Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν σωζομένων ἐκ πληγῆς τῶν τεσσάρων ἀγγέλων χιλιάδων ρμδ.

Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατοντεσσαρακοντατέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Ῥουβεὶμ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Γὰδ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Ἀσὴρ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Νεφθαλεὶμ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Συμεὼν, δώδεκα Χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς φυλῆς δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Ἰσάχαρ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς φυλῆς δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Σαβουλὼν, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Βενιαμῖν, δώδεκα χιλιάδες ἐσφραγισμένοι.

Πολλοὶ γὰρ ἦσαν καὶ ἀριθμὸν ὑπερβάλλοντες οἱ Χριστῷ πιστεύσαντες ἐκ τῶν Ἰουδαίων. καὶ μάρτυρες οἱ Παύλῳ τῷ θείῳ ἐν Ἱερουσαλὴμ γενομένῳ λέγοντες. “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες “ εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων u;” τούτους μὴ μετεχεῖν x τῆς ὑπὸ Ῥωμαίων πανωλεθρίας, ὁ χρηματίζων τῷ Εὐαγγελιστῇ φησιν. οὔπω γὰρ ἡ ὑπὸ Ῥωμαίων ἀπώλεια Ἰουδαίους κατειλήφει, ὅτε καὶ οὗτος ὁ Εὐαγγελιστὴς ἐχρησμῳδεῖτο y ταῦτα. οὐκ z ἐν ἀλλ’ ἐν Ἰωνίᾳ τῇ κατ’ Ἔφεσον. μετὰ γὰρ τὸ πάθος τοῦ Κυρίου δέκα καὶ τέσσαρα μόνα ἔτη a προσήδρευσεν ἐν Ἰερουσαλὴμ, ὅσα καὶ τὸ θεοδόχον τῆς τοῦ Κυρίου μητρὸς σκῆνος τῇ ἐπικαίρῳ b ταύτῃ ζωῇ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ ἀφθόρου τόκου αὐτῆς διετηρήθη. ᾗ καὶ συμπαρῆν ἅτε μητρὶ ὑπὸ τοῦ Κυρίου αὐτῷ παραδεδομένῃ. μετὰ γὰρ c τὴν ἀποβίωσιν ταύτης, οὐκ ἔτι d [*](u Ἰουδ. τῶν πεπιστ. B. x μετασχεῖν 13. Y ἐχρησμοδεῖτο B. Z. καὶ οὐκ Edd. a ἔτη μόνα B. b ἐπικαίρῳ B. ἐνκαίρῳ Edd. c δὲ B. d μηκέτι B.)

287
τῇ Ἰουδαίᾳ ἐμφιλοχωρῆσαι, ἀλλὰ πρὸς Ἔφεσον μεταστῆναι αὐτὸν λόγος. καθ’ ἣν, ὡς εἴρηται, καὶ τὰ τῆς προκειμένης Ἀποκαλύψεως ἐνεργηθῆναι, τῶν μελλόντων οὖσαν δήλωσιν, καθ’ ὅτι μετὰ τὸe τεσσαρακοστὸν ἔτος τῆς ἀναλήψεως τοῦ Κυρίου κατὰ τῶν Ἑβραίων f ἡ θλίψις συνηνέχθη. ὅτι δὲ καὶg ἀριθμοῦ κρείττονες οἱ διασωθέντες δῆλον. οὐ μόνον γὰρ οἱ πιστοὶ διέφυγον τὸν ὄλεθρον τὸν ὑπὸh Ῥωμαίων, ἀλλὰ καὶ οἱ ἐν ἀγνοίᾳ τῷ σταυρῷ τοῦ Κυρίουi συνηργηκότες. j περὶ ὧν καὶ ὁ Χριστὸς ἔλεγε. “ Πατέρ, “ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τι ποιοῦσιν.” εἰ καὶ Κυρίλλῳ τῷ Ἀλεξανδρεῖ ἐν ιγ΄ τῶν κατὰ Ἰουλιανοῦ ἐλέγχῳ πρὸς νόθον τοῦτο τὸ ῥητὸν ἔδοξεν ἀποσκυβαλίσαι· ἀλλ’ εἰ ἐκεῖνος οὕτως, ἡμῖν οὐ τοῦτο δοκεῖ. ὅτι μηδὲ πάντες οἱ παρόντες Ἰουδαῖοι τῆς τόλμης τῷ ἀρχιερέων ἐκοινώνουν, οὓς πάντας εἰκὸς ὕστερον σφραγισθῆναι τῇ πίστει, καθὸ καὶ δούλους αὐτοὺς Θεοῦ ὁ Ἄγγελος καλεῖ.

k Ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

Οὐ τῶ πόσω ἐναμίλλων τῷ ἐξ ἑκάστης φυλῆς τῶν σφραγισθένσφραγισθέντων τε καὶ πεπιστευκότων, τῷ ζηλῶ δὲ τὸ ἰσότιμον ἐχόντων τῆς πίστεως αἰνίττεται, κἂν εἰ μὴ τῷ ἀριθμῷ. τίς γὰρ ἡ ἀπὸ πάσης φυλῆς ἰσάριθμος ἔπιτε * * *.

l Ἐκ φυλῆς Ἰούδα.

Εἴτε οἱ τότε ἐξ Ἑβραίων ἐσφραγισμένοι πιστοὶ καὶ διαπεφενγότες τὴν Ῥωμαίων αἰχμαλωσ ίαν τὸν ἀριθμὸν τοῦτον πληροῦσιν, εἴτε, ὃ καὶ μᾶλλον πιστότερον, οἱ ἐν συντελεία οἱ ἐξ Ἰουδαίων σωζόμενοι, ὅτε, καθὼς καὶ Παῦλός φησι, “ μετὰ τὸ πλήρωμα τῶν “ ἑ * * εἰσελθεῖν πᾶς Ἰσραὴλ σωθήσεται”. οὐδέτερον ἀπαράδεκτον.

Ἡ ἀκρίβειαm τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἔμφαινε ἱν δοκεῖ τὸν πολυπλασιασμὸν τοῦ ἀποστολικοῦ σπόρου δωδεκάκις δωδεκαπλασιαζομένουn ἐπὶ τὸν τέλειον τῶν χιλιάδωνo ἀριθμὸν, καὶ οὕτως τὰς ῥηθείσας χιλιάδας ἀποτελοῦντα. μαθηταὶ γὰρ ἦσαν τοῦ κόκκου τοῦ εἰς τὴν γῆν πεσόντος διὰ φιλανθρωπίαν καὶ πολύφορον [*](e τὸ om. B. f ταῦτα τοῖς Ἑβραίοις συνηνέχθη. g καὶ om.B. h τῶν B. i τοῦ Κύρ. τῷ στ. B. j Quæ seq. om. Edd. ad fin. Schol. k Hoc Sch. om. Edd. l Et hoc Sch. carent Edd. m ἡ γοῦν ἀκρίβεια B. n δώδεκα πολυπλασιαζ́ B. o τῆς χιλιάδος B.)

288
τῆς παγκοσμίου σωτηρίας τὸν καρπὸν βλαστάνοντος. ἐπισημαντέον δὲ τοῦτο ὡς ἡ φυλὴ τοῦ Δὰν, διὰ τὸ ἐξ αὐτῆς τὸν Ἀντίχριστον τίκτεσθαι m, ταῖς λοιπαῖς οὐ συντέτακται, ἀλλ’ ἀντ’ αὐτῆς ἡ τοῦ Λευῒ, ὡς ἱερατικὴ πάλαι εἰς μερισμὸν ἐχομένη. νῦν δὲ Ιωσὴφ ἀντὶ τοῦ Ἐφραῒμ τοῦ υἱοῦ αὐτοῦ τέθεικε. ἐκ δὲ τῆς ἑρμηνείας νείας τῶν ὀνομάτων τῶν ἄλλων ἐστι μαθεῖν τινὰ διάνοιαν καὶ προσαρμόσαι ἑκάστῃ τῶν φυλῶν, ὡς παραυτίκα παραθήσομεν σὺν τῷ Θεῷ. αὐτίκα γὰρ τὴν ἐξ Ἰούδα φυλὴν, ὃς ἐξομολόγησις ἑρμη- νεύεται, αἰνίττεσθαι λέγομεν τοὺς διὰ μετανοίας καὶ ἀγάπης τῆς πρὸς τὸν ἐξ αὐτοῦ βλαστήσαντα Χριστὸν σωζόμένους n. ἁρμόδιος δὲ ὁ ἀριθμὸς τούτοις ὁ λεχθεὶς τῶν ἱρ’ φυλαρχῶν, διὸ καὶ τοὺς μαθητὰς ἰσαρίθμους τούτων εἶναι τοὺς Κυρίου ἄρχοντας καὶ τοὺς φρατριὰς τῶν σωζομένων, περὶ ὣν καὶ προείρηται τὸ “ ἀντὶ τῶν “ πατέρων σου ἐγεννήθησαν υἱοί σοι. καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. ἐπείπερ δὲ ἐναυλον * * ἡ περὶ τῶν άρχιφύλων τοῦ Ἰσραὴλ ἐπαγγελία διασαφῆσαι πέρι τε κλήσεως αὐτῶν προφητικῶς τοῖς ὑπὸ τῶν τεκόντων ἐπιφημισθείσας, ὥς γε Μωϋαῆς ἐν τῇ βίβλῳ τῆς Γενέσεως ἱστόρκηκε, τὴν Λείαν καὶ τὴν Ῥαχὴλ τοῖς ἐξ ἑαυτῶν ὠδινωμένοις ἐνθεαστικῶς ἐξονομηνούσας. καὶ δὴ τὸν πατέρα τούτων Ἰακὼβ ἐπὶ τέλει τοῦ βίου μετὰ τῆς εὐλογίας τῶν ἐκγόνων καί τινας αὐτοῖς * σεῖς τῶν εἰς ἔπειτα ἀποκειμένων χρησμῳδοῦνται. οὐκ ἄκαιρον δὲ τούτων μνησθῆναι εἰς ανε * * πῆ παράθεσιν τῆς ὑποκειμένης ἐργασίας. τὴν δὲ τοῦ Ρουβεὶμ τῶν δηλοῦντος ὡς ὁρῶντος υἱοῦ, ἢ υἱοῦ ὁράσεως, τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ ὁρῶντας τῷ πνεύματι. τὴν δὲ Γὰδ, ὃ δηλοῖ πειρασμὸν, ἢ πειρατήριον, τοὺς διὰ θλίψεων καὶ πειρασμῶν ὡς χρυσὸν πεπυρωμένους τῷ δοκίμῳ τῆς πίστεως. τὴν δὲ τοῦ Ἀσὴρ, δι’ οὗ μακαρισμὸς σημαίνεται τοὺς τῇ τηρήσει τῶν θεοδι- δάκτων μακαρισμῶν τῆς ἀλήκτου τευξομένους μακαριότητος. καὶ πόρνην δικαιώσαντα δι’ ἐξομολογήσεως καὶ λῃστήν. τὴν δὲ τῶν Νεφθαλείμ, ἑρμηνευομένου συνετοῦ, ἢ στελέχους τῶν αἰωνίων ἀγαθῶν ἐξημμένους, τοὺς ἐν συνέσει τοῦ δεσποτικοῦ στελέχους ᾔτουν τοὺς ἐπερειδομένους o αὐτῷ, ὅς ἐστιν ὁ σταυρὸς τοῦ Χριστοῦ, [*](m τικτομένου τοῦ Ἀντιχρίστου B. n Qiiifi scq. 0111. Edd. usque ad ἐργασίας. o ἐπεριδομένους Edd.)
289
καὶ ἐστεφανωμένους μετὰ συνέσεως, καὶ ἐν ἐκείνῳ τοὺς δαίμονας κερατίζοντας, κατὰ τὸ εἰρημένον “ ἔν σοι τοὺς ἐχθροὺς κερατιοῦ- “ μὲν.” τὴν δὲ τοῦ Μανασσῆ, ὃς ἀπὸ λήθης ἑρμηνεύεται, τοὺς ἐπιλανθανομένους τῶν πατριῶν διὰ Χριστὸν, κατὰ τὸ, “ ἐπιλάθου “ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. ὅπως ἐπ’ ἐπιθυμήσῃ βασιλεὺς τοῦ κάλλους σου τοῦ ψυχικοῦ, καὶ ἀξιώσῃ τῆς ἐν τῷ μυστικῷ γάμῳ ἱλήσεως. τὴν δὲ τοῦ Συμεὼν, ὅπερ ἐπακουσμὸν δηλοῖ, τοὺς τῶν θείων ἐντολῶν ὑπακούοντας δι’ ἀγαθῶν καὶ καθαρῶν πράξεων. διὸ καὶ τὸ θεῖον εὐήκοον αὐτοῖς προξενοῦσιν, ὥστε καταξιοῦσθαι ὑπ’ αὐτοῦ ἀκούειν, περὶ ὧν καὶ εἴρηται, “ ἀπὸ πράγματος “ ἐν σκότει διαπορευομένου οὗ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου οὐ “ πειραθήσεται.” τὴν δὲ τοῦ Λευῒ, ὃς προειλημμένον p σημαίνει, τοὺς ὑπὸ Θεοῦ προειλημμένουςρ εἰς ἐκλογὴν, κατὰ τὸ ψαλμικὸν λόγιον, καὶ ἐν ταῖς θείαις ἐγκατασκηνοῦν μέλλοντας αὐλαῖς, ὡς τῆς ὀγδόης τῆς μετὰ τὸν παρόντα αἰῶνα μέλλοντας ἱερατεύειν· ἥτις ὀγδόη, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ πρώτη τῶν μετ’ αὐτὴν, καὶ ὀγδόη τῶν πρὸ αὐτῆς, ὑψηλῆς ὑψηλοτέρα· ἅτε τοῦ μέλλοντος αἰῶνος φέρουσα τύπον, οὗ καὶ ἡ Λευὶ φυλὴ τὸ τῆς τάξεως ἐνταῦθα ὄγδοον λαχοῦσα παρὰ τοῦ ταῦτα χρηματίζοντος. τὴν δὲ τοῦ Ἰσάχαρ, ὅπερ ἐστι μισθὸς, τοὺς τὰς ἀρετὰς πρὸς q τῶν μελλόντων ἐπάθλων τῆς λήψεως εἰς μισθὸν ὁριζομένους, καὶ δἰ αὐτὸ τὸ καλὸν, κἂν ἐπιπόνως ἀκαπηλεύτως ὅμως, αὐτὰς μετερχομένους. τὴν δὲ τοῦ Ζαβουλὼν, ὅπερ ἑρμηνεύεται ῥύσις προσειλημμένη τοὺς τὸν πλοῦτον τοῖς πτωχοῖς ἀπονέμοντας r, καὶ ὑπὸ Χριστοῦ προσλαμβανομένους. οἱ καὶ τὴν ῥύσιν τῶν ψυχικῶν καρπῶν, ᾔτουν τὴν φθορὰν ἣν τίκτει κενοδοξία, τῇ μνήμῃ τοῦ πυρὸς τῆς γεέννης ἰατρεύουσι. τὴν δὲ τοῦ Ἰωσὴφ, ὅπερ ἐστιν Ἰαὼν προσθήκη s, οἱονεὶ θείου ὀνόματος προσθήκην, τοῦτο γὰρ φασὶ σημαίνειν τὸ Ἰαῶθ, τοὺς ἐν προσθήκης μέρει πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν ἀναληφθέντας t, καὶ τὰ χρειώδη τῶν βίου παρὰ τοῦ ἀψευδοῦς δεσπότου λαμβάνοντας. τὴν δὲ τοῦ Βενιαμὶν, ὅπερ υἱὸς ὀδύνης ἢ υἱὸς ἡμέρας ἑρμηνεύεται, τοὺς διὰ τὸ πλῆθος τῶν ἐν καρδίᾳ ὀδυνῶν, ὡς Δαβὶδ μελῳδεῖ, ἐναμίλλους τὰς θείας παρακλήσεις u ἀντιλαμβά- [*](P προσηλημμένος B. q πρὸ B. r ἀποκτωμένους B. s ἀγαθῶν προσθήκη Edd. qui seqq. om. usque ad Ἰαώθ. t ἀναληφθέντας om. B. u περιχρίσεις Edd.)
290
νοντας, ὡς καὶ υἱοὺς φωτὸς καὶ ἡμέρας χρηματίζειν. ταῦτα μὲν ἐκ τῆς τῶν ὀνομάτων τῶν Ἑβραικῶν ἀναπτύξεως παρατέθειται. σκοπητέον δὲ ὡς τοῦ Δὰν τὴν ὀνομασίαν, καὶ τοι φυλάρχου καὶ αὐτοῦ ὑπάρχοντος, οὐκ ἐμνήσθη ὁ ἐνθεάζων. στοχάζεσθαι οὖν ἐκ τούτου δίδοται, ὡς οὐ μόνον διὰ τὸ τὸν Ἀντίχριστον ἐξ αὐτοῦ τεχθησόμενον ὑπειλῆφθαι, ὡς καὶ Ἰακὼβ ὁ πατριάρχης ὄφιν αὐτὸν ἐπὶ ὀδοῦ καθήμενον δάκνοντα πτέρναν προεδήλωσεν, ἀλλὰ καὶ ὅτι βαρὺ τὸ κρίνειν ἀλλότριον οἰκέτην. τί γάρ φησιν ὁ Κύριος ; “μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·’’ ἐπεὶ οὖν τὸ Δὰν εἰς τὴν Ἑλλάδα γλῶσσαν ἀναπτυσσόμενον κρίσιν παρίστησιν, ᾔτουν κατὰ κρίσιν, οὐκ ἐδικαίωσεν ὁ χρὴ χρηματίζων ἐκ ταύτης τῆς φυλῆς καὶ κατ’ ἐκεῖνον καιρὸν εἰς μοῖραν λαμβάνειν, καὶ ὁπηνίκα τὸ ἐβδελύχθαι αὐτὴν αὐτόχρημα πάρεστι, καὶ κλέος αὐτῇ κἂν ἐπάρατον καὶ ψευδὲς ἐκπορίζῃ αὐτῇ u.

x Ταῦτα περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐσφραγισμένων εἰς σωτηρίαν· ἢ κατὰ τὴν ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενεχθεῖσαν y πανωλεθρίαν, ἐκδίκησιν οὖσαν τῆς τοῦ Κυρίου μιαιφονίας . ἢ καὶ κατὰ τὴν τελευταῖαν τοῦ Ἀντιχρίστου ἐπιδημίαν, ἐν ᾗ καὶ ἡ τοῦ Δὰν φυλὴ τῆς σωτηρίας ἐκβέβληται, ἄτε μαιεύουσα τὸν Ἀντίχριστον, καὶ ὐπ’ αὐτοῦ συγκροτουμένη, καὶ τούτῳ προσανέχουσα, καὶ καύχημα τοῦτον προβαλλομένη καὶ κλέος ἀκλέες καὶ ὀλέθριον.