Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Λύσις τῆς τρίτης σφραγῖδος, δηλοῦσα τῶν μὴ παγίως πεπιστευκότων Χριστῷ τὴν ἔκπτωσιν.

Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζώου λέγοντος, ἔρχου καὶ ἴδε. καὶ ἰδοὺ ἵππος μέλας. καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν, ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγουσαν, χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου. καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

Tρίτον ζῶον ὁ ἄνθρωπος ἐνταῦθα λέγεται, τὴν τῶν ἀνθρώπων δηλῶν ἔκπτωσιν. καὶ διὰ τοῦτο κρείττονα τῆς ἐκπτώσεως c ἐπεισερχομένην ἔχον τὴν κόλασιν. ἕτεροι δὲ, ὡς προείρηται, τὴν λύσιν τῆς τρίτης σφραγῖδος τὴν εἰς ἡμᾶς ἐλεημοσύνην Χριστοῦ φασὶ παραδηλοῦν, ὃς d οὐκ ἰσοῤῥόπῳ e ταῖς ἀνομίαις ἡμῶν χρησάμενος f τῇ ἀντιδόσει πρὸς τοὺς τὴν ἀποστροφὴν κατακριθέντας, ἀλλὰ ταῖς σωτηριώδεσιν αὐτοῦ διδασκαλίαις καὶ θεοσημείαις εὐεργετήσας ἡμᾶς, ἐπίδοσιν παρέσχε τῆς τοῦ διαβόλου καταλύσεως. ἔγνωμεν g γὰρ δι’ αὐτῶν τίς ὁ φύσει Θεὸς καὶ ἀληθινὸς, καὶ μὴ ὦμεν παντὶ ἀνέμῳ ἅτε νήπιοι κλυδωνιζόμενοι τῆς διδασκαλίας, καὶ ἐκεῖνα σεβόμεθα, ἃ αἱ χεῖρές ἡμῶν ἐποίησαν, τοὺς φθοροποιοὺς δαίμονας ἀνταλλαξόμενοι τῆς δόξης τοῦ Θεοῦ. ἡ γὰρ διδασκάλιά τοῦ Σωτῆρος ἡμῶν Θεοῦ πάντας εἵλκυσεν ὡς ζύμη ἄλευρον τοὺς μαθητευομένους κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ τῶν θαυμάτων ἀπολαύοντας, ἅπερ τὰς ψυχὰς μᾶλλον ἴασατο τῶν * * *

Καὶ ἰδοὺ ἵππος μέλας.

Ὁ μέλας ἵππος κατηφείας σύμβολον καὶ πένθους, ἐπιταθείσης τῆς τοῦ διαβόλου καθαιρέσεως ταῖς θείαις παιδαγωγίαις, καὶ διὰ τοῦτο πενθοῦντος τὴν ἑαυτοῦ λύσιν διὰ τῶν μαρτυρικῶν αἱματῶν κατακλυσθέντος, τοῦ ἐπὶ τοσούτοις χρόνοις τῆς ἀνθρωπίνης φύσεως [*](c τῇ ἐκπτώσει B. d ὃς om. B. e ἰσόρροπον B. f χρησαμένου B. χρησάμενον Edd. g Hic fin. Schol. Edd.)

267
κεκρατηκότος. ὁ δὲ ζυγὸς, ἰσότητός ἐστι καὶ δικαιοσύνης αἴνιγμα. “ἐκάθισας γάρ,’’ φησιν ὁ Δαβὶδ, “ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.”

h τὸν μέλανα ἵππον πένθους μὲν καὶ κατηφείας ὡς δηλωτικόν· ἀλλὰ πένθους, οὐ τοῦ τετυραννηκότος, ὡς ἔφθημεν παραθέμενοι, τῶν δὲ ἠπατημένων καὶ τῆς εἰς Χριστὸν πίστεως ἐκπεσόντων διὰ τὸ τῶν κολάσεων ἀφόρητον, ἣ διὰ τὴν πρόσκαιρον τοῦ ἐλεεινοῦ τούτου βίου ἀπόλαυσιν. τὸν δὲ ζυγὸν δοκιμαστὴν εἶναι τῶντε δι’ εὐκολίαν γνώμης ἣ κενοδοξίαν τὸ ἔκπτωτον παθόντων, ἣ δι’ ἀσθένειαν σώματος τῷ ἀνυποίστῳ τῶν βασανιστηρίων τῆς εἰς Χριστὸν πίστεως ἀποσεσυλημένων· ἐπεὶ καὶ οὕτω τινὲς ἐδοκίμασαν τὸ διὰ τοῦ μέλανος ἵππου πένθους ὄντος συμβόλου, κατὰ διαφορὰν τῶν τῷ πενθεῖν ὑποβαλλομένων τὸ ῥητὸν ἀναπτύξαι· ἀμφότερα δὲ παρεθέμην τῇ τῶν ἐντυγχανόντων ἀρκεσθεὶς ἀπροσπαθεῖ κρίσει καὶ ἀναλλοιώτῳ.

Ἄλλωσ. Ὁ ζυγὸς οὖν, σύμβολον τῆς τοῦ Θεοῦ δικαιοκρισίας. διὸ καὶ ἐπῆλθεν ἀνθρώποις παῤῥνσιᾶσθαι, ἐν τῷ φάσκειν, “ ἐποί- “ ἤσας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. ἐπετίμησας ἔθνεσι καὶ “ ἀπώλετο ὁ ἀσεβὴς.” ἀσεβὴς ὁ διάβολος, ὁ τούτων τυραννικῶς κατακρατήσας.

i Ὅπως γνῶμεν τὰ ἔθνη ὅτι ἄνθρωποι λόγῳ τετιμημένοι ἔσμεν, καὶ οὐχὶ ὡς κτήνη ἐν κημῷ καὶ χαλινῷ ἑλκόμενοι καὶ βουκολούμενοι ὑπὸ τῶν τυραννούντων ἡμᾶς δαιμόνων. τινὰ τῶν ἀντιγράφων, “ φωνὴν,” ἔχουσιν “ ἤκουσα” τὸ ὁμοιωματικὸν “ ὡς” ἀθετούντων. οὐ πάνυ δὲ ἀκριβὴς ἡ ἀθέτησις, εἰ μὴ καὶ χρησίμως τὸ ὁμοιωματικὸν τῇ τοῦ ὁράματος ὑποθέσει ἐπιζητούμενον. ἐπεὶ γὰρ ούκ ἐνέργεια πραγμάτων ὑφεστώτων τὰ χρηματιζόμενα, ἐμφάσεις δὲ καὶ τύποι καὶ σύμβολα, εἰκότως ἃν καὶ τὸ “ ὡς” ἐπιζητεῖσθαι τῇ ὑποθέσει, ὡς συμβαῖνον, ἤγουν τὸ σύμφωνον, ἀποφερόμενον. ἄλλωστε καὶ ὅτι οὐδὲ εὐσημότερον τὸ λέγειν φωνὴν τοῦ ἀνεὺ τοῦ ὁμοιωματικοῦ προϊόντος,οἱον,“ἤκουσα φωνὴν λέγουσαν.” λεκτὸν γὰρ οὔσα ἡ φωνὴ, τι ἃν ἄλλο καὶ παρ’ ἑαυτὴν ἀποτελοίη. ἀλλ’ εἴπερ ἄρα τις ἐνίεται τὸ οὕτω κεῖσθαι φωνὴν λέγουσαν, οὐ κατὰ σκοποῦ προίοι οὗτος. λέγεται γὰρ ἡ φωνὴ, οὐχὶ δὲ λέγει· διὸ καὶ λεκτὸν εἴρηται ὡς ἐνέργημα τυγχάνουσα τοῦ λαλοῦντος· οὐκ [*](h Hæc usque ad Sch. fin. om. Edd. i Hoc Sch. om.)

268
ἂν δὲ τὸ ἀποτέλεσμα καὶ τοιοῦτον ὃν πρὸς παράστασιν τινὸς ἐνεργούμενον h ἤδη καὶ αὐτοτελὲς ὁμοῖόν τι ἑαυτῷ ποιοῦν, τὸ μηδὲ ἐν ὑπάρξει ὄν· ἀλλ’ ἅμα τῇ προαγωγῇ διὰ τὴν χρείαν ἀφανιζόμενον· διόπερ εἰ μέλλει ἐπὶ χώρας ἐᾶσθαι τὸ “φωνὴν” οὐχὶ τὸ λέγουσαν. ἀλλὰ τὸ μὴ δηλοῦσαν, ἀντὶ τοῦ λέγουσαν παραληπτέον.

Χοῖνιξ σίτου δηναρίου.

Τὸ τὸν σῖτον τιμιουλκεῖσθαι i, λιμοῦ δεῖγμα. ὃν καὶ γεγενῆσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἔστι δὲ καὶ τροπικῶς, σῖτον τοὺς νομίμως ἀθλήσαντας διὰ Χριστὸν ἐννοεῖν, οἳ καὶ δηναρίου ἐκρίθησαν ἄξιοι, ὡς τῆς δοθείσης αὐτοῖς θείας εἰκόνος ἀκριβεῖς φύλακες καταστάντες. τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς, τοὺς κτηνοπρεπῶς τοῖς δικασταῖς δι’ ἀνανδρίαν ψυχῆς καὶ ἀναλόγως k μετανοήσαντας ὕστερον, καὶ τὴν ρυπωσαν εἰκόνα δάκρυσιν ἀποπλύναντας. τρεῖς δὲ χοίνικες οὗτοι δηναρίου ἑνὸς ἐτιμήθησαν, ὡς τοῦ ἑνὸς Χριστοῦ τῇ τριημέρῳ αὐτοῦ ταφῇ ὑπὲρ τοῦ κόσμου παντὸς τοῦ l ταῖς ἁμαρτίαις τὴν θείαν εἰκόνα δοθεῖσαν αὐτῷ ῥυπώσαντος. αὐτὸς μὲν γὰρ m ἐν ᾅδου διατρίψας, τὴν πρώτην ὑπὲρ τῶν πρὸ τοῦ Μωϋσέως νόμου ἡμαρτηκότων, τὴν δευτέραν, ὑπὲρ τῶν ἐν τῷ νόμῳ. καὶ γὰρ εἰ καὶ μετάνοιαν τινὲς ὑπεδείξαντο τῶν ἀτόπως αὐτοῖς πραχθέντων n ταύτην ἐνάμιλλον ἀντιστήσαντες τὴν μετάνοιαν, ἀλλ’ οὔπω o σαφῆ τὴν συγχώρησιν ἠλπικότες, τοῦ δυναμένου ταύτην παρασχεῖν οὐχ ἑωραμένου, οὔπω ταύτης ἐπέτυχον. διὰ τοῦτο μὲν καὶ ἡ δευτέρα ἐν ᾅδου διατριβή. ἡ τρίτη δὲ, καθ’ ἣν καὶ ἀνέστη, ὅτι μηδὲ τῇ διαφθορᾷ κρατηθῆναι οἷόν τε τὴν αὐτοζωήν Ρ. διόπερ ἐν τῷ καιρῷ τοῦ κατάρξαι τὴν διαφθορὰν ἡ ἀφθαρσία ἀντεισηνέχθη, πλατύτερον τούτων καὶ σαφέστερον προδιείληπται.

q Tινὲς σῖτον οὐ τὸν αἰσθητὸν, ὃς πρὸς τροφὴν σωματικὴν συντελει, ἤκουσαν· οὗ καὶ ἡ σπάνις λιμὸν αἰσθητὸν ἐμποιεῖ, ἀλλὰ σῖτον τὸν διδασκαλικὸν ἐξεδέξαντο λόγον, ὃς καὶ σπέρμα εἴρηται τροπολογικῶς παρὰ τῇ γραφῇ· ὡς ὅταν Μαρθαῖος γραφῇ· “ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ’’ τὸν Εὐαγγε- [*](h Sic. i μειουλκεῖσθαι Edd. k ἀναλόγως δὲ B. l τοῦ om. B. m μὲν γὰρ om. B. n πεπραγμένων Edd. ο Sic B. ὅμως Edd. ρ Sic B. αὐτοῦ ζωήν Edd. q Om. Edd.)

269
λικὸν φάσκων λόγον εἰς σπόρον μεταβαλών· ὥσπερ καὶ οἱ λέγοντες πρὸς τὸν Κύριον αὐτῶν οἱ τῶν δούλων εὐνούστατοι, “ Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ ; πόθεν οὖν ἔχει ζιζάνια;” ἐπεὶ δὲ τοῦ σπέρματος τὸ μέν ἐστι σῖτος, τὸ δὲ κριθὴ, σῖτος ὁ Εὐαγγελικὸς ἃν εἴη καὶ σωτήριος λόγος, καὶ πρέπων q ἀνδράσι τελείοις τοῖς τὰ αἰσθητήρια ἔχουσι γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ. κριθὴ δὲ ἡ Μωϋσέως νομοθεσία, ία, ἅτε ὥσπερ ἡ κριθὴ προακμάσασα τοῦ σίτου, οὕτω r καὶ αὐτὴ τοῦ Εὐαγγελικοῦ κηρύγματος, καὶ τρέφουσα τοὺς κτηνωδεστέρους s ἀνθρώπους, τοὺς διακειμένους t περὶ τὰ θεῖα Ἰσραηλίτας. φησὶν οὖν ὁ χρηματίζων ἐν μέσῳ τῶν τεσσάρων ζώων, δηναρίου μὲν ἀποδόσθαι u τὸν χοίνικα τοῦ σίτου, τριῶν δὲ τῆς κριθῆς, ὡς τοῦ Εὐαγγελικοῦ κηρύγματος ἀπορωτερου ὄντος παρασοχὴν v διὰ τὸ τοῦ βιβλίου ἀκριβές. w διὸ καὶ βιασταῖς εἰς ἅρπαγμα προκεῖσθαι ἑνὸς μόνου ἀπεμπολουμένου δηναρίου. ὁ τὴν ἐξ ἀρχῆς ἐγχαραχθεῖσαν εἰκόνα τοῖς ἐκζητοῦσι παρέχεται ὁ τοῦ σίτου χοῖνιξ· τρεῖς δὲ χοίνικες δηναρίου· ἀγαπητὸν γὰρ τοῖς δημιωδέστερον τῷ κηρύγματι προσερχομένους Χριστοῦ, κἀν εἰ κατὰ τὴν Μωσαϊκὴν εἰσαγωγικὴν τήρησιν διαβιῶεν, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ἐμμορφωθεῖσαν αὐτοῖς θείαν ἐπιφερομένους εἰκόνα. καὶ ἵνα τὸ πλῆθος οὕτω διαβιώσκειν δηλωθῇ τῷ τὴν ἀρχὴν τοῦ πλήθους εἰσηγουμένῳ ἀριθμῷ, τῷ τρία φημὶ, ὑπεσημάνθη· ἡ σπάνις δὲ τῆς τροφίμου ζωῆς, ἣν ἃν καὶ Βούλης σπάνιν τῆς Εὐαγγελικῆς κατὰ τὸ ἀνώτερον ὑπὸ τοῦ Κυρίου ὑφηγουμένης ζωῆς, ὡς δῆλον ἀπὸ τοῦ νομικοῦ τοῦ ἐμπεδοῦντος τὸν αὐτὸν Κύριον κατὰ τὰς νομικὰς βεβιωκέναι παρατηρήσεις, εἶτα τούτων ἔχεσθαι ἀκηκοότος ὡς αὐταρκῶν εἰς σωτηρίαν οὐσῶν· τούτῶν οὖν κατ’ ἐκεῖνο καιροῦ τῶν θείων σπανιζόντων τροφῶν, καθ’ ὃν καὶ εὕρηται λιμὸν δοθῆναι· λιμὸν, οὐκ ἄρτου, οὐχ ὕδατος, ἀλλὰ λόγου· τούτων αὐτοῖς ὡς ἀξίοις ἐπενεχθέντων τὸν δι’ ἐπιστροφῆς ἔλαιον x φησὶ, μὴ ἀφανίσαι. τοῦτο γὰρ ἡ τοῦ οἴνου καὶ τοῦ ἐλαίου αἰνίττεται ΄φείω· καὶ ὅπως προείρηται.

[*](q πρέπον B. r ὥσπερ B. 5 κτήνη τοὺς κτηνωδέστερον B. t ἀνθρ. διαγενομένους B. u ἀποδῶσθαι B. v παραδ. om. Edd. w His usq. ad fin. carent Edd. x Cod. ἐλέου.)
270