Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Λύσις τῆς τετάρτης σφραγῖδος, ἐμφαίνουσα τὰς ἐπαγομένας παιδευτικὰς μάστιγας τοῖς δι’ ἀνυπομονησίας ἀρνησαμένοις τὸν Κύριον.
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τοῦ τετάρτου ζώου λέγοντος, ἔρχου καὶ ἴδε. καὶ ἰδοὺ ἵππος χλωρὸς, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει αὐτῷ. καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
Τὸ τέταρτον ζῶον, ὁ ἀετὸς y δηλαδὴ, ὡς ὠξυωπὲς z καὶ ὀξὺ a πρὸς βορὰν, ἄνωθεν ἥκειν ἐκ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐπιφέρον b πρὸς ἐκδίκησιν τῶν εὐσεβῶν.
Καὶ ἰδοὺ ἵππος χλωρός.
Ὁ χλωρὸς ἵππος, ὀργῆς σύμβολον. καὶ οὕτως ἡ χολὴ ἡ ὑπὸ ἰατρῶν καλουμένη χλωρά. ὁ δέ γε θάνατος καὶ ὁ ᾅδης καταστρατεῦσαι νοητῶς ἔστησαν κατὰ τῶν ἀλιτηρίων c δαιμόνων, καὶ δίκην εἰσπράξασθαι τῆς τῶν ἀνθρώπων ἀπωλείας. οὔπω δὲ τῷ λόγῳ ἡ τελεία καθαίρεσις τῶν δαιμόνων εἰσφέρεται, ἀλλὰ μόνον τετάρτου μέρους, ἐπειδὴ τῷ λόγῳ τῆς μετὰ χεῖρα ὀπτασίας, οὔπω κατὰ τὸ τρίτον πάθος ἐπράχθη Χριστοῦ. τὴν δὲ καθαίρεσιν τροπικῶς σφαγὴν ὀνομάζει, καὶ λιμὸν τῶν πάλαι προσκυνούντων αὐτοῖς τὴν ἔκλειψιν, καὶ τὸν ἀφανισμὸν τῆς τυραννίδος αὐτῶν καὶ ὑπὸ τῶν θηρίων διαφθορὰν e αὐτῶν· θηρία καλῶν γῆς, τὰς τῶν δαιμόνων καθ’ ἡμῶν εἰς φθοροποιὰ πάθη f ὀχλήσεις καὶ ἐπαναστάσεις g, καὶ κατακρατήσεις δι’ ἀκενοδοξίας, φέρε, καὶ αἰσχρότητος καὶ τῶν ἀναλόγων αὐτοῖς παθῶν, ἃ γηίνους ὄντας ἡμᾶς [*](y τὸν ἀετὸν B. z ὀξυοπὴς Edd. a ὀξὺς Edd. b ἐπιφέρων c ἀλητηρίων B. d ἀλλ’ ἐπειδὴ τῷ λόγῳ τῆς μετὰ χεῖρας ὀπτασίας οὔπω τὰ κατὰ τοσ*ον πάθος ἐπράχθη Χριστοῦ δι’ οὖ πάσας τὰς ὑπὲρ ἡμῶν ἁμαρτίας ἐξέτισεν, οὔπω οὐδὲ τῷ λόγῳ ἡ τελεία καθαίρεσις τῶν δαιμόνων ἐμφέρεται· ἀλλὰ μόνον τετάρτου μέρους B. e διαφθορᾶς B. f πάθη φθοροποιὰ B. g Hinc om. Edd.)
f Μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς ἰατρείαν, ἣν καὶ Χριστὸς παρεδήλωσε διὰ τοῦ ἐμπεπτωκότος εἰς τοὺς λῃστάς. ἐλαίου μὲν τὸ ἱλαρὸν τοῦ ὑπαλείφοντος αἰνισσομένου. εἰς οἶνον δὲ τοῦ τὸ φιλάνθρωπον μὴ ἔκλυτον παρεχομένου, μετά τινος δὲ στύψεως καὶ προσοχῆς ἐπιχέοντος. Χριστὸς δὲ οὗτος ὁ μὴ g προαναρπασθῆναι θανάτῳ τοὺς ἡμαρτηκότας, οἱ διὰ μακροθυμίας ἔμελλον τὴν ἥτταν ἀναμαχέσασθαι.
Ὅτι ἐν τῷ ἴε κεφαλαίῳ κείμενον τὸ “ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν δ΄ ζώων λέγουσαν’’ οὐκ ἀδοκίμως τισὶν ἀντιγράφοις μετὰ προθήκης τοῦ ὡς ὁμοιωματικοῦ εὕρηται καὶ τῆς πτώσεως τῆς ἔναλλα τῆς τοῦ γένους ἀμείψεως τοῦ ἀπὸ τῆς φωνῆς δηλου- μένου. οἷον ἴνα ᾖ οὕτως ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν δ΄ ζώων, οὐχὶ λέγουσαν, ἀλλὰ λέγοντος. καὶ διατὶ τὸ μετὰ τῆς προσθήκης καὶ τῆς τοῦ γένους ἀμ’ * * καὶ πτώσεως εὐδοκιμώτερον ἡ παρακειμένη τῷ ῥητῷ παραστήσει γραφή.
Άλλωσ Ἐκ Τῶν Τοῦ Ἀνδρεοῦ h Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ θ΄ λόγου τῆς Ἐκκλησιαστικῆς ἱστορίας γράφει i τάδε. ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου k Ρωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ κατασκήψαντος αὐτοῖς σὺν ἑτέροις συμπτώμασιν l ἄπειρα πλήθη διεφθείροντο, ὥστε ταφῇ μὴ δύνασθαι παραδίδοσθαι, καίπερ [*](e Sic. f Hoc Sch. om. Edd. g μὴ θύων vid. leg. h Ἀλλ. ἐκ τῶν τοῦ Ἀνδρ. om. B. sed incipit. ταύτης α * * συμβῆναι ὡς Εὐσέβιος ὁ Παμφ. i φήσας B. k μαξιμίνου B. μαξιμιανοῦ Edd. l σὺν ἑτέροις πάθεσιν ἐπισκήψαντος τοσοῦτος φθόρος ἀνθρώπων γενέσθαι ug μὴ * * * τὰς ταφῇ παραδιδόναι τοὺς τελευτῶντας· ὅτε καὶ Χριστιανῶν τὸ εὐσεβὲς καὶ φιλάνθρωπον * * περὶ τὰς ταφὰς ἠσχολημένων τῶν Ἑλληνιζόντων καὶ διὰ τούτου τοὺς πεπλανημένους * * * * * των, ἀλλὰ καὶ Ἀρμενίους Ῥωμαίοις ἐπαναστῆναι καὶ οὐκ ὀλίγους αὐτῶν ῥομφαίᾳ ἀνῃρεῖσθαι * * * τὰ τῶν ἀνηρημένων σώματα κατεσθιομένων φόβῳ τὸ μὴ τοῦτο παθεῖν τοὺς * * * * * ἐθίμου τῆς βορᾶ, τῶν τεθνεώτων σωμάτων * * * * * τάφους κτήσωνται τοὺς ζῶντας κύνας· οὐδὲν δὲ ἀπεικὸς τῆς αὐτῆς τοῖ, κυσὶ θοίνης καὶ ἀγρίους θῆρας μετασχεῖν ἀπορίᾳ τροφῆς B.)