Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Λύσις τῆς πέμπτης σφραγῖδος, τὴν τῶν ἁγίων ψυχῶν σημαίνουσα πρὸς Κύρων καταβόησιν, ὥστε γενέσθαι συντέλειαν.
Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων 1 διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἢν εἶχον. καὶ ἔκραξαν φωνῇ μεγάλη λέγοντες. ἑωσπότε ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινὸς οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς ; καὶ ἐδόθη αὐτοῖς στολὴ λευκὴ, καὶ ἐρρέθη αὐτοῖς, ἵνα ἀναπαύσωνται ἔτι χρόνον, ἕως πληρώσονται καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, καὶ οἱ μέλλοντες ἀποκτείνεσθαι ὡς καὶ αὐτοί.
Tῆς πέμπτης σφραγῖδος τὴν λύσιν, οἱ τὴν τῶν προειρημένων m τεσσάρων εἰς τὰ Χριστοῦ πάθη καὶ τὰ τῆς σωτηρίου ἡμῖν ἐνανθρωπήσεως οἰκονομικῶς τελεσθέντα προσνέμοντες, ὡς ἤδη παρεθέμεθα· καὶ ταύτην εἰκότως τὴν καταβόησιν τοῖς προτελειωθεῖσιν ἀνάψει προφήταις καὶ θεοσόφοις ἀνδράσι τὴν τοῦ Χριστοῦ ἐπιδημίαν ποθοῦσι, καὶ τὴν ἀναβολὴν αὐτῆς δυσχεραίνουσι τῆς θείας μακροθυμίας καταβοῶσι n τῆς μέχρι σταυροῦ παραταθείσης, πρὸς o ἐκδίκησιν ἤγουν τῶν πονηρῶν ἀνθρώπων καὶ ἀσεβῶν, ἣ καὶ [*](m προειρ. om. B. n καταβοῶντες B. ο τὰ πρὸς ἐκ. B.)
Εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου.
Θυσιαστήριον, τὸ ἄνω εἰκότως b τὸ ἀνενδεὲς ὃν τῆς δι’ αἱματῶν ἁγιστίας c καὶ τὰ θύματα d τῷ ὑποκάτω αὐτοῦ, ἅτε περίγεια καὶ τῆς θνητῆς οὐσίας, ἀφωρίσατο τόπῳ αὐτῷ e τὴν ἀπὸ τῶν θυμάτων ἐξατμιζομένην θεάρεστον ἀναλαμβανόμενον εὐωδίαν, οὐκ αἰσθητὴν, ὅτι μηδὲ αἰσθήσει ὑποβαλλομένην f εἰ καὶ g αἰσθητὴ ἡ ἀναπεμπομένη ἀπὸ τῶν θυμάτων ἀνάδοσις, καταλλήλως h δὲ νοήσει μόνῃ θεωρητὴν τούτοις i καὶ ὅσοις τῶν ἀγαθῶν k ἀγώνων συντελείᾳ τὸ εὐαπόδεκτον ἀποφέρεται. ἐντεῦθεν καὶ τοῖς κατὰ Χριστὸν ἣ μετὰ Χριστὸν l τὸ εὐδόκιμον ἀπενεγκαμένοις οἰκειότερον τὰ τῆς σφραγῖδος τῆς λύσεως προσλογίζεται m ἣ τοῖς πρὸ τῆς Χριστοῦ παρουσίας ὑπὲρ τοῦ εὐσεβοῦς τῆς παλαιᾶς [*](P ἢ τῆς τῶν q B. τῶν τούτ’. B. r τὰ om. B. s κατὰ τῶν B. t ἄδικ’. om. B. u οὗτος B. V ὑπέλαβεν οὐ μον. Ἰουδ. εἴγε πιστὸς. x πιστὸς B. y λιμοῖς αὐτοὺς καὶ λοιμοῖς B. z Quae seq. om. Edd. a Cod. εἰκότως. b εἰκότως om. B. c ἁγιστείας B. d εἰκότως τὰ θύματα B. c αὐτό τε. f ὑποβαλλομένοις B. i ἣ καὶ B. h κατάλληλος B. i θεωρητᾶς B. ὄη ἡ τῶν ἂγ. B. ’ καὶ μετὰ l καὶ B. m προσλογίζεσθαι B.)
m Καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἢν εἶχον.
Ἀναντιρρήτως λοιπὸν ἀπὸ τοῦ ἀρνίου καὶ τῆς δι’ αὐτὸ σφαγῆς τοὺς μετὰ Χριστὸν καὶ κατὰ Χριστὸν ἡ λύσις τῆς ε΄ προσλογισθείη.
Ἕως πότε ὁ δεσπότης.
Οὐ κατὰ τῶν ἀνθρώπων ἡ ἐκδίκησις αἰτεῖται n οὐ γὰρ τοῦτο ἄξιον τῆς ἀγάπης o κατὰ τῶν ὁμογενῶν ἐπανίστασθαι.) κατὰ δὲ τῶν δαιμόνων ταύτην ἀπαιτοῦσιν οἱ ἅγιοι Ρ, τῶν ἐναγόντων τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν ἀναίρεσιν q. εἶτα λαμβάνουσι πρῶτον στολὴν λευκὴν, καὶ ἐπὶ ταύτῃ τῇ στολῇ, καὶ γνῶσιν τῆς ὑπερθέσεως, οὐκ ἀδοκιμάστως, εἰ μὴ καὶ λελογισμένως ἄγαν παρατεινομένης, ἣν τὰ ἐχόμενα παραστήσει τῶν ἑξῆς παρατεθέντων.
r Καὶ Ἄλλωσ Ἐκ Τῶν Τοῦ Ἀνδρεοῦ. Καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν αἰτούμενοι φαίνονται οἱ ἅγιοι. διὸ μακροθυμεῖν ἄχρι τῆς τῶν ἀδελφῶν τελειώσεως κελεύονται, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶσι, κατὰ τὸν θεῖον Ἀπόστολον. αἱ δὲ λευκαὶ στολαὶ τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα. ἣν ἠμφιεσμένοι, εἰ καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο, τῇ γοῦν ἐλπίδι τούτων, ἅπερ νοερῶς ἐνοπτρίζονται, πάσης ἀπηλλαγμένοι παχύτητος, εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ [*](l Quae seq. om. Edd. m Hoc Sch. deest Edd. n αἰτεῖται sic B. ἀναβάλλεται Edd. o ἁγίων τὸ κατὰ τῶν ὁμογενῶν τῆς ἀγάπης ἐπανιστ. B. P τ. ἀπ’. οἱ ἅγιοι Om. B. Q καθ’ ἑαυτῶν B. r Ἄλλως. καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν φαινοῦνται αἰτοῦντες οἱ ἅγιοι, μακροθυμεῖν δὲ αὐτοῖς ἐγκελεύονται χάριν τῆς τῶν ἀδελφῶν τελειώσεως τῶν ἐν τῇ βίβλῳ τῆς ζωῆς “ ἵνα μὴ’’ κατὰ Παῦλον εἰπεῖν, χωρὶς αὐτῶν τελειωθῶσι.” B.)
Καὶ ἐδόθη αὐτοῖς στολὴ λευκή.
Η λευκὴ στολὴ, αἴνιγμα τοῦ κε αὐτοὺς τῷ οἰκείῳ αἵματι, καὶ πάντα ἀποθέσθαι ῥύπον, ἅμα δὲ καὶ τοῦτο τῆς λευκότητος τῆς στολῆς ὑποφαινούσης, ὡς οὐ χρὴ τοὺς προφανῶς καὶ μετὰ λαμπρότητος παρρησιασαμένους τὴν Χριστοῦ ὁμολογίαν s, δι’ ἣν καὶ τοῦ φθαρτοῦ ἠνέσχοντο t καρτερικῶς u ἐκβῆναι κόσμου καὶ μοχθηροῦ, νῦν ἀφθάρτῳ x βίῳ καὶ ἀμόχθῳ προσορμισθέντας ὡσπερεὶ κόρον τούτου λαβόντας y ἀνασείρασιν ἐκ κόρου λαβεῖν· ἀφ’ οὗ καὶ ἡ τῶν Ἀγγέλων εἰς τὰ αἰώνια παράκυψις ἀγαθὰ, τινὶ τῶν θεοφορουμένων παρείλειπται δι’ ἐπιθυμίας εἶναι, ὡς διὰ τῆς παρακύψεως τί ἃν ἄλλο ζητήσαντος αὐτοῦ z, ἣ καὶ τὸ μικρὰν αὐτῶν γνῶσιν λαβεῖν ἐν ἀδιαλείπτῳ ἐφέσει προσλιπαροῦνται a; b ὥσπερ τοίνυν ἀνάμνησιν αὐτοῖς ἐμποιῶν εἰ πρὸς τὸν ἐπώδυνον καὶ καματηρὸν * * * * * * * * * * * * * * * * * * θλήσατε, οὐκ ἀναξιεπαίνως νῦν ἐν τῷ ἀμόχθῳ βίῳ τὸ προσκορὲς ὑπερβάλεσθε· ταῦτα τῆς λευκῆς στολῆς τῆς δόσεως ὑπαινιττομένης, καὶ λόγοις φησὶ παρακλητικοῖς τὴν πρ * * ἀποκείμενα ἐπέραστα τῷ ὄντι λιχνείαν ἐπισχεθῆναι· οὐδὲν γὰρ δίκαιον εἰ καὶ μὴ τὰς εὐαγγελίας ἐκομίσαντο, τῇ γοῦν ἐλπίδι τούτων, ἅπερ νοερῶς ἐνοπτρίζονται πάσης ἀπηλλαγμένοι παχύτητος· καὶ ὡς εἰκὸς τοῖς Ἀβραὰμ ἐναγλαϊζόμενοι κόλποις τῶν ἴσῃ τῇ προθυμίᾳ κατασπευδόντων αὐτοῖς ἐναριθμηθῆναι· αὐτοὺς καθυπερτελεῖν τῇ προλήψει τούτων, καὶ ὥσπερ ἀτελῆ τὴν πάνδημον τῶν σωζομένων ὁρᾶσθαι πανήγυριν· οὔτε ἐν μὲν συναγωγῆς ἱσταμένου θεῶν, οὐ διακρίνοντος λοιπὸν θεούς. τίς γὰρ διάκρισις τοῦ σπανίζοντος ἔτι τῶν τὴν διάκρισιν ἐνδίκως κατὰ τὸν κάματον ἀποληψομένων ;
[*](s ἐμὴν ὁμολ. B. t ἠνέσχεσθε B. u καρτερῶς B. x ἐν ἀφθ. B. y ὤα. κορ. λαβόντες ὧν οὐκ ἔστιν ἐκ κόρου ἀνασήρασιν ἀνευρεῖν B. z ζητησ αὐτ’. om. B. a προσλιπαρεῖν B. b Om. EdcJ. ad fin. Sch.)