. z Qiiae seq. add. Cod. B. a Sic B. μεταστάντα Edd.)
Ἄγγελον ἄλλον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου.
Τὸ μὲν ἀπὸ τῆς ἀνατολῆς ἡλίου ἀλλὰ μὴ ἀπὸ δυσμῶν καὶ τῆς ἑσπέρας παραγίνεσθαι τὸν θεῖον Ἄγγελον m, ἀγαθοεργίαν αἰνίττεσθαι καὶ σημαίνειν δοκεῖ, ἣν ὁ μὲν προπάτωρ τοῦ Κυρίου ἐν πνεύματι θεωρῶν, “ ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου “ Κύριε,’’ ἔλεγε. καλῶς δὲ καὶ τὸ μηδένα τέως ἀδικηθῆναι κελεύει n ἄχρις οὗ σφραγισθῶσιν οἱ τοῦ διασωθῆναι ἄξιοι τῶν Ἰουδαίων, ὡς ἃν μὴ οἱ δίκαιοι τὰ ὁμοία πάθοιεν τοῖς ἐν ἀνομίᾳ τῇ κατὰ Χριστοῦ ἐκτείνασι τὰς χεῖρας αὐτῶν o ἀδίκως, Ρ συνῳδὰ δὲ τούτοις ὃ καὶ παρὰ τῷ Ἰεξεκιὴλ πάλαι ἀπεκαλύπτετο περὶ τοῦ [*](a ἔξωρον B. b Ἰουδ. γῆς B. c πνέειν sic B. πεσεῖν Edd. d τὸ B. e διασείσεως B. ’ μὴ B. ὅ ὂν, ὅμως Edd. h διέλαχον B. ’ δύσεως, ἄρκτου, μεσημβρ. B. k πληροῦν τὰς B. 1 Miilta iti hoc Sch. suppl. e Cod. B. m ἄγγ. αἰνίττεσθαι δοκεῖ καὶ ἀγαθῶν ἀγγελίαν σημαίνειν B. n κελεύειν B. ο ἑαυτῶν B. Ἴ’ Qiiae seq. om. Edd. usqiie ad ἐμφανίζοντα.)
Μῆ ἀδικήσητε.
Ἡ κτίσις ὡς δι’ ἡμᾶς γεγεννημένη, παιδευομένοις ἡμῖν κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ οὖν καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρύνεται. διὰ τούτων p δὲ μανθάνομεν καὶ τοὺς κατ’ ἀρετὴν βιοῦντας πρὸς συνεργίαν q δεῖσθαι τῆς r ἀγγελικῆς βοηθείας πρὸς τὰς s τῶν πειρασμῶν ἐπιφοράς. τι γάρ φησιν ὁ ψαλμῳδὸς Δαβὶδ, “ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. χειρὸς δεξιᾶς τῆς τῶν κατωρθωμένων ἡμῖν φάσκων ἀξιοτίμου ἐργασίας· κατὰ τοσοῦτον τῷ κρείττονι ζηλουμένη, καθόσον αὐτῇ ἡμεῖς τὸ ἀξιόζηλον ἑτοιμάσομεν. ἀφ’ οὗ καὶ τὸ ἐσφραγίσθαι εὐτυχοίημεν εἰς γνώρισμα ἀσφαλὲς τοῦ κτησαμένου ἡμᾶς τῶν ἀβοηθήτων, οὐκ ἄλλον ἣ τὴν οἰκείαν ἐχόντων αἰτιᾶσθαι ῥᾳστώνην.
[*](n ἐκδηλωτέρους B. ο ὅτι τοῦ Χριστοῦ κλῆρος οὗτοι B. P Sic B. τοῦτο Edd. Q δεῖσθαι πρ. συνεργ. B. r τῆ; Otll. B. s πρὸ τῆς s πρὸ t ἐπιφορᾶς B.)